< Ἀγγαῖος 1 >
1 ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κύριου ἐν χειρὶ Αγγαιου τοῦ προφήτου λέγων εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν λέγων
Εν τω δευτέρω έτει Δαρείου του βασιλέως, εν τω έκτω μηνί, τη πρώτη ημέρα του μηνός, έγεινε λόγος Κυρίου δι' Αγγαίου του προφήτου προς Ζοροβάβελ, τον υιόν του Σαλαθιήλ, τον διοικητήν του Ιούδα, και προς Ιησούν τον υιόν του Ιωσεδέκ, τον ιερέα τον μέγαν, λέγων,
2 τάδε λέγει κύριος παντοκράτωρ λέγων ὁ λαὸς οὗτος λέγουσιν οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον κυρίου
Ούτω λέγει ο Κύριος των δυνάμεων, λέγων, Ο λαός ούτος λέγουσιν, Ο καιρός δεν ήλθεν, ο καιρός να οικοδομηθή ο οίκος του Κυρίου.
3 καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ Αγγαιου τοῦ προφήτου λέγων
Και έγεινε λόγος Κυρίου δι' Αγγαίου του προφήτου, λέγων,
4 εἰ καιρὸς ὑμῖν μέν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται
Είναι καιρός εις εσάς, να κατοικήτε σεις εν τοις φατνωτοίς οίκοις σας, ο δε οίκος ούτος να ήναι έρημος;
5 καὶ νῦν τάδε λέγει κύριος παντοκράτωρ τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν
Τώρα λοιπόν ούτω λέγει ο Κύριος των δυνάμεων, Συλλογίσθητε τας οδούς σας.
6 ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν ἐπίετε καὶ οὐκ εἰς μέθην περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον
Εσπείρατε πολύ και εισωδεύσατε ολίγον, τρώγετε και δεν χορταίνετε, πίνετε και δεν ευχαριστείσθε, ενδύεσθε και δεν θερμαίνεσθε, και ο μισθοδοτούμενος μισθοδοτείται διά βαλάντιον τετρυπημένον.
7 τάδε λέγει κύριος παντοκράτωρ θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν
Ούτω λέγει ο Κύριος των δυνάμεων, Συλλογίσθητε τας οδούς σας.
8 ἀνάβητε ἐπὶ τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι εἶπεν κύριος
Ανάβητε εις το όρος και φέρετε ξύλα και οικοδομήσατε τον οίκον, και θέλω ευαρεστηθή εις αυτόν και θέλω ενδοξασθή, λέγει Κύριος.
9 ἐπεβλέψατε εἰς πολλά καὶ ἐγένετο ὀλίγα καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά διὰ τοῦτο τάδε λέγει κύριος παντοκράτωρ ἀνθ’ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ
Επεβλέψατε εις πολύ, και ιδού, έγεινεν ολίγον· και εφέρατε τούτο εις τον οίκον και εγώ απεφύσησα αυτό. Διά τι; λέγει ο Κύριος των δυνάμεων. Εξ αιτίας του οίκου μου, όστις είναι έρημος, ενώ σεις τρέχετε έκαστος εις τον οίκον αυτού.
10 διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς
Διά τούτο ο ουρανός απέκλεισεν από σας την δρόσον αυτού και η γη απέκλεισε τον καρπόν αυτής,
11 καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν
και εκάλεσα ανομβρίαν επί την γην και επί τα όρη, επί τον σίτον και επί το γλεύκος και επί το έλαιον και εφ' όσα εκφέρει η γη, και επί τους ανθρώπους και επί τα κτήνη, και επί πάντας τους κόπους των χειρών αυτών.
12 καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ Ἰησοῦς ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Αγγαιου τοῦ προφήτου καθότι ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς αὐτῶν πρὸς αὐτούς καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου κυρίου
Και υπήκουσε Ζοροβάβελ ο υιός του Σαλαθιήλ και Ιησούς ο υιός του Ιωσεδέκ, ο ιερεύς ο μέγας, και παν το υπόλοιπον του λαού, εις την φωνήν Κυρίου του Θεού αυτών και εις τους λόγους Αγγαίου του προφήτου, καθώς απέστειλεν αυτόν Κύριος ο Θεός αυτών· και εφοβήθη ο λαός ενώπιον του Κυρίου.
13 καὶ εἶπεν Αγγαιος ὁ ἄγγελος κυρίου τῷ λαῷ ἐγώ εἰμι μεθ’ ὑμῶν λέγει κύριος
Και ελάλησεν Αγγαίος ο απεσταλμένος του Κυρίου κατά την αγγελίαν του Κυρίου προς τον λαόν, λέγων, Εγώ είμαι με σας, λέγει Κύριος.
14 καὶ ἐξήγειρεν κύριος τὸ πνεῦμα Ζοροβαβελ τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ιωσεδεκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ κυρίου παντοκράτορος θεοῦ αὐτῶν
Και διήγειρεν ο Κύριος το πνεύμα του Ζοροβάβελ υιού του Σαλαθιήλ, του διοικητού του Ιούδα, και το πνεύμα του Ιησού υιού του Ιωσεδέκ, του ιερέως του μεγάλου, και το πνεύμα παντός του υπολοίπου του λαού, και ήλθον και ειργάζοντο εν τω οίκω του Κυρίου των δυνάμεων, του Θεού αυτών,
15 τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως
εν τη εικοστή τετάρτη ημέρα του έκτου μηνός, εν τω δευτέρω έτει Δαρείου του βασιλέως.