< Ἠσαΐας 12 >
1 καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εὐλογήσω σε κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με
And thou shalt say on that day, “I will thank thee, O Lord, that thou wast angry with me: thy anger [now] is turned away, and thou comfortest me.
2 ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν
Behold, God is my salvation; I will trust him; for my strength and song is Yah the Eternal: and he is become my salvation.”
3 καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου
And ye shall draw water with gladness out of the springs of salvation.
4 καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑμνεῖτε κύριον βοᾶτε τὸ ὄνομα αὐτοῦ ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ
And ye shall say on that day, “Give thanks unto the Lord, call on his name, make known his deeds among the people, keep it in remembrance that exalted is his name.
5 ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ
Sing unto the Lord; for he hath wrought a stupendous thing: known is this on all the earth.”
6 ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιων ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ισραηλ ἐν μέσῳ αὐτῆς
Call aloud and shout, inhabitress of Zion; for great is in the midst of thee the Holy One of Israel.