< Ὡσηέʹ 12 >

1 ὁ δὲ Εφραιμ πονηρὸν πνεῦμα ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο
厄弗辣因愛好颶風,整日追逐東風,說許多謊話,行許多暴行,既與亞述結盟,又給埃及送油。
2 καὶ κρίσις τῷ κυρίῳ πρὸς Ιουδαν τοῦ ἐκδικῆσαι τὸν Ιακωβ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ
上主要與以色列爭辯,要按他們的行徑懲罰雅各伯,依照他的行為報復他:
3 ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεὸν
他在母胎中就欺騙了他的弟兄,及至壯年又曾與天神搏鬥;
4 καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη ἔκλαυσαν καὶ ἐδεήθησάν μου ἐν τῷ οἴκῳ Ων εὕροσάν με καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν
他與天神博鬥,並且獲得了勝利;他哭了,曾懇求他開恩;在貝特耳再遇見了他,在那裏天主對他說:──
5 ὁ δὲ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ
上主,萬軍的天主,雅威是他的名號x──
6 καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός
「至於你,你應當歸向你的天主,遵守仁愛和正義,時刻仰望你的天主。」
7 Χανααν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας καταδυναστεύειν ἠγάπησε
厄弗辣因有如客納罕人,手裏拿著欺詐的天秤,喜行欺騙。
8 καὶ εἶπεν Εφραιμ πλὴν πεπλούτηκα εὕρηκα ἀναψυχὴν ἐμαυτῷ πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δῑ ἀδικίας ἃς ἥμαρτεν
厄弗辣因說:「我現在實在成了富翁,發了大財。」然而他所獲得的一切,為補贖他所犯的罪孽,仍嫌不夠。
9 ἐγὼ δὲ κύριος ὁ θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου ἔτι κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς
自從在埃及地時,我就是上主,你的天主:我必再使你住在帳幕中,如在盛會的節日一樣。
10 καὶ λαλήσω πρὸς προφήτας καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην
是我向先知們說了話,是我增多了異象,我也必藉先知們消滅他們。
11 εἰ μὴ Γαλααδ ἔστιν ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγαλ ἄρχοντες θυσιάζοντες καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ
在基肋阿得只有罪惡,的確,他們只是虛無;在基耳加耳 他們向牛犢獻了祭,因此他們的祭壇必將成為田畦中的石堆。
12 καὶ ἀνεχώρησεν Ιακωβ εἰς πεδίον Συρίας καὶ ἐδούλευσεν Ισραηλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο
雅各伯曾逃到阿蘭平原,以色列曾為娶妻而服役,曾為娶妻而放羊。
13 καὶ ἐν προφήτῃ ἀνήγαγεν κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐν προφήτῃ διεφυλάχθη
上主曾藉一位先知領以色列出離埃及,也藉一位先知保護了他們。
14 ἐθύμωσεν Εφραιμ καὶ παρώργισεν καὶ τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτὸν ἐκχυθήσεται καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος
但厄弗辣因大大激怒了上主,他的血債必要歸到他身上,他的主必要在他身上報復自己受的凌辱。

< Ὡσηέʹ 12 >