< Ἀμβακούμ 3 >
1 προσευχὴ Αμβακουμ τοῦ προφήτου μετὰ ᾠδῆς
哈巴谷的禱詞。調寄「流離之歌。」
2 κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ
上主,我聽到了你的報道;上主,我見到你的作為;求你在歲月的過程中,彰顯你的作為,求你在歲月的過程中,宣佈出來! 但願你發怒時,也懷念仁慈。
3 ὁ θεὸς ἐκ Θαιμαν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος διάψαλμα ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ
天主自特曼而來,聖者由帕蘭山而至(休止);衪的威嚴遮蓋諸天,衪的榮耀充滿地。
4 καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται κέρατα ἐν χερσὶν αὐτοῦ καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ
衪的光輝明輝如日;衪手中射出的光芒,蘊藏著衪的威能。
5 πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος καὶ ἐξελεύσεται ἐν πεδίλοις οἱ πόδες αὐτοῦ
瘟疾在衪面前開路,熱症隨衪的足後。
6 ἔστη καὶ ἐσαλεύθη ἡ γῆ ἐπέβλεψεν καὶ διετάκη ἔθνη διεθρύβη τὰ ὄρη βίᾳ ἐτάκησαν βουνοὶ αἰώνιοι
衪一停立,大地就動搖;衪一注視,萬民就戰慄;太古的山嶽崩裂,久遠的丘陵沉沒;衪自永遠即在其上行走。
7 πορείας αἰωνίας αὐτοῦ ἀντὶ κόπων εἶδον σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιαμ
我曾見雇商的帳幕恐慌,米德揚的帳幕震勫。
8 μὴ ἐν ποταμοῖς ὠργίσθης κύριε ἢ ἐν ποταμοῖς ὁ θυμός σου ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου καὶ ἡ ἱππασία σου σωτηρία
上主! 當你騎著馬,乘著凱旋車時,是否是向河流發怒﹖或是向海洋洩憤﹖
9 ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα λέγει κύριος διάψαλμα ποταμῶν ῥαγήσεται γῆ
你抽出了你的弓弩,囊中裝滿了箭羽(休止);你劈地成河,
10 ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί σκορπίζων ὕδατα πορείας αὐτοῦ ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς ὕψος φαντασίας αὐτῆς
叢山見你而戰慄;驟雨由雲中降下,深潚發出巨響,太陽齔了昇起,
11 ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου
月亮停於居所:這是因了你放射箭羽的光芒,你槍矛閃爍的光亮。
12 ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν θυμῷ κατάξεις ἔθνη
你懷怒踏遍大地,含恨蹂躝了萬邦。
13 ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον ἐξήγειρας δεσμοὺς ἕως τραχήλου διάψαλμα
你出征是為了你的百姓,是為了你的受傅者;你折毀了惡人的屋頂,使屋基露出,直到磐石(休止)
14 διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν σεισθήσονται ἐν αὐτῇ διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσθων πτωχὸς λάθρᾳ
你用箭他戰士的頭,因為他們衝來要驅散我們,且高興的有如在暗中吞食貧民的人。
15 καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδωρ πολύ
你卻將他的戰馬投入深海,投入多水的沼澤中。
16 ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου
我一聽見,我的我的臟腑發抖;對此消息,我的口脣打顫;痲痺侵入 下骨骸,我的步伐在我下面已零亂。我在靜待那因難的日子,因為那日子必要臨於進攻我們的民族身上。
17 διότι συκῆ οὐ καρποφορήσει καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις ψεύσεται ἔργον ἐλαίας καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις
縱然無花果樹不發芽,葡萄樹不結實,橄欖樹一無所產,麥田不出產食糧,羊棧內沒有羊,牛欄中沒有牛,
18 ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι χαρήσομαι ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου
我仍然喜樂於上主,歡欣於我的救主天主。
19 κύριος ὁ θεὸς δύναμίς μου καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ
我主上主是我的力量,衪使我的腳有如鹿腳,引我在高處步行。──交於樂官,和以絃樂。