< Ἠσαΐας 18 >

1 οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας
Ουαί, γη σκιάζουσα διά των πτερύγων, η πέραν των ποταμών της Αιθιοπίας,
2 ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν τίς αὐτοῦ ἐπέκεινα ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον νῦν οἱ ποταμοὶ τῆς γῆς
η εξαποστέλλουσα πρέσβεις διά θαλάσσης και με πλοία σπάρτινα επί των υδάτων. Υπάγετε, ταχύδρομοι αγγελιαφόροι, προς έθνος διηρπαγμένον και κατεσπαραγμένον, προς λαόν τρομερόν από της αρχής αυτού έως της σήμερον, έθνος μεμετρημένον και καταπεπατημένον, του οποίου την γην διήρπασαν οι ποταμοί.
3 πάντες ὡς χώρα κατοικουμένη κατοικηθήσεται ἡ χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ ὡς σάλπιγγος φωνὴ ἀκουστὸν ἔσται
Πάντες οι κάτοικοι του κόσμου και οι ενοικούντες επί της γης, βλέπετε, όταν υψωθή σημαία επί τα όρη· και ακούσατε, όταν εκπεμφθή φωνή σάλπιγγος.
4 ὅτι οὕτως εἶπέν μοι κύριος ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς φῶς καύματος μεσημβρίας καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμήτου ἔσται
Διότι ούτως είπε Κύριος προς εμέ· Θέλω ησυχάσει και θέλω επιβλέψει εις το κατοικητήριόν μου, ως καύσων λαμπρότερος του φωτός, ως νεφέλη δρόσου εν τω καύσωνι του θέρους.
5 πρὸ τοῦ θερισμοῦ ὅταν συντελεσθῇ ἄνθος καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀφελεῖ καὶ κατακόψει
Διότι πριν του θέρους, όταν το βλάστημα γείνη τέλειον και η αγουρίδα ωριμάση εκ του άνθους, θέλει κόψει τους βλαστούς διά κλαδευτηρίων και τας κληματίδας αποκόψας θέλει αφαιρέσει.
6 καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ συναχθήσεται ἐπ’ αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ’ αὐτὸν ἥξει
Θέλουσιν εγκαταλειφθή ομού διά τα όρνεα των βουνών και διά τα θηρία της γής· και τα όρνεα θέλουσι περάσει το θέρος επ' αυτούς, και πάντα τα θηρία της γης θέλουσι διαχειμάσει επ' αυτούς.
7 ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχθήσεται δῶρα κυρίῳ σαβαωθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον ἔθνος ἐλπίζον καὶ καταπεπατημένον ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ εἰς τὸν τόπον οὗ τὸ ὄνομα κυρίου σαβαωθ ἐπεκλήθη ὄρος Σιων
Εν εκείνω τω καιρώ θέλει φερθή δώρον προς τον Κύριον των δυνάμεων εκ λαού διηρπαγμένου και κατεσπαραγμένου και εκ λαού τρομερού από της αρχής αυτού έως της σήμερον, έθνους μεμετρημένου και καταπεπατημένου, του οποίου την γην διήρπασαν οι ποταμοί, εις τον τόπον του ονόματος του Κυρίου των δυνάμεων, το όρος Σιών.

< Ἠσαΐας 18 >