< Ὡσηέʹ 6 >
1 πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς κύριον τὸν θεὸν ἡμῶν ὅτι αὐτὸς ἥρπακεν καὶ ἰάσεται ἡμᾶς πατάξει καὶ μοτώσει ἡμᾶς
Έλθετε και ας επιστρέψωμεν προς τον Κύριον· διότι αυτός διεσπάραξε, και θέλει μας ιατρεύσει· επάταξε, και θέλει περιδέσει την πληγήν ημών.
2 ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ
Θέλει αναζωοποήσει ημάς μετά δύο ημέρας· εν τη τρίτη ημέρα θέλει μας αναστήσει, και θέλομεν ζη ενώπιον αυτού.
3 καὶ γνωσόμεθα διώξομεν τοῦ γνῶναι τὸν κύριον ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρόιμος καὶ ὄψιμος τῇ γῇ
Τότε θέλομεν γνωρίσει και θέλομεν εξακολουθεί να γνωρίζωμεν τον Κύριον· η έξοδος αυτού είναι προδιατεταγμένη ως η αυγή· και θέλει ελθεί προς ημάς ως υετός, ως βροχή όψιμος και πρώϊμος επί την γην.
4 τί σοι ποιήσω Εφραιμ τί σοι ποιήσω Ιουδα τὸ δὲ ἔλεος ὑμῶν ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη
Τι να κάμω εις σε, Εφραΐμ; τι να κάμω εις σε, Ιούδα; διότι η καλωσύνη σας είναι ως νεφέλη πρωϊνή και ως δρόσος εωθινή ήτις παρέρχεται.
5 διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν ἀπέκτεινα αὐτοὺς ἐν ῥήμασιν στόματός μου καὶ τὸ κρίμα μου ὡς φῶς ἐξελεύσεται
Διά τούτο κατέκοψα αυτούς διά των προφητών· εφόνευσα αυτούς διά των λόγων του στόματός μου· και αι κρίσεις σου θέλουσιν εξέλθει ως φως.
6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα
Διότι έλεος θέλω και ουχί θυσίαν· και επίγνωσιν Θεού μάλλον παρά ολοκαυτώματα.
7 αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην ἐκεῖ κατεφρόνησέν μου
Αυτοί όμως ως ο Αδάμ παρέβησαν την διαθήκην· εν τούτω εφέρθησαν απίστως προς εμέ.
8 Γαλααδ πόλις ἐργαζομένη μάταια ταράσσουσα ὕδωρ
Η Γαλαάδ είναι πόλις εργαζομένων ανομίαν, ενεδρεύουσα αίμα.
9 καὶ ἡ ἰσχύς σου ἀνδρὸς πειρατοῦ ἔκρυψαν ἱερεῖς ὁδὸν κυρίου ἐφόνευσαν Σικιμα ὅτι ἀνομίαν ἐποίησαν
Και ως στίφη ληστών παραμονεύοντα άνθρωπον, ούτως ο σύλλογος των ιερέων φονεύουσιν εν τη οδώ μέχρι Συχέμ· διότι έπραξαν αισχρά.
10 ἐν τῷ οἴκῳ Ισραηλ εἶδον φρικώδη ἐκεῖ πορνείαν τοῦ Εφραιμ ἐμιάνθη Ισραηλ καὶ Ιουδα
Εν τω οίκω Ισραήλ είδον φρίκην· εκεί είναι η πορνεία του Εφραΐμ· ο Ισραήλ εμιάνθη.
11 ἄρχου τρυγᾶν σεαυτῷ ἐν τῷ ἐπιστρέφειν με τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου
Και διά σε, Ιούδα, διωρίσθη θερισμός, όταν εγώ επιστρέψω την αιχμαλωσίαν του λαού μου.