< Ὡσηέʹ 10 >

1 ἄμπελος εὐκληματοῦσα Ισραηλ ὁ καρπὸς αὐτῆς εὐθηνῶν κατὰ τὸ πλῆθος τῶν καρπῶν αὐτοῦ ἐπλήθυνεν τὰ θυσιαστήρια κατὰ τὰ ἀγαθὰ τῆς γῆς αὐτοῦ ᾠκοδόμησεν στήλας
Israel is a luxuriant vine, that putteth forth his fruit: according to the abundance of his fruit he hath multiplied his altars; according to the goodness of their land they have made goodly pillars.
2 ἐμέρισαν καρδίας αὐτῶν νῦν ἀφανισθήσονται αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶν ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν
Their heart is divided; now shall they be found guilty: he will smite their altars, he will destroy their pillars.
3 διότι νῦν ἐροῦσιν οὐκ ἔστιν βασιλεὺς ἡμῖν ὅτι οὐκ ἐφοβήθημεν τὸν κύριον ὁ δὲ βασιλεὺς τί ποιήσει ἡμῖν
Surely now shall they say, We have no king; for we fear not Jehovah; and the king, what can he do for us?
4 λαλῶν ῥήματα προφάσεις ψευδεῖς διαθήσεται διαθήκην ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ
They speak [vain] words, swearing falsely in making covenants: therefore judgment springeth up as hemlock in the furrows of the field.
5 τῷ μόσχῳ τοῦ οἴκου Ων παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν ὅτι ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ’ αὐτόν καὶ καθὼς παρεπίκραναν αὐτόν ἐπιχαροῦνται ἐπὶ τὴν δόξαν αὐτοῦ ὅτι μετῳκίσθη ἀπ’ αὐτοῦ
The inhabitants of Samaria shall be in terror for the calves of Beth-aven; for the people thereof shall mourn over it, and the priests thereof that rejoiced over it, for the glory thereof, because it is departed from it.
6 καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ιαριμ ἐν δόματι Εφραιμ δέξεται καὶ αἰσχυνθήσεται Ισραηλ ἐν τῇ βουλῇ αὐτοῦ
It also shall be carried unto Assyria for a present to king Jareb: Ephraim shall receive shame, and Israel shall be ashamed of his own counsel.
7 ἀπέρριψεν Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου ὕδατος
[As for] Samaria, her king is cut off, as foam upon the water.
8 καὶ ἐξαρθήσονται βωμοὶ Ων ἁμαρτήματα τοῦ Ισραηλ ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν καὶ ἐροῦσιν τοῖς ὄρεσιν καλύψατε ἡμᾶς καὶ τοῖς βουνοῖς πέσατε ἐφ’ ἡμᾶς
The high places also of Aven, the sin of Israel, shall be destroyed: the thorn and the thistle shall come up on their altars; and they shall say to the mountains, Cover us; and to the hills, Fall on us.
9 ἀφ’ οὗ οἱ βουνοί ἥμαρτεν Ισραηλ ἐκεῖ ἔστησαν οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος ἐπὶ τὰ τέκνα ἀδικίας
O Israel, thou hast sinned from the days of Gibeah: there they stood; the battle against the children of iniquity doth not overtake them in Gibeah.
10 ἦλθεν παιδεῦσαι αὐτούς καὶ συναχθήσονται ἐπ’ αὐτοὺς λαοὶ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐν ταῖς δυσὶν ἀδικίαις αὐτῶν
When it is my desire, I will chastise them; and the peoples shall be gathered against them, when they are bound to their two transgressions.
11 Εφραιμ δάμαλις δεδιδαγμένη ἀγαπᾶν νεῖκος ἐγὼ δὲ ἐπελεύσομαι ἐπὶ τὸ κάλλιστον τοῦ τραχήλου αὐτῆς ἐπιβιβῶ Εφραιμ καὶ παρασιωπήσομαι Ιουδαν ἐνισχύσει αὐτῷ Ιακωβ
And Ephraim is a heifer that is taught, that loveth to tread out [the grain]; but I have passed over upon her fair neck: I will set a rider on Ephraim; Judah shall plow, Jacob shall break his clods.
12 σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην τρυγήσατε εἰς καρπὸν ζωῆς φωτίσατε ἑαυτοῖς φῶς γνώσεως ἐκζητήσατε τὸν κύριον ἕως τοῦ ἐλθεῖν γενήματα δικαιοσύνης ὑμῖν
Sow to yourselves in righteousness, reap according to kindness; break up your fallow ground; for it is time to seek Jehovah, till he come and rain righteousness upon you.
13 ἵνα τί παρεσιωπήσατε ἀσέβειαν καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε ἐφάγετε καρπὸν ψευδῆ ὅτι ἤλπισας ἐν τοῖς ἅρμασίν σου ἐν πλήθει δυνάμεώς σου
Ye have plowed wickedness, ye have reaped iniquity; ye have eaten the fruit of lies; for thou didst trust in thy way, in the multitude of thy mighty men.
14 καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται ὡς ἄρχων Σαλαμαν ἐκ τοῦ οἴκου Ιεροβααλ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν
Therefore shall a tumult arise among thy people, and all thy fortresses shall be destroyed, as Shalman destroyed Beth-arbel in the day of battle: the mother was dashed in pieces with her children.
15 οὕτως ποιήσω ὑμῖν οἶκος τοῦ Ισραηλ ἀπὸ προσώπου κακιῶν ὑμῶν ὄρθρου ἀπερρίφησαν ἀπερρίφη βασιλεὺς Ισραηλ
So shall Beth-el do unto you because of your great wickedness: at daybreak shall the king of Israel be utterly cut off.

< Ὡσηέʹ 10 >