< Ἠσαΐας 38 >

1 ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Εζεκιας ἕως θανάτου καὶ ἦλθεν πρὸς αὐτὸν Ησαιας υἱὸς Αμως ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος τάξαι περὶ τοῦ οἴκου σου ἀποθνῄσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ
Κατ' εκείνας ημέρας ηρρώστησεν ο Εζεκίας εις θάνατον· και ήλθε προς αυτόν Ησαΐας ο προφήτης ο υιός του Αμώς και είπε προς αυτόν, Ούτω λέγει Κύριος· Διάταξον περί του οίκου σου· επειδή αποθνήσκεις και δεν θέλεις ζήσει.
2 καὶ ἀπέστρεψεν Εζεκιας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς κύριον
Τότε έστρεψεν ο Εζεκίας το πρόσωπον αυτού προς τον τοίχον και προσηυχήθη εις τον Κύριον,
3 λέγων μνήσθητι κύριε ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα καὶ ἔκλαυσεν Εζεκιας κλαυθμῷ μεγάλῳ
και είπε, Δέομαι, Κύριε, ενθυμήθητι τώρα πως περιεπάτησα ενώπιόν σου εν αληθεία και εν καρδία τελεία και έπραξα το αρεστόν ενώπιόν σου. Και έκλαυσεν ο Εζεκίας κλαυθμόν μέγαν.
4 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ησαιαν λέγων
Τότε έγεινε λόγος Κυρίου προς τον Ησαΐαν λέγων,
5 πορεύθητι καὶ εἰπὸν Εζεκια τάδε λέγει κύριος ὁ θεὸς Δαυιδ τοῦ πατρός σου ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε
Ύπαγε και ειπέ προς τον Εζεκίαν, Ούτω λέγει Κύριος ο Θεός του Δαβίδ του πατρός σου· Ήκουσα την προσευχήν σου, είδον τα δάκρυά σου· ιδού, θέλω προσθέσει εις τας ημέρας σου δεκαπέντε έτη·
6 καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ
και θέλω ελευθερώσει σε και την πόλιν ταύτην εκ της χειρός του βασιλέως της Ασσυρίας και θέλω υπερασπισθή την πόλιν ταύτην·
7 τοῦτο δέ σοι τὸ σημεῖον παρὰ κυρίου ὅτι ὁ θεὸς ποιήσει τὸ ῥῆμα τοῦτο
και τούτο θέλει είσθαι εις σε το σημείον παρά Κυρίου ότι θέλει κάμει ο Κύριος το πράγμα τούτο, το οποίον ελάλησεν·
8 τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς οὓς κατέβη ἡ σκιά
ιδού, θέλω στρέψει οπίσω δέκα βαθμούς την σκιάν των βαθμών, τους οποίους κατέβη εις το ηλιακόν ώρολόγιον του Άχαζ. Και εστράφη ο ήλιος δέκα βαθμούς, διά των οποίων είχε καταβή.
9 προσευχὴ Εζεκιου βασιλέως τῆς Ιουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ
Ταύτα είναι τα γραφέντα υπό Εζεκίου βασιλέως του Ιούδα, ότε ηρρώστησε και ανέλαβεν εκ της αρρωστίας αυτού·
10 ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα (Sheol h7585)
Εγώ είπα, Εν τη μεσημβρία των ημερών μου θέλω υπάγει εις τας πύλας του τάφου· εστερήθην το υπόλοιπον των ετών μου. (Sheol h7585)
11 εἶπα οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς οὐκέτι μὴ ἴδω ἄνθρωπον
Είπα, δεν θέλω ιδεί πλέον τον Κύριον, τον Κύριον, εν γη ζώντων· δεν θέλω ιδεί πλέον άνθρωπον μετά των κατοίκων του κόσμου.
12 ἐκ τῆς συγγενείας μου κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ’ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας τὸ πνεῦμά μου παρ’ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην
Η ζωή μου έφυγε και μετετοπίσθη απ' εμού ως ποιμένος σκηνή· εκόπη η ζωή μου ως υπό υφαντού· από του στημονίου θέλει με κόψει· από πρωΐας έως εσπέρας θέλεις με τελειώσει.
13 ἕως πρωὶ ὡς λέοντι οὕτως τὰ ὀστᾶ μου συνέτριψεν ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην
Εστοχαζόμην έως πρωΐας, ως λέων θέλει συντρίψει πάντα τα οστά μου· από πρωΐας έως εσπέρας θέλεις με τελειώσει.
14 ὡς χελιδών οὕτως φωνήσω καὶ ὡς περιστερά οὕτως μελετήσω ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον ὃς ἐξείλατό με
Ως γερανός, ως χελιδών, ούτω εψέλλιζον· ωδυρόμην ως τρυγών· οι οφθαλμοί μου απέκαμον ατενίζοντες εις τα άνω. Καταθλίβομαι, Κύριε· ανακούφισόν με.
15 καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς
Τι να είπω; αυτός και είπε προς εμέ και εξετέλεσε· θέλω διάγει πάντα τα έτη μου εν τη πικρία της ψυχής μου.
16 κύριε περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι καὶ ἐξήγειράς μου τὴν πνοήν καὶ παρακληθεὶς ἔζησα
Εν τούτοις, Κύριε, ζώσιν οι άνθρωποι, και εν πάσι τούτοις υπάρχει ζωή του πνεύματός μου· συ βεβαίως με θεραπεύεις και με αναζωοποιείς.
17 εἵλου γάρ μου τὴν ψυχήν ἵνα μὴ ἀπόληται καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου
Ιδού, αντί ειρήνης επήλθεν επ' εμέ μεγάλη πικρία· αλλά συ, δι' αγάπην της ψυχής μου, ελύτρωσας αυτήν από του λάκκου της φθοράς· διότι έρριψας οπίσω των νώτων σου πάσας τας αμαρτίας μου.
18 οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου (Sheol h7585)
Διότι ο τάφος δεν θέλει σε υμνήσει· ο θάνατος δεν θέλει σε δοξολογήσει· οι καταβαίνοντες εις τον λάκκον δεν θέλουσιν ελπίζει επί την αλήθειάν σου. (Sheol h7585)
19 οἱ ζῶντως εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου
Ο ζων, ο ζων, αυτός θέλει σε υμνεί, καθώς εγώ ταύτην την ημέραν· ο πατήρ θέλει εις τα τέκνα γνωστοποιήσει την αλήθειάν σου.
20 κύριε τῆς σωτηρίας μου καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ
Ο Κύριος ήλθε να με σώση· διά τούτο θέλομεν ψάλλει το άσμά μου επί εντεταμένων οργάνων πάσας τας ημέρας της ζωής ημών εν τω οίκω του Κυρίου.
21 καὶ εἶπεν Ησαιας πρὸς Εζεκιαν λαβὲ παλάθην ἐκ σύκων καὶ τρῖψον καὶ κατάπλασαι καὶ ὑγιὴς ἔσῃ
Διότι ο Ησαΐας είχεν ειπεί, Ας λάβωσι παλάθην σύκων και ας βάλωσιν αυτήν ως έμπλαστρον επί το έλκος και θέλει ιατρευθή.
22 καὶ εἶπεν Εζεκιας τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ
Και ο Εζεκίας είχεν ειπεί, Τι είναι το σημείον ότι εγώ θέλω αναβή εις τον οίκον του Κυρίου;

< Ἠσαΐας 38 >