< Ἠσαΐας 31 >

1 οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν οἱ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν ἔστιν γὰρ πολλά καὶ ἐφ’ ἵπποις πλῆθος σφόδρα καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τὸν ἅγιον τοῦ Ισραηλ καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν
Woe to them that go down to Egypt for help, who trust in horses and chariots, for they are many; and in horses, [which are] a great multitude; and have not trusted in the Holy One of Israel, and have not sought the Lord.
2 καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ’ αὐτοὺς κακά καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ καὶ ἐπαναστήσεται ἐπ’ οἴκους ἀνθρώπων πονηρῶν καὶ ἐπὶ τὴν ἐλπίδα αὐτῶν τὴν ματαίαν
Therefore he has wisely brought evils upon them, and his word shall not be frustrated; and he shall rise up against the houses of wicked men, and against their vain hope,
3 Αἰγύπτιον ἄνθρωπον καὶ οὐ θεόν ἵππων σάρκας καὶ οὐκ ἔστιν βοήθεια ὁ δὲ κύριος ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτούς καὶ κοπιάσουσιν οἱ βοηθοῦντες καὶ ἅμα πάντες ἀπολοῦνται
[even] an Egyptian, a man, and not God; the flesh of horses, and there is no help [in them]: but the Lord shall bring his hand upon them, and the helpers shall fail, and all shall perish together.
4 ὅτι οὕτως εἶπέν μοι κύριος ὃν τρόπον ἐὰν βοήσῃ ὁ λέων ἢ ὁ σκύμνος ἐπὶ τῇ θήρᾳ ᾗ ἔλαβεν καὶ κεκράξῃ ἐπ’ αὐτῇ ἕως ἂν ἐμπλησθῇ τὰ ὄρη τῆς φωνῆς αὐτοῦ καὶ ἡττήθησαν καὶ τὸ πλῆθος τοῦ θυμοῦ ἐπτοήθησαν οὕτως καταβήσεται κύριος σαβαωθ ἐπιστρατεῦσαι ἐπὶ τὸ ὄρος τὸ Σιων ἐπὶ τὰ ὄρη αὐτῆς
For thus said the Lord to me, As a lion would roar, or a lion's whelp over prey which he has taken, and cry over it, until the mountains are filled with his voice, and [the animals] are awe-struck and tremble at the fierceness of his wrath: so the Lord of hosts shall descend to fight upon the mount Sion, [even] upon her mountains.
5 ὡς ὄρνεα πετόμενα οὕτως ὑπερασπιεῖ κύριος ὑπὲρ Ιερουσαλημ καὶ ἐξελεῖται καὶ περιποιήσεται καὶ σώσει
As birds flying, so shall the Lord of hosts defend; he shall defend Jerusalem, and he shall rescue, and save and deliver.
6 ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον
Turn, you children of Israel, who devise a deep and sinful counsel.
7 ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀπαρνήσονται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν
For in that day men shall renounce their silver idols and [their] golden idols, which their hands made.
8 καὶ πεσεῖται Ασσουρ οὐ μάχαιρα ἀνδρὸς οὐδὲ μάχαιρα ἀνθρώπου καταφάγεται αὐτόν καὶ φεύξεται οὐκ ἀπὸ προσώπου μαχαίρας οἱ δὲ νεανίσκοι ἔσονται εἰς ἥττημα
And the Assyrian shall fall: not the sword of a great man, nor the sword of a mean man shall devour him; neither shall he flee from the face of the sword: but the young men shall be overthrown:
9 πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται ὁ δὲ φεύγων ἁλώσεται τάδε λέγει κύριος μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ
for they shall be compassed with rocks as with a trench, and shall be worsted; and he that flees shall be taken. Thus says the Lord, Blesses is he that has a seed in Sion, and household friends in Jerusalem.

< Ἠσαΐας 31 >