< Ἠσαΐας 34 >
1 προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐν αὐτῇ ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ
萬民,你們前來聆聽!列邦,你們側耳靜聽!大地與充塞其中的一切,世界與其所有的產物,都要諦聽!
2 διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν
因為上主向萬民生了氣,對他們的一切軍隊發了怒,他注定了他們的劫數,命定了他們遭受屠殺。
3 οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν
他們的被殺者被棄於外,他們屍體的腥臭浮浮上騰,他們的血溶化了諸山。
4 καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς
天上的萬象必將解體,諸天要如卷軸般捲起;天上的星辰必將隕墜,有如葡萄葉的凋零,有如無花果葉的萎謝。
5 ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως
當上主的刀在天上痛飲之後,看哪!它將若在厄東,落在他所毀滅的百姓身上,實行懲罰。
6 ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν ὅτι θυσία κυρίῳ ἐν Βοσορ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ιδουμαίᾳ
上主的刀劍染滿了血,漬滿了脂油,就是羔羊和羚羊的血,以及公羊腎臟的脂油:因為上主在波責辣舉行了一番祭祀,在厄東地方施行了一場屠殺。
7 καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται
野牛與肥畜必同墮死,牛犢與公牛必同跌斃。他們的地區浸滿了血,他們的地面漬染了脂油。
8 ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων
因為這是上主復讎的日子,是為報復熙雍敵人的一年。
9 καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον καὶ ἔσται αὐτῆς ἡ γῆ καιομένη ὡς πίσσα
她的河水將變為瀝青,她的土壤將變為硫磺:大地成了燃灼的瀝青,
10 νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω εἰς γενεὰς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν
晝夜燃燒不息,濃煙永遠上升;世世代代成為荒野,永久無人經過此地。
11 καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες καὶ ἐπιβληθήσεται ἐπ’ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ
鵜鶘和刺蝟據守其地,鴞鴟和烏鴉棲於其間;上主將以破壞性的繩墨和毀滅性的線錘測量那地。
12 οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν
顯貴中沒有一個在那裏能夠建國,她所有的王侯都歸於烏有。
13 καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν
她的宮闕將生滿荊棘,她的保壘將繁生蒺藜和薊草;她將成為豺狼的洞穴,鴕鳥的苑囿。
14 καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι εὗρον γὰρ αὑτοῖς ἀνάπαυσιν
野貓在那裏將與野狗相會,野羊將呼叫牠的同類;夜間的魑魅將在那裏休憩,尋得一個安息的處所。
15 ἐκεῖ ἐνόσσευσεν ἐχῖνος καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας ἐκεῖ ἔλαφοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων
箭頭蛇將在那裏築穴、下蛋、伏卵,並加以孵化;鷙鳥群集其間,雌雄相配。
16 ἀριθμῷ παρῆλθον καὶ μία αὐτῶν οὐκ ἀπώλετο ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν ὅτι κύριος ἐνετείλατο αὐτοῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς
你們可查看上主的書,且閱讀一下,牠們中一種也不會缺少,沒有一個沒有配偶的,因為上主的口已這樣命定,他的神集合了牠們。
17 καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε εἰς γενεὰς γενεῶν ἀναπαύσονται ἐπ’ αὐτῆς
上主親自要為牠們抽籤,他親手用繩索將為牠們分開這地;牠們將永久佔有這地,世世代代住在那裏。