< Ἀμβακούμ 3 >

1 προσευχὴ Αμβακουμ τοῦ προφήτου μετὰ ᾠδῆς
Προσευχή Αββακούμ του προφήτου επί Σιγιωνώθ.
2 κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ
Κύριε, ήκουσα την ακοήν σου και εφοβήθην· Κύριε, ζωοποίει το έργον σου εν μέσω των ετών· Εν μέσω των ετών γνωστοποίει, αυτό· εν τη οργή σου μνήσθητι ελέους.
3 ὁ θεὸς ἐκ Θαιμαν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος διάψαλμα ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ
Ο Θεός ήλθεν από Θαιμάν και ο Άγιος από του όρους Φαράν· Διάψαλμα. εκάλυψεν ουρανούς η δόξα αυτού, και της αινέσεως αυτού ήτο πλήρης η γή·
4 καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται κέρατα ἐν χερσὶν αὐτοῦ καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ
Και η λάμψις αυτού ήτο ως το φώς· ακτίνες εξήρχοντο εκ της χειρός αυτού, και εκεί ήτο ο κρυψών της ισχύος αυτού.
5 πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος καὶ ἐξελεύσεται ἐν πεδίλοις οἱ πόδες αὐτοῦ
Έμπροσθεν αυτού προεπορεύετο ο θάνατος, και αστραπαί εξήρχοντο υπό τους πόδας αυτού.
6 ἔστη καὶ ἐσαλεύθη ἡ γῆ ἐπέβλεψεν καὶ διετάκη ἔθνη διεθρύβη τὰ ὄρη βίᾳ ἐτάκησαν βουνοὶ αἰώνιοι
Εστάθη και διεμέτρησε την γήν· επέβλεψε και διέλυσε τα έθνη· και τα όρη τα αιώνια συνετρίβησαν, οι αιώνιοι βουνοί εταπεινώθησαν· αι οδοί αυτού είναι αιώνιοι.
7 πορείας αἰωνίας αὐτοῦ ἀντὶ κόπων εἶδον σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιαμ
Είδον τας σκηνάς της Αιθιοπίας εν θλίψει· ετρόμαξαν τα παραπετάσματα της γης Μαδιάμ.
8 μὴ ἐν ποταμοῖς ὠργίσθης κύριε ἢ ἐν ποταμοῖς ὁ θυμός σου ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία
Μήπως ωργίσθη ο Κύριος κατά των ποταμών; μήπως ήτο ο θυμός σου κατά των ποταμών; ή η οργή σου κατά της θαλάσσης, ώστε επέβης επί τους ίππους σου και επί τας αμάξας σου προς σωτηρίαν;
9 ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα λέγει κύριος διάψαλμα ποταμῶν ῥαγήσεται γῆ
Εσύρθη έξω το τόξον σου, καθώς μεθ' όρκου ανήγγειλας εις τας φυλάς. Διάψαλμα. Συ διέσχισας την γην εις ποταμούς.
10 ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί σκορπίζων ὕδατα πορείας αὐτοῦ ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς ὕψος φαντασίας αὐτῆς
Σε είδον τα όρη και ετρόμαξαν. Κατακλυσμός υδάτων επήλθεν· η άβυσσος ανέπεμψε την φωνήν αυτής, ανύψωσε τας χείρας αυτής.
11 ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου
Ο ήλιος και η σελήνη εστάθησαν εν τω κατοικητηρίω αυτών· εν τω φωτί των βελών σου περιεπάτουν, εν τη λάμψει της αστραπτούσης λόγχης σου.
12 ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν θυμῷ κατάξεις ἔθνη
Εν αγανακτήσει διήλθες την γην, εν θυμώ κατεπάτησας τα έθνη.
13 ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον ἐξήγειρας δεσμοὺς ἕως τραχήλου διάψαλμα
Εξήλθες εις σωτηρίαν του λαού σου, εις σωτηρίαν του χριστού σου· επάταξας τον αρχηγόν του οίκου των ασεβών, απεκάλυψας τα θεμέλια έως βάθους. Διάψαλμα.
14 διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν σεισθήσονται ἐν αὐτῇ διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσθων πτωχὸς λάθρᾳ
Διεπέρασας με τας λόγχας αυτού την κεφαλήν των στραταρχών αυτού· εφώρμησαν ως ανεμοστρόβιλος διά να μη διασκορπίσωσιν· η αγαλλίασις αυτών ήτο ως εάν έμελλον κρυφίως να καταφάγωσι τον πτωχόν.
15 καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδωρ πολύ
Διέβης διά της θαλάσσης μετά των ίππων σου, διά σωρών υδάτων πολλών.
16 ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου
Ήκουσα, και τα εντόσθιά μου συνεταράχθησαν· τα χείλη μου έτρεμον εις την φωνήν· η σαθρότης εισήλθεν εις τα οστά μου, και υποκάτω μου έλαβον τρόμον· πλην εν τη ημέρα της θλίψεως θέλω αναπαυθή, όταν αναβή κατά του λαού ο μέλλων να εκπορθήση αυτόν.
17 διότι συκῆ οὐ καρποφορήσει καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις ψεύσεται ἔργον ἐλαίας καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις
Αν και η συκή δεν θέλει βλαστήσει, μηδέ θέλει είσθαι καρπός εν ταις αμπέλοις· ο κόπος της ελαίας θέλει ματαιωθή, και οι αγροί δεν θέλουσι δώσει τροφήν· το ποίμνιον θέλει εξολοθρευθή από της μάνδρας, και δεν θέλουσιν είσθαι βόες εν τοις σταύλοις·
18 ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι χαρήσομαι ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου
Εγώ όμως θέλω ευφραίνεσθαι εις τον Κύριον, θέλω χαίρει εις τον Θεόν της σωτηρίας μου.
19 κύριος ὁ θεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ
Κύριος ο Θεός είναι η δύναμίς μου, και θέλει κάμει τους πόδας μου ως των ελάφων· και θέλει με κάμει να περιπατώ επί τους υψηλούς τόπους μου. Εις τον πρώτον μουσικόν επί Νεγινώθ.

< Ἀμβακούμ 3 >