< Ἠσαΐας 23 >
1 τὸ ὅραμα Τύρου ὀλολύζετε πλοῖα Καρχηδόνος ὅτι ἀπώλετο καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων ἦκται αἰχμάλωτος
有關提洛的神諭:你們哀號罷!塔爾史士的船隻!因為你們的保壘已遭破壞。由基廷地歸來的,他們得到了這消息。
2 τίνι ὅμοιοι γεγόνασιν οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ μεταβόλοι Φοινίκης διαπερῶντες τὴν θάλασσαν
海濱的居民,靜默罷!漆冬的商賈曾充實了你。
3 ἐν ὕδατι πολλῷ σπέρμα μεταβόλων ὡς ἀμητοῦ εἰσφερομένου οἱ μεταβόλοι τῶν ἐθνῶν
在大水之上運來的,是史曷爾的穀物;尼羅河的收穫,是她的財富;她成了萬民的商場。
4 αἰσχύνθητι Σιδών εἶπεν ἡ θάλασσα ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν οὐκ ὤδινον οὐδὲ ἔτεκον οὐδὲ ἐξέθρεψα νεανίσκους οὐδὲ ὕψωσα παρθένους
漆冬!羞慚罷!因為海說過:【即海中的保壘說過:】「我沒有分娩過,也沒有生產過;沒有撫養過青年,也沒有養育過處女。」
5 ὅταν δὲ ἀκουστὸν γένηται Αἰγύπτῳ λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου
這風聲一傳到了埃及,大家都為了提洛的消息而戰慄。
6 ἀπέλθατε εἰς Καρχηδόνα ὀλολύξατε οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ
你門過海到塔爾史士去罷!海濱的居民你們哀號罷!
7 οὐχ αὕτη ἦν ὑμῶν ἡ ὕβρις ἡ ἀπ’ ἀρχῆς πρὶν ἢ παραδοθῆναι αὐτήν
這就是你們所誇耀的城嗎﹖她本起源於上古,她的雙腳曾將她帶至遠方寄居。
8 τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον μὴ ἥσσων ἐστὶν ἢ οὐκ ἰσχύει οἱ ἔμποροι αὐτῆς ἔνδοξοι ἄρχοντες τῆς γῆς
是誰策劃了這事,來反對加過冕的提洛﹖她得商賈本來都是王侯,商販本來都是地上的顯要。
9 κύριος σαβαωθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς
是萬軍的上主策劃了這事,為打擊她一切自矜的狂傲,侮辱地上所有的顯要。
10 ἐργάζου τὴν γῆν σου καὶ γὰρ πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος
塔爾史士女兒!耕種你的地罷!海港也不在了!
11 ἡ δὲ χείρ σου οὐκέτι ἰσχύει κατὰ θάλασσαν ἡ παροξύνουσα βασιλεῖς κύριος σαβαωθ ἐνετείλατο περὶ Χανααν ἀπολέσαι αὐτῆς τὴν ἰσχύν
上主的手已伸在海上,使萬國戰慄震驚;上主對客納罕已決定,要摧毀她的要塞。
12 καὶ ἐροῦσιν οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιδῶνος καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται
他說過:「漆冬女兒!遭虐待的處女,你不要再歡樂!起來,往基廷去!在那裏你也得不到安寧!」
13 καὶ εἰς γῆν Χαλδαίων καὶ αὕτη ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται ὅτι ὁ τοῖχος αὐτῆς πέπτωκεν
看基廷的地域!【她已不成為民族,亞述已將她委棄予野獸;】人設立了高塔,毀壞了她的宮殿,使她成了一片廢 墟。
14 ὀλολύζετε πλοῖα Καρχηδόνος ὅτι ἀπώλετο τὸ ὀχύρωμα ὑμῶν
塔爾史士的船隻! 你們哀號罷! 因為你們的保壘已遭破壞!
15 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταλειφθήσεται Τύρος ἔτη ἑβδομήκοντα ὡς χρόνος βασιλέως ὡς χρόνος ἀνθρώπου καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἔσται Τύρος ὡς ᾆσμα πόρνης
到那天,提洛將被遺忘七十年之久,有如一位君王的歲月。過了七十年,提洛要像妓女歌曲中所唱的:「
16 λαβὲ κιθάραν ῥέμβευσον πόλεις πόρνη ἐπιλελησμένη καλῶς κιθάρισον πολλὰ ᾆσον ἵνα σου μνεία γένηται
被遺忘的妓女!拿琴遊城罷﹖巧彈多唱罷!好使人再記起你來!」
17 καὶ ἔσται μετὰ ἑβδομήκοντα ἔτη ἐπισκοπὴν ποιήσει ὁ θεὸς Τύρου καὶ πάλιν ἀποκατασταθήσεται εἰς τὸ ἀρχαῖον καὶ ἔσται ἐμπόριον πάσαις ταῖς βασιλείαις τῆς οἰκουμένης
過了七十年,上主要眷顧提洛,她要再接受纏頭,與地面世上各國交易。
18 καὶ ἔσται αὐτῆς ἡ ἐμπορία καὶ ὁ μισθὸς ἅγιον τῷ κυρίῳ οὐκ αὐτοῖς συναχθήσεται ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν μνημόσυνον ἔναντι κυρίου
她的贏利和她的進項將祝聖與上主,必不再貯藏積蓄起來,因為她的贏利將歸於那些在上主面前度日的人,使他們吃得飽,穿得體面。