< Ἀγγαῖος 2 >

1 τῷ ἑβδόμῳ μηνὶ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν κύριος ἐν χειρὶ Αγγαιου τοῦ προφήτου λέγων
In the seventh month, in the twenty-first day of the month, the word of the LORD came by Haggai the prophet, saying,
2 εἰπὸν δὴ πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ιωσεδεκ τὸν ἱερέα τὸν μέγαν καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων
"Speak now to Zerubbabel, the son of Shealtiel, governor of Judah, and to Joshua, the son of Jehozadak, the cohen hagadol, and to the remnant of the people, saying,
3 τίς ἐξ ὑμῶν ὃς εἶδεν τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν
'Who is left among you who saw this house in its former glory? How do you see it now? Isn't it in your eyes as nothing?
4 καὶ νῦν κατίσχυε Ζοροβαβελ λέγει κύριος καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ιωσεδεκ ὁ ἱερεὺς ὁ μέγας καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς λέγει κύριος καὶ ποιεῖτε διότι μεθ’ ὑμῶν ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ
Yet now be strong, Zerubbabel,' says the LORD. 'Be strong, Joshua, son of Jehozadak, the cohen hagadol. Be strong, all you people of the land,' says the LORD, 'and work, for I am with you,' says the LORD of hosts.
5 καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν θαρσεῖτε
This is the word that I covenanted with you when you came out of Egypt, and my Ruach lived among you. 'Do not be afraid.'
6 διότι τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν
For this is what the LORD of hosts says: 'Yet once more, it is a little while, and I will shake the heavens and the earth and the sea and the dry land;
7 καὶ συσσείσω πάντα τὰ ἔθνη καὶ ἥξει τὰ ἐκλεκτὰ πάντων τῶν ἐθνῶν καὶ πλήσω τὸν οἶκον τοῦτον δόξης λέγει κύριος παντοκράτωρ
and I will shake all nations, and they will come with the treasures of all nations, and I will fill this house with glory, says the LORD of hosts.
8 ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον λέγει κύριος παντοκράτωρ
The silver is mine, and the gold is mine,' says the LORD of hosts.
9 διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην λέγει κύριος παντοκράτωρ καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην λέγει κύριος παντοκράτωρ καὶ εἰρήνην ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον
'The latter glory of this house will be greater than the former,' says the LORD of hosts; 'and in this place will I give peace,' says the LORD of hosts."
10 τετράδι καὶ εἰκάδι τοῦ ἐνάτου μηνὸς ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Αγγαιον τὸν προφήτην λέγων
In the twenty-fourth day of the ninth month, in the second year of Daryavesh, the word of the LORD came by Haggai the prophet, saying,
11 τάδε λέγει κύριος παντοκράτωρ ἐπερώτησον τοὺς ἱερεῖς νόμον λέγων
"Thus says the LORD of hosts: Ask now the cohanim concerning the law, saying,
12 ἐὰν λάβῃ ἄνθρωπος κρέας ἅγιον ἐν τῷ ἄκρῳ τοῦ ἱματίου αὐτοῦ καὶ ἅψηται τὸ ἄκρον τοῦ ἱματίου αὐτοῦ ἄρτου ἢ ἑψέματος ἢ οἴνου ἢ ἐλαίου ἢ παντὸς βρώματος εἰ ἁγιασθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν οὔ
'If someone carries holy meat in the fold of his garment, and with his fold touches bread, stew, wine, oil, or any food, will it become holy?'" The cohanim answered, "No."
13 καὶ εἶπεν Αγγαιος ἐὰν ἅψηται μεμιαμμένος ἐπὶ ψυχῇ ἀπὸ παντὸς τούτων εἰ μιανθήσεται καὶ ἀπεκρίθησαν οἱ ἱερεῖς καὶ εἶπαν μιανθήσεται
Then Haggai said, "If one who is unclean by reason of a dead body touch any of these, will it be unclean?" The cohanim answered, "It will be unclean."
14 καὶ ἀπεκρίθη Αγγαιος καὶ εἶπεν οὕτως ὁ λαὸς οὗτος καὶ οὕτως τὸ ἔθνος τοῦτο ἐνώπιον ἐμοῦ λέγει κύριος καὶ οὕτως πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν καὶ ὃς ἐὰν ἐγγίσῃ ἐκεῖ μιανθήσεται ἕνεκεν τῶν λημμάτων αὐτῶν τῶν ὀρθρινῶν ὀδυνηθήσονται ἀπὸ προσώπου πόνων αὐτῶν καὶ ἐμισεῖτε ἐν πύλαις ἐλέγχοντας
Then Haggai answered, "'So is this people, and so is this nation before me,' says the LORD; 'and so is every work of their hands. That which they offer there is unclean.
15 καὶ νῦν θέσθε δὴ εἰς τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ὑπεράνω πρὸ τοῦ θεῖναι λίθον ἐπὶ λίθον ἐν τῷ ναῷ κυρίου
Now, please consider from this day and backward, before a stone was laid on a stone in the temple of the LORD.
16 τίνες ἦτε ὅτε ἐνεβάλλετε εἰς κυψέλην κριθῆς εἴκοσι σάτα καὶ ἐγένετο κριθῆς δέκα σάτα καὶ εἰσεπορεύεσθε εἰς τὸ ὑπολήνιον ἐξαντλῆσαι πεντήκοντα μετρητάς καὶ ἐγένοντο εἴκοσι
Through all that time, when one came to a heap of twenty measures, there were only ten. When one came to the wine vat to draw out fifty, there were only twenty.
17 ἐπάταξα ὑμᾶς ἐν ἀφορίᾳ καὶ ἐν ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν ὑμῶν καὶ οὐκ ἐπεστρέψατε πρός με λέγει κύριος
I struck you with blight, mildew, and hail in all the work of your hands; yet you did not turn to me,' says the LORD.
18 ὑποτάξατε δὴ τὰς καρδίας ὑμῶν ἀπὸ τῆς ἡμέρας ταύτης καὶ ἐπέκεινα ἀπὸ τῆς τετράδος καὶ εἰκάδος τοῦ ἐνάτου μηνὸς καὶ ἀπὸ τῆς ἡμέρας ἧς ἐθεμελιώθη ὁ ναὸς κυρίου θέσθε ἐν ταῖς καρδίαις ὑμῶν
'Consider, please, from this day and backward, from the twenty-fourth day of the ninth month, since the day that the foundation of the LORD's temple was laid, consider it.
19 εἰ ἔτι ἐπιγνωσθήσεται ἐπὶ τῆς ἅλω καὶ εἰ ἔτι ἡ ἄμπελος καὶ ἡ συκῆ καὶ ἡ ῥόα καὶ τὰ ξύλα τῆς ἐλαίας τὰ οὐ φέροντα καρπόν ἀπὸ τῆς ἡμέρας ταύτης εὐλογήσω
Is the seed yet in the barn? Yes, the vine, the fig tree, the pomegranate, and the olive tree haven't brought forth. From this day will I bless you.'"
20 καὶ ἐγένετο λόγος κυρίου ἐκ δευτέρου πρὸς Αγγαιον τὸν προφήτην τετράδι καὶ εἰκάδι τοῦ μηνὸς λέγων
The word of the LORD came the second time to Haggai in the twenty-fourth day of the month, saying,
21 εἰπὸν πρὸς Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ ἐκ φυλῆς Ιουδα λέγων ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηρὰν
"Speak to Zerubbabel, governor of Judah, saying, 'I will shake the heavens and the earth.
22 καὶ καταστρέψω θρόνους βασιλέων καὶ ὀλεθρεύσω δύναμιν βασιλέων τῶν ἐθνῶν καὶ καταστρέψω ἅρματα καὶ ἀναβάτας καὶ καταβήσονται ἵπποι καὶ ἀναβάται αὐτῶν ἕκαστος ἐν ῥομφαίᾳ πρὸς τὸν ἀδελφὸν αὐτοῦ
I will overthrow the throne of kingdoms. I will destroy the strength of the kingdoms of the nations. I will overthrow the chariots, and those who ride in them. The horses and their riders will come down, everyone by the sword of his brother.
23 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ τὸν δοῦλόν μου λέγει κύριος καὶ θήσομαί σε ὡς σφραγῖδα διότι σὲ ᾑρέτισα λέγει κύριος παντοκράτωρ
In that day, says the LORD of hosts, will I take you, Zerubbabel, my servant, the son of Shealtiel,' says the LORD, 'and will make you as a signet, for I have chosen you,' says the LORD of hosts."

< Ἀγγαῖος 2 >