< Ὡσηέʹ 11 >
1 διότι νήπιος Ισραηλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ
Ότε ο Ισραήλ ήτο νήπιον, τότε εγώ ηγάπησα αυτόν και εξ Αιγύπτου εκάλεσα τον υιόν μου.
2 καθὼς μετεκάλεσα αὐτούς οὕτως ἀπῴχοντο ἐκ προσώπου μου αὐτοὶ τοῖς Βααλιμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων
Όσον εκάλουν αυτούς, τόσον αυτοί ανεχώρουν απ' έμπροσθεν αυτών· εθυσίαζον εις τους Βααλείμ και εθυμίαζον εις τα γλυπτά.
3 καὶ ἐγὼ συνεπόδισα τὸν Εφραιμ ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς
Εγώ εδίδαξα έτι τον Εφραΐμ να περιπατή, πιάνων αυτόν από των βραχιόνων αυτού· αλλά δεν εγνώρισαν ότι ιάτρευον αυτούς.
4 ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ καὶ ἐπιβλέψομαι πρὸς αὐτόν δυνήσομαι αὐτῷ
Έσυρα αυτούς με σχοινία ανθρώπου, με δεσμούς αγάπης· και ήμην εις αυτούς ως οι αφαιρούντες τον ζυγόν επάνωθεν των σιαγόνων αυτών, και έθεσα τροφήν έμπροσθεν αυτών.
5 κατῴκησεν Εφραιμ ἐν Αἰγύπτῳ καὶ Ασσουρ αὐτὸς βασιλεὺς αὐτοῦ ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι
Δεν θέλει επιστρέψει εις την γην της Αιγύπτου, αλλ' ο Ασσύριος θέλει είσθαι βασιλεύς αυτού, διότι δεν ηθέλησαν να επιστραφώσι.
6 καὶ ἠσθένησεν ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν
Και η ρομφαία θέλει επιπέσει επί τας πόλεις αυτού και θέλει αναλώσει τους ισχυρούς αυτού και καταφάγει, ένεκα των διαβουλίων αυτών.
7 καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται καὶ οὐ μὴ ὑψώσῃ αὐτόν
Και ο λαός μου είναι προσκεκολλημένος εις την αποστασίαν την κατ' εμού· αν και εκαλέσθησαν προς τον Ύψιστον, ουδείς όμως ύψωσεν αυτόν.
8 τί σε διαθῶ Εφραιμ ὑπερασπιῶ σου Ισραηλ τί σε διαθῶ ὡς Αδαμα θήσομαί σε καὶ ὡς Σεβωιμ μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ συνεταράχθη ἡ μεταμέλειά μου
Πως θέλω σε παραδώσει, Εφραΐμ; πως θέλω σε εγκαταλίπει, Ισραήλ; πως θέλω σε κάμει ως Αδαμά; πως θέλω σε θέσει ως Σεβωείμ; η καρδία μου μετεστράφη εντός μου, τα σπλάγχνα μου συνεκινήθησαν.
9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν Εφραιμ διότι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν
Δεν θέλω εκτελέσει την έξαψιν του θυμού μου, δεν θέλω επιστρέψει εις εξολοθρευμόν του Εφραΐμ· διότι εγώ είμαι Θεός και ουχί άνθρωπος, Άγιος εν τω μέσω σου· και δεν θέλω εισέλθει εν θυμώ.
10 ὀπίσω κυρίου πορεύσομαι ὡς λέων ἐρεύξεται ὅτι αὐτὸς ὠρύσεται καὶ ἐκστήσονται τέκνα ὑδάτων
Κατόπιν του Κυρίου θέλουσι περιπατεί· ως λέων θέλει βρυχάσθαι· όταν αυτός βρυχηθή, τότε θέλουσι σπεύσει εκστατικά τα τέκνα από της δύσεως·
11 καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γῆς Ἀσσυρίων καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν λέγει κύριος
θέλουσι σπεύσει εκστατικά ως πτηνόν από της Αιγύπτου και ως περιστερά από της γης της Ασσυρίας, και θέλω αποκαταστήσει αυτούς εν τοις οίκοις αυτών, λέγει Κύριος.
12 ἐκύκλωσέν με ἐν ψεύδει Εφραιμ καὶ ἐν ἀσεβείαις οἶκος Ισραηλ καὶ Ιουδα νῦν ἔγνω αὐτοὺς ὁ θεός καὶ λαὸς ἅγιος κεκλήσεται θεοῦ
Ο Εφραΐμ με περιεκύκλωσε με ψεύδη, και ο οίκος Ισραήλ με απάτην· αλλ' ο Ιούδας έτι έχει εξουσίαν μετά του Θεού και είναι πιστός μετά των αγίων.