< Ἠσαΐας 32 >
1 ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν
Look, a king will reign in righteousness, and princes will rule in justice.
2 καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ’ ὕδατος φερομένου καὶ φανήσεται ἐν Σιων ὡς ποταμὸς φερόμενος ἔνδοξος ἐν γῇ διψώσῃ
Each one will be like a shelter from the wind and a refuge from the storm, like streams of water in a dry place, like the shade of a great rock in a land of weariness.
3 καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπ’ ἀνθρώποις ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν
Then the eyes of those who see will not be dim, and the ears of those who hear will hear attentively.
4 καὶ ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ ἀκούειν καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην
The rash will think carefully with understanding, and the stutterer will speak distinctly and with ease.
5 καὶ οὐκέτι μὴ εἴπωσιν τῷ μωρῷ ἄρχειν καὶ οὐκέτι μὴ εἴπωσιν οἱ ὑπηρέται σου σίγα
The fool will no longer be called honorable, nor the deceiver called principled.
6 ὁ γὰρ μωρὸς μωρὰ λαλήσει καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς κύριον πλάνησιν τοῦ διασπεῖραι ψυχὰς πεινώσας καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι
For the fool speaks folly, and his heart plans evil and godless actions, and he speaks wrongly against Yahweh. He makes the hungry empty, and the thirsty he causes to lack drink.
7 ἡ γὰρ βουλὴ τῶν πονηρῶν ἄνομα βουλεύσεται καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει
The deceiver's methods are evil. He devises wicked schemes to ruin the poor with lies, even when the poor say what is right.
8 οἱ δὲ εὐσεβεῖς συνετὰ ἐβουλεύσαντο καὶ αὕτη ἡ βουλὴ μενεῖ
But the honorable man makes honorable plans; and because of his honorable actions he will stand.
9 γυναῖκες πλούσιαι ἀνάστητε καὶ ἀκούσατε τῆς φωνῆς μου θυγατέρες ἐν ἐλπίδι ἀκούσατε τοὺς λόγους μου
Rise up, you women who are at ease, and listen to my voice; you carefree daughters, listen to me.
10 ἡμέρας ἐνιαυτοῦ μνείαν ποιήσασθε ἐν ὀδύνῃ μετ’ ἐλπίδος ἀνήλωται ὁ τρύγητος πέπαυται ὁ σπόρος καὶ οὐκέτι μὴ ἔλθῃ
For in a little more than a year your confidence will be broken, you carefree women, for the grape harvest will fail, the ingathering will not come.
11 ἔκστητε λυπήθητε αἱ πεποιθυῖαι ἐκδύσασθε γυμναὶ γένεσθε περιζώσασθε σάκκους τὰς ὀσφύας
Tremble, you women who are at ease; be troubled, you confident ones; take off your fine clothes and make yourselves bare; put on sackcloth around your waists.
12 καὶ ἐπὶ τῶν μαστῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος καὶ ἀμπέλου γενήματος
You will wail for the pleasant fields, for the fruitful vines.
13 ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα καὶ χόρτος ἀναβήσεται καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται πόλις πλουσία
The land of my people will be overgrown with thorns and briers, even in all the once joyful houses in the city of revelry.
14 οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσιν καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος εὐφροσύνη ὄνων ἀγρίων βοσκήματα ποιμένων
For the palace will be forsaken, the crowded city will be deserted; the hill and the watchtower will become caves forever, a joy of wild donkeys, a pasture of flocks;
15 ἕως ἂν ἐπέλθῃ ἐφ’ ὑμᾶς πνεῦμα ἀφ’ ὑψηλοῦ καὶ ἔσται ἔρημος ὁ Χερμελ καὶ ὁ Χερμελ εἰς δρυμὸν λογισθήσεται
until the Spirit is poured on us from on high, and the wilderness becomes a fruitful field, and the fruitful field is considered as a forest.
16 καὶ ἀναπαύσεται ἐν τῇ ἐρήμῳ κρίμα καὶ δικαιοσύνη ἐν τῷ Καρμήλῳ κατοικήσει
Then justice will reside in the wilderness; and righteousness will live in the fruitful field.
17 καὶ ἔσται τὰ ἔργα τῆς δικαιοσύνης εἰρήνη καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν καὶ πεποιθότες ἕως τοῦ αἰῶνος
The work of righteousness will be peace; and the result of righteousness, quietness and confidence forever.
18 καὶ κατοικήσει ὁ λαὸς αὐτοῦ ἐν πόλει εἰρήνης καὶ ἐνοικήσει πεποιθώς καὶ ἀναπαύσονται μετὰ πλούτου
My people will live in a peaceful habitation, in secure homes, and in quiet resting places.
19 ἡ δὲ χάλαζα ἐὰν καταβῇ οὐκ ἐφ’ ὑμᾶς ἥξει καὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τοῖς δρυμοῖς πεποιθότες ὡς οἱ ἐν τῇ πεδινῇ
But even if it hails and the forest is destroyed, and the city is completely annihilated,
20 μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ οὗ βοῦς καὶ ὄνος πατεῖ
you who sow beside all the streams will be blessed, you who send out your ox and donkey to graze.