< Ἠσαΐας 19 >
1 ὅρασις Αἰγύπτου ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς
論埃及的默示: 看哪,耶和華乘駕快雲, 臨到埃及。 埃及的偶像在他面前戰兢; 埃及人的心在裏面消化。
2 καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν
我必激動埃及人攻擊埃及人- 弟兄攻擊弟兄, 鄰舍攻擊鄰舍; 這城攻擊那城, 這國攻擊那國。
3 καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω καὶ ἐπερωτήσουσιν τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους
埃及人的心神必在裏面耗盡; 我必敗壞他們的謀略。 他們必求問偶像和念咒的、 交鬼的、行巫術的。
4 καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν τάδε λέγει κύριος σαβαωθ
我必將埃及人交在殘忍主的手中; 強暴王必轄制他們。 這是主-萬軍之耶和華說的。
5 καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται
海中的水必絕盡, 河也消沒乾涸。
6 καὶ ἐκλείψουσιν οἱ ποταμοὶ καὶ αἱ διώρυγες τοῦ ποταμοῦ καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου
江河要變臭; 埃及的河水都必減少枯乾。 葦子和蘆荻都必衰殘;
7 καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον
靠尼羅河旁的草田, 並沿尼羅河所種的田,都必枯乾。 莊稼被風吹去,歸於無有。
8 καὶ στενάξουσιν οἱ ἁλεεῖς καὶ στενάξουσιν πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμόν καὶ οἱ βάλλοντες σαγήνας καὶ οἱ ἀμφιβολεῖς πενθήσουσιν
打魚的必哀哭。 在尼羅河一切釣魚的必悲傷; 在水上撒網的必都衰弱。
9 καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον
用梳好的麻造物的 和織白布的都必羞愧;
10 καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν
國柱必被打碎, 所有傭工的,心必愁煩。
11 καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως ἡ βουλὴ αὐτῶν μωρανθήσεται πῶς ἐρεῖτε τῷ βασιλεῖ υἱοὶ συνετῶν ἡμεῖς υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς
瑣安的首領極其愚昧; 法老大有智慧的謀士, 所籌劃的成為愚謀。 你們怎敢對法老說: 我是智慧人的子孫, 我是古王的後裔?
12 ποῦ εἰσιν νῦν οἱ σοφοί σου καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαωθ ἐπ’ Αἴγυπτον
你的智慧人在哪裏呢? 萬軍之耶和華向埃及所定的旨意, 他們可以知道,可以告訴你吧!
13 ἐξέλιπον οἱ ἄρχοντες Τάνεως καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς
瑣安的首領都變為愚昧; 挪弗的首領都受了迷惑。 當埃及支派房角石的, 使埃及人走錯了路。
14 κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα
耶和華使乖謬的靈攙入埃及中間; 首領使埃及一切所做的都有差錯, 好像醉酒之人嘔吐的時候東倒西歪一樣。
15 καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν ἀρχὴν καὶ τέλος
埃及中,無論是頭與尾, 棕枝與蘆葦,所做之工都不成就。
16 τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς κυρίου σαβαωθ ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς
到那日,埃及人必像婦人一樣,他們必因萬軍之耶和華在埃及以上所掄的手,戰兢懼怕。
17 καὶ ἔσται ἡ χώρα τῶν Ιουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς φοβηθήσονται διὰ τὴν βουλήν ἣν βεβούλευται κύριος ἐπ’ αὐτήν
猶大地必使埃及驚恐,向誰提起猶大地,誰就懼怕。這是因萬軍之耶和華向埃及所定的旨意。
18 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου πόλις‐ασεδεκ κληθήσεται ἡ μία πόλις
當那日,埃及地必有五城的人說迦南的方言,又指着萬軍之耶和華起誓。有一城必稱為「滅亡城」。
19 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ
當那日,在埃及地中必有為耶和華築的一座壇;在埃及的邊界上必有為耶和華立的一根柱。
20 καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα κυρίῳ ἐν χώρᾳ Αἰγύπτου ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς κρίνων σώσει αὐτούς
這都要在埃及地為萬軍之耶和華作記號和證據。埃及人因為受人的欺壓哀求耶和華,他就差遣一位救主作護衛者,拯救他們。
21 καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ποιήσουσιν θυσίας καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν
耶和華必被埃及人所認識。在那日,埃及人必認識耶和華,也要獻祭物和供物敬拜他,並向耶和華許願還願。
22 καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ καὶ ἰάσεται αὐτοὺς ἰάσει καὶ ἐπιστραφήσονται πρὸς κύριον καὶ εἰσακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς
耶和華必擊打埃及,又擊打又醫治,埃及人就歸向耶和華。他必應允他們的禱告,醫治他們。
23 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις
當那日,必有從埃及通亞述去的大道。亞述人要進入埃及,埃及人也進入亞述;埃及人要與亞述人一同敬拜耶和華。
24 τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ισραηλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ
當那日,以色列必與埃及、亞述三國一律,使地上的人得福;
25 ἣν εὐλόγησεν κύριος σαβαωθ λέγων εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ισραηλ
因為萬軍之耶和華賜福給他們,說:「埃及-我的百姓,亞述-我手的工作,以色列-我的產業,都有福了!」