< Ὡσηέʹ 4 >

1 ἀκούσατε λόγον κυρίου υἱοὶ Ισραηλ διότι κρίσις τῷ κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις θεοῦ ἐπὶ τῆς γῆς
Ακούσατε τον λόγον του Κυρίου, υιοί Ισραήλ· διότι ο Κύριος έχει κρίσιν μετά των κατοίκων της γης, επειδή δεν υπάρχει αλήθεια ουδέ έλεος ουδέ γνώσις Θεού επί της γης.
2 ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς καὶ αἵματα ἐφ’ αἵμασιν μίσγουσιν
Επιορκία και ψεύδος και φόνος και κλοπή και μοιχεία επλημμύρησαν, και αίματα εγγίζουσιν επί αίματα.
3 διὰ τοῦτο πενθήσει ἡ γῆ καὶ σμικρυνθήσεται σὺν πᾶσιν τοῖς κατοικοῦσιν αὐτήν σὺν τοῖς θηρίοις τοῦ ἀγροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης ἐκλείψουσιν
Διά τούτο θέλει πενθήσει η γη, και πας ο κατοικών εν αυτή θέλει λιποψυχήσει, μετά των θηρίων του αγρού και μετά των πετεινών του ουρανού· έτι και οι ιχθύες της θαλάσσης θέλουσιν εκλείψει.
4 ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέγχῃ μηδείς ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεύς
Πλην ας μη αντιλέγη μηδείς μηδ' ας ελέγχη τον άλλον· διότι ο λαός σου είναι ως οι αντιλέγοντες εις τον ιερέα.
5 καὶ ἀσθενήσεις ἡμέρας καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ νυκτὶ ὡμοίωσα τὴν μητέρα σου
Διά τούτο θέλεις ολισθήσει την ημέραν, και μετά σου θέλει ολισθήσει και ο προφήτης την νύκτα, και θέλω αφανίσει την μητέρα σου.
6 ὡμοιώθη ὁ λαός μου ὡς οὐκ ἔχων γνῶσιν ὅτι σὺ ἐπίγνωσιν ἀπώσω κἀγὼ ἀπώσομαι σὲ τοῦ μὴ ἱερατεύειν μοι καὶ ἐπελάθου νόμον θεοῦ σου κἀγὼ ἐπιλήσομαι τέκνων σου
Ο λαός μου ηφανίσθη δι' έλλειψιν γνώσεως· επειδή συ απέρριψας την γνώσιν και εγώ απέρριψα σε από του να ιερατεύης εις εμέ· επειδή ελησμόνησας τον νόμον του Θεού σου, και εγώ θέλω λησμονήσει τα τέκνα σου.
7 κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι
Καθώς επλήθυναν, ούτως ημάρτησαν εις εμέ· την δόξαν αυτών εις ατιμίαν θέλω μεταβάλει.
8 ἁμαρτίας λαοῦ μου φάγονται καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήμψονται τὰς ψυχὰς αὐτῶν
Τρώγουσι τας αμαρτίας του λαού μου και έχουσι προσηλωμένην την ψυχήν αυτών εις την ανομίαν αυτών.
9 καὶ ἔσται καθὼς ὁ λαὸς οὕτως καὶ ὁ ἱερεύς καὶ ἐκδικήσω ἐπ’ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ
Διά τούτο θέλει είσθαι, καθώς ο λαός, ούτω και ο ιερεύς· και θέλω επισκεφθή επ' αυτούς τας οδούς αυτών και ανταποδώσει εις αυτούς τας πράξεις αυτών.
10 καὶ φάγονται καὶ οὐ μὴ ἐμπλησθῶσιν ἐπόρνευσαν καὶ οὐ μὴ κατευθύνωσιν διότι τὸν κύριον ἐγκατέλιπον τοῦ φυλάξαι
Διότι θέλουσι τρώγει και δεν θέλουσι χορτάζεσθαι, θέλουσι πορνεύει και δεν θέλουσι πληθύνεσθαι· επειδή εγκατέλιπον το να λατρεύωσι τον Κύριον.
11 πορνείαν καὶ οἶνον καὶ μέθυσμα ἐδέξατο καρδία λαοῦ μου
Πορνεία και οίνος και μέθη αφαιρούσι την καρδίαν.
12 ἐν συμβόλοις ἐπηρώτων καὶ ἐν ῥάβδοις αὐτοῦ ἀπήγγελλον αὐτῷ πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ θεοῦ αὐτῶν
Ο λαός μου ερωτά τα ξύλα αυτού, και η ράβδος αυτού αποκρίνεται προς αυτόν· διότι το πνεύμα της πορνείας επλάνησεν αυτούς και επόρνευσαν εκκλίνοντες από του Θεού αυτών.
13 ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον καὶ ἐπὶ τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος ὅτι καλὸν σκέπη διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυγατέρες ὑμῶν καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσιν
Θυσιάζουσιν επί τας κορυφάς των ορέων και θυμιάζουσιν επί τους λόφους, υπό τας δρυς και λεύκας και τερεβίνθους, διότι η σκιά αυτών είναι καλή διά τούτο αι θυγατέρες σας θέλουσι πορνεύσει και αι νύμφαι σας θέλουσι μοιχεύσει.
14 καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύωσιν καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσιν διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνεφύροντο καὶ μετὰ τῶν τετελεσμένων ἔθυον καὶ ὁ λαὸς ὁ συνίων συνεπλέκετο μετὰ πόρνης
Δεν θέλω τιμωρήσει τας θυγατέρας σας όταν πορνεύσωσιν ουδέ τας νύμφας σας όταν μοιχεύσωσι, διότι αυτοί αποχωρίζονται μετά των πορνών και θυσιάζουσι μετά των ασελγών· διά τούτο ο λαός ο ασύνετος θέλει κατακρημνισθή.
15 σὺ δέ Ισραηλ μὴ ἀγνόει καὶ Ιουδα μὴ εἰσπορεύεσθε εἰς Γαλγαλα καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον Ων καὶ μὴ ὀμνύετε ζῶντα κύριον
Εάν συ, Ισραήλ, πορνεύης, τουλάχιστον ας μη ανομήση ο Ιούδας· μη υπάγετε λοιπόν εις Γάλγαλα μηδ' αναβαίνετε εις Βαιθ-αυέν μηδέ ομνύετε, Ζη ο Κύριος.
16 ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ισραηλ νῦν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ
Διότι ο Ισραήλ απεσκίρτησεν ως δάμαλις αποσκιρτώσα· τώρα θέλει βοσκήσει αυτούς ο Κύριος ως αρνία εν τόπω πλατεί.
17 μέτοχος εἰδώλων Εφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα
Ο Εφραΐμ προσεκολλήθη εις τα είδωλα· αφήσατε αυτόν.
18 ᾑρέτισεν Χαναναίους πορνεύοντες ἐξεπόρνευσαν ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῶν
Το ποτόν αυτών ωξύνισεν· όλως εδόθησαν εις την πορνείαν· οι υπερασπισταί αυτής ω της αισχύνης, αγαπώσι το Δότε.
19 συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν
Ο άνεμος θέλει συσφίγξει αυτήν εν ταις πτέρυξιν αυτού, και θέλουσι καταισχυνθή διά τας θυσίας αυτών.

< Ὡσηέʹ 4 >