< Ἠσαΐας 37 >

1 καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Εζεκιαν ἔσχισεν τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο καὶ ἀνέβη εἰς τὸν οἶκον κυρίου
Και ότε ήκουσεν ο βασιλεύς Εζεκίας, διέσχισε τα ιμάτια αυτού και εσκεπάσθη με σάκκον και εισήλθεν εις τον οίκον του Κυρίου.
2 καὶ ἀπέστειλεν Ελιακιμ τὸν οἰκονόμον καὶ Σομναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ησαιαν υἱὸν Αμως τὸν προφήτην
Και απέστειλεν Ελιακείμ τον οικονόμον και Σομνάν τον γραμματέα και τους πρεσβυτέρους των ιερέων εσκεπασμένους με σάκκους, προς τον προφήτην Ησαΐαν, τον υιόν του Αμώς·
3 καὶ εἶπαν αὐτῷ τάδε λέγει Εζεκιας ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν
και είπον προς αυτόν, Ούτω λέγει ο Εζεκίας· Ημέρα θλίψεως και ονειδισμού και βλασφημίας, η ημέρα αύτη· διότι τα τέκνα ήλθον εις την ακμήν της γέννας, πλην δύναμις δεν είναι εις την τίκτουσαν·
4 εἰσακούσαι κύριος ὁ θεός σου τοὺς λόγους Ραψακου οὓς ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν κύριος ὁ θεός σου καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμμένων τούτων
είθε να ήκουσε Κύριος ο Θεός σου τους λόγους του Ραβ-σάκη, τον οποίον ο βασιλεύς της Ασσυρίας ο κύριος αυτού απέστειλε διά να ονειδίση τον ζώντα Θεόν, και να υβρίση διά των λόγων, τους οποίους ήκουσε Κύριος ο Θεός σου· διά τούτο ύψωσον δέησιν υπέρ του υπολοίπου του σωζομένου.
5 καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ησαιαν
Και ήλθον προς τον Ησαΐαν οι δούλοι του βασιλέως Εζεκίου.
6 καὶ εἶπεν αὐτοῖς Ησαιας οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν τάδε λέγει κύριος μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων
Και είπε προς αυτούς ο Ησαΐας, Ούτω θέλετε ειπεί προς τον κύριόν σας· Ούτω λέγει Κύριος· Μη φοβού από των λόγων, τους οποίους ήκουσας, διά των οποίων οι δούλοι του βασιλέως της Ασσυρίας με ωνείδισαν·
7 ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ
ιδού, εγώ θέλω βάλει εις αυτόν τοιούτον πνεύμα, ώστε ακούσας θόρυβον θέλει επιστρέψει εις την γην αυτού· και θέλω κάμει αυτόν να πέση διά μαχαίρας εν τη γη αυτού.
8 καὶ ἀπέστρεψεν Ραψακης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λομναν καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων ὅτι
Ο Ραβ-σάκης λοιπόν επέστρεψε και εύρηκε τον βασιλέα της Ασσυρίας πολεμούντα εναντίον της Λιβνά· διότι ήκουσεν ότι έφυγεν από Λαχείς.
9 ἐξῆλθεν Θαρακα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων
Και ο βασιλεύς ήκουσε να λέγωσι περί Θιρακά του βασιλέως της Αιθιοπίας, Εξήλθε να σε πολεμήση. Και ότε ήκουσε τούτο, απέστειλε πρέσβεις προς τον Εζεκίαν, λέγων,
10 οὕτως ἐρεῖτε Εζεκια βασιλεῖ τῆς Ιουδαίας μή σε ἀπατάτω ὁ θεός σου ἐφ’ ᾧ πεποιθὼς εἶ ἐπ’ αὐτῷ λέγων οὐ μὴ παραδοθῇ Ιερουσαλημ εἰς χεῖρας βασιλέως Ἀσσυρίων
Ούτω θέλετε ειπεί προς Εζεκίαν, τον βασιλέα του Ιούδα, λέγοντες, Ο Θεός σου, επί τον οποίον θαρρείς, ας μη σε απατά, λέγων, Η Ιερουσαλήμ δεν θέλει παραδοθή εις την χείρα του βασιλέως της Ασσυρίας.
11 ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν
Ιδού, συ ήκουσας τι έκαμον οι βασιλείς της Ασσυρίας εις πάντας τους τόπους, καταστρέφοντες αυτούς· και συ θέλεις λυτρωθή;
12 μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς οἱ πατέρες μου ἀπώλεσαν τήν τε Γωζαν καὶ Χαρραν καὶ Ραφες αἵ εἰσιν ἐν χώρᾳ Θεμαδ
Μήπως οι θεοί των εθνών ελύτρωσαν εκείνους, τους οποίους οι πατέρες μου κατέστρεψαν, την Γωζάν και την Χαρράν και Ρεσέφ και τους υιούς του Εδέν, τους εν Τελασσάρ;
13 ποῦ εἰσιν οἱ βασιλεῖς Αιμαθ καὶ Αρφαθ καὶ πόλεως Σεπφαριμ Αναγ Ουγαυα
Που ο βασιλεύς της Αιμάθ και ο βασιλεύς της Αρφάδ και ο βασιλεύς της πόλεως Σεφαρουΐμ, Ενά και Αυά;
14 καὶ ἔλαβεν Εζεκιας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἤνοιξεν αὐτὸ ἐναντίον κυρίου
Και λαβών ο Εζεκίας την επιστολήν εκ της χειρός των πρέσβεων ανέγνωσεν αυτήν· και ανέβη ο Εζεκίας εις τον οίκον του Κυρίου και εξετύλιξεν αυτήν ενώπιον του Κυρίου.
15 καὶ προσεύξατο Εζεκιας πρὸς κύριον λέγων
Και προσηυχήθη εις τον Κύριον ο Εζεκίας λέγων,
16 κύριε σαβαωθ ὁ θεὸς Ισραηλ ὁ καθήμενος ἐπὶ τῶν χερουβιν σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν
Κύριε των δυνάμεων, Θεέ του Ισραήλ, ο καθήμενος επί των χερουβείμ, συ αυτός είσαι ο Θεός, ο μόνος, πάντων των βασιλείων της γής· συ έκαμες τον ουρανόν και την γην.
17 εἰσάκουσον κύριε εἴσβλεψον κύριε καὶ ἰδὲ τοὺς λόγους οὓς ἀπέστειλεν Σενναχηριμ ὀνειδίζειν θεὸν ζῶντα
Κλίνον, Κύριε, το ους σου και άκουσον· άνοιξον, Κύριε, τους οφθαλμούς σου και ιδέ· και άκουσον πάντας τους λόγους του Σενναχειρείμ, όστις απέστειλε τούτον διά να ονειδίση τον ζώντα Θεόν.
18 ἐπ’ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν
Αληθώς, Κύριε, οι βασιλείς της Ασσυρίας ηρήμωσαν πάντα τα έθνη και τους τόπους αυτών,
19 καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων ξύλα καὶ λίθοι καὶ ἀπώλεσαν αὐτούς
και έρριψαν εις το πυρ τους θεούς αυτών· διότι δεν ήσαν θεοί, αλλ' έργον χειρών ανθρώπων, ξύλα και λίθοι· διά τούτο κατέστρεψαν αυτούς.
20 σὺ δέ κύριε ὁ θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ θεὸς μόνος
Τώρα λοιπόν, Κύριε Θεέ ημών, σώσον ημάς εκ της χειρός αυτού· διά να γνωρίσωσι πάντα τα βασίλεια της γης, ότι συ είσαι ο Κύριος, ο μόνος.
21 καὶ ἀπεστάλη Ησαιας υἱὸς Αμως πρὸς Εζεκιαν καὶ εἶπεν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἤκουσα ἃ προσηύξω πρός με περὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων
Τότε απέστειλεν Ησαΐας ο υιός του Αμώς προς Εζεκίαν, λέγων, Ούτω λέγει Κύριος ο Θεός του Ισραήλ· Ήκουσα όσα προσηυχήθης εις εμέ κατά του Σενναχειρείμ, βασιλέως της Ασσυρίας.
22 οὗτος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιων ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ιερουσαλημ
Ούτος είναι ο λόγος, τον οποίον ο Κύριος ελάλησε περί αυτού· Σε κατεφρόνησε, σε ενέπαιξεν η παρθένος, θυγάτηρ της Σιών· οπίσω σου έσεισε κεφαλήν η θυγάτηρ της Ιερουσαλήμ.
23 τίνα ὠνείδισας καὶ παρώξυνας ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον τοῦ Ισραηλ
Τίνα ωνείδισας και εβλασφήμησας; και κατά τίνος ύψωσας φωνήν και εσήκωσας υψηλά τους οφθαλμούς σου; κατά του Αγίου του Ισραήλ.
24 ὅτι δῑ ἀγγέλων ὠνείδισας κύριον σὺ γὰρ εἶπας τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ
Τον Κύριον ωνείδισας διά των δούλων σου και είπας, Με το πλήθος των αμαξών μου ανέβην εγώ εις το ύψος των ορέων, εις τα πλευρά του Λιβάνου· και θέλω κόψει τας υψηλάς κέδρους αυτού, τας εκλεκτάς ελάτους αυτού· και θέλω εισέλθει εις το ύψος των άκρων αυτού, εις το δάσος του Καρμήλου αυτού·
25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος
εγώ ανέσκαψα και έπιον ύδατα· και με το ίχνος των ποδών μου εξήρανα πάντας τους ποταμούς των πολιορκουμένων.
26 οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα ἐξ ἀρχαίων ἡμερῶν συνέταξα νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς
Μη δεν ήκουσας ότι εγώ έκαμον τούτο παλαιόθεν και από ημερών αρχαίων εβουλεύθην αυτό; τώρα δε εξετέλεσα τούτο, ώστε να ήσαι διά να καταστρέφης πόλεις ωχυρωμένας εις ερειπίων σωρούς·
27 ἀνῆκα τὰς χεῖρας καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις
διά τούτο οι κάτοικοι αυτών ήσαν μικράς δυνάμεως, ετρόμαξαν και κατησχύνθησαν· ήσαν ως ο χόρτος του αγρού και ως η χλόη, ως ο χόρτος των δωμάτων και ως ο σίτος ο καιόμενος πριν καλαμώση.
28 νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι
Πλην εγώ εξεύρω την κατοικίαν σου και την έξοδόν σου και την είσοδόν σου και την κατ' εμού λύσσαν σου.
29 ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρός με καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ
Επειδή η κατ' εμού λύσσα σου και η αλαζονεία σου ανέβησαν εις τα ώτα μου, διά τούτο θέλω βάλει τον κρίκον μου εις τους μυκτήράς σου και τον χαλινόν μου εις τα χείλη σου, και θέλω σε επιστρέψει διά της οδού δι' ης ήλθες.
30 τοῦτο δέ σοι τὸ σημεῖον φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν
Και τούτο θέλει είσθαι εις σε το σημείον· το έτος τούτο θέλετε φάγει ό, τι είναι αυτοφυές· και το δεύτερον έτος, ό,τι εκφύεται από του αυτού· το δε τρίτον έτος, σπείρατε και θερίσατε και φυτεύσατε αμπελώνας και φάγετε τον καρπόν αυτών.
31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ιουδαίᾳ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω
Και το υπόλοιπον εκ του οίκου Ιούδα, το διασωθέν, θέλει ριζώσει πάλιν υποκάτωθεν και θέλει δώσει επάνω καρπούς.
32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σῳζόμενοι ἐξ ὄρους Σιων ὁ ζῆλος κυρίου σαβαωθ ποιήσει ταῦτα
Διότι εξ Ιερουσαλήμ θέλει εξέλθει το υπόλοιπον και εκ του όρους Σιών το διασωθέν· ο ζήλος του Κυρίου των δυνάμεων θέλει εκτελέσει τούτο.
33 διὰ τοῦτο οὕτως λέγει κύριος ἐπὶ βασιλέα Ἀσσυρίων οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλῃ ἐπ’ αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλῃ ἐπ’ αὐτὴν θυρεὸν οὐδὲ μὴ κυκλώσῃ ἐπ’ αὐτὴν χάρακα
Όθεν ούτω λέγει Κύριος περί του βασιλέως της Ασσυρίας· δεν θέλει εισέλθει εις την πόλιν ταύτην, ουδέ θέλει τοξεύσει εκεί βέλος, ουδέ θέλει προβάλει κατ' αυτής ασπίδας, ουδέ θέλει υψώσει εναντίον αυτής πρόχωμα·
34 ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ ἀποστραφήσεται τάδε λέγει κύριος
διά της οδού δι' ης ήλθε, δι' αυτής θέλει επιστρέψει και εις την πόλιν ταύτην δεν θέλει εισέλθει, λέγει ο Κύριος·
35 ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δῑ ἐμὲ καὶ διὰ Δαυιδ τὸν παῖδά μου
διότι θέλω υπερασπισθή την πόλιν ταύτην, ώστε να σώσω αυτήν, ένεκεν εμού και ένεκεν του δούλου μου Δαβίδ.
36 καὶ ἐξῆλθεν ἄγγελος κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἐξαναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά
Τότε εξήλθεν ο άγγελος του Κυρίου και επάταξεν εν τω στρατοπέδω των Ασσυρίων εκατόν ογδοήκοντα πέντε χιλιάδας· και ότε εξηγέρθησαν το πρωΐ, ιδού, ήσαν πάντες σώματα νεκρά.
37 καὶ ἀποστραφεὶς ἀπῆλθεν βασιλεὺς Ἀσσυρίων καὶ ᾤκησεν ἐν Νινευη
Και εσηκώθη και έφυγε και επέστρεψε Σενναχειρείμ ο βασιλεύς της Ασσυρίας και κατώκησεν εν Νινευή.
38 καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαραχ τὸν παταχρον αὐτοῦ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
Και ενώ προσεκύνει εν τω οίκω Νισρώκ του θεού αυτού, Αδραμμέλεχ και Σαρασάρ οι υιοί αυτού επάταξαν αυτόν εν μαχαίρα, αυτοί δε έφυγον εις γην Αρμενίας· εβασίλευσε δε αντ' αυτού Εσαραδδών ο υιός αυτού.

< Ἠσαΐας 37 >