< Ἠσαΐας 47 >

1 κατάβηθι κάθισον ἐπὶ τὴν γῆν παρθένος θυγάτηρ Βαβυλῶνος εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά
巴比倫的處女啊, 下來坐在塵埃; 迦勒底的閨女啊, 沒有寶座,要坐在地上; 因為你不再稱為柔弱嬌嫩的。
2 λαβὲ μύλον ἄλεσον ἄλευρον ἀποκάλυψαι τὸ κατακάλυμμά σου ἀνακάλυψαι τὰς πολιάς ἀνάσυραι τὰς κνήμας διάβηθι ποταμούς
要用磨磨麵, 揭去帕子, 脫去長衣,露腿詵河。
3 ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου φανήσονται οἱ ὀνειδισμοί σου τὸ δίκαιον ἐκ σοῦ λήμψομαι οὐκέτι μὴ παραδῶ ἀνθρώποις
你的下體必被露出; 你的醜陋必被看見。 我要報仇, 誰也不寬容。
4 εἶπεν ὁ ῥυσάμενός σε κύριος σαβαωθ ὄνομα αὐτῷ ἅγιος Ισραηλ
我們救贖主的名是 萬軍之耶和華-以色列的聖者。
5 κάθισον κατανενυγμένη εἴσελθε εἰς τὸ σκότος θυγάτηρ Χαλδαίων οὐκέτι μὴ κληθῇς ἰσχὺς βασιλείας
迦勒底的閨女啊, 你要默然靜坐,進入暗中, 因為你不再稱為列國的主母。
6 παρωξύνθην ἐπὶ τῷ λαῷ μου ἐμίανας τὴν κληρονομίαν μου ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα
我向我的百姓發怒, 使我的產業被褻瀆, 將他們交在你手中, 你毫不憐憫他們, 把極重的軛加在老年人身上。
7 καὶ εἶπας εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου οὐδὲ ἐμνήσθης τὰ ἔσχατα
你自己說:我必永為主母, 所以你不將這事放在心上, 也不思想這事的結局。
8 νῦν δὲ ἄκουσον ταῦτα ἡ τρυφερὰ ἡ καθημένη πεποιθυῖα ἡ λέγουσα ἐν τῇ καρδίᾳ αὐτῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν
你這專好宴樂、安然居住的, 現在當聽這話。 你心中說:惟有我, 除我以外再沒有別的。 我必不致寡居, 也不遭喪子之事。
9 νῦν δὲ ἥξει ἐξαίφνης ἐπὶ σὲ τὰ δύο ταῦτα ἐν μιᾷ ἡμέρᾳ χηρεία καὶ ἀτεκνία ἥξει ἐξαίφνης ἐπὶ σὲ ἐν τῇ φαρμακείᾳ σου ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα
哪知,喪子、寡居這兩件事 在一日轉眼之間必臨到你; 正在你多行邪術、廣施符咒的時候, 這兩件事必全然臨到你身上。
10 τῇ ἐλπίδι τῆς πονηρίας σου σὺ γὰρ εἶπας ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα γνῶθι ὅτι ἡ σύνεσις τούτων καὶ ἡ πορνεία σου ἔσται σοι αἰσχύνη καὶ εἶπας τῇ καρδίᾳ σου ἐγώ εἰμι καὶ οὐκ ἔστιν ἑτέρα
你素來倚仗自己的惡行,說: 無人看見我。 你的智慧聰明使你偏邪, 並且你心裏說:惟有我, 除我以外再沒有別的。
11 καὶ ἥξει ἐπὶ σὲ ἀπώλεια καὶ οὐ μὴ γνῷς βόθυνος καὶ ἐμπεσῇ εἰς αὐτόν καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι καὶ ἥξει ἐπὶ σὲ ἐξαπίνης ἀπώλεια καὶ οὐ μὴ γνῷς
因此,禍患要臨到你身; 你不知何時發現, 災害落在你身上, 你也不能除掉; 所不知道的毀滅也必忽然臨到你身。
12 στῆθι νῦν ἐν ταῖς ἐπαοιδαῖς σου καὶ τῇ πολλῇ φαρμακείᾳ σου ἃ ἐμάνθανες ἐκ νεότητός σου εἰ δυνήσῃ ὠφεληθῆναι
站起來吧! 用你從幼年勞神施行的符咒和你許多的邪術; 或者可得益處, 或者可得強勝。
13 κεκοπίακας ἐν ταῖς βουλαῖς σου στήτωσαν καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ οἱ ὁρῶντες τοὺς ἀστέρας ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι
你籌劃太多,以致疲倦。 讓那些觀天象的,看星宿的, 在月朔說預言的,都站起來, 救你脫離所要臨到你的事。
14 ἰδοὺ πάντες ὡς φρύγανα ἐπὶ πυρὶ κατακαήσονται καὶ οὐ μὴ ἐξέλωνται τὴν ψυχὴν αὐτῶν ἐκ φλογός ὅτι ἔχεις ἄνθρακας πυρός κάθισαι ἐπ’ αὐτούς
他們要像碎詡被火焚燒, 不能救自己脫離火焰之力; 這火並非可烤的炭火, 也不是可以坐在其前的火。
15 οὗτοι ἔσονταί σοι βοήθεια ἐκοπίασας ἐν τῇ μεταβολῇ σου ἐκ νεότητος ἄνθρωπος καθ’ ἑαυτὸν ἐπλανήθη σοὶ δὲ οὐκ ἔσται σωτηρία
你所勞神的事都要這樣與你無益; 從幼年與你貿易的也都各奔各鄉,無人救你。

< Ἠσαΐας 47 >