< Γένεσις 47 >

1 ἐλθὼν δὲ Ιωσηφ ἀπήγγειλεν τῷ Φαραω λέγων ὁ πατήρ μου καὶ οἱ ἀδελφοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλθον ἐκ γῆς Χανααν καὶ ἰδού εἰσιν ἐν γῇ Γεσεμ
Ελθών δε ο Ιωσήφ, απήγγειλε προς τον Φαραώ λέγων, Ο πατήρ μου και οι αδελφοί μου, και τα ποίμνια αυτών και αι αγέλαι αυτών και πάντα όσα έχουσιν, ήλθον εκ της γης Χαναάν· και ιδού, είναι εν τη γη Γεσέν.
2 ἀπὸ δὲ τῶν ἀδελφῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραω
Και παραλαβών εκ των αδελφών αυτού πέντε άνδρας, παρέστησεν αυτούς ενώπιον του Φαραώ.
3 καὶ εἶπεν Φαραω τοῖς ἀδελφοῖς Ιωσηφ τί τὸ ἔργον ὑμῶν οἱ δὲ εἶπαν τῷ Φαραω ποιμένες προβάτων οἱ παῖδές σου καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν
Και είπεν ο Φαραώ προς τους αδελφούς αυτού, Τι είναι το επιτήδευμά σας; οι δε είπον προς τον Φαραώ, Ποιμένες προβάτων είναι οι δούλοί σου και ημείς και οι πατέρες ημών.
4 εἶπαν δὲ τῷ Φαραω παροικεῖν ἐν τῇ γῇ ἥκαμεν οὐ γάρ ἐστιν νομὴ τοῖς κτήνεσιν τῶν παίδων σου ἐνίσχυσεν γὰρ ὁ λιμὸς ἐν γῇ Χανααν νῦν οὖν κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσεμ
Είπον έτι προς τον Φαραώ, Ήλθομεν διά να παροικήσωμεν εν τη γή· διότι δεν υπάρχει βοσκή διά τα ποίμνια των δούλων σου, επειδή επεβάρυνεν η πείνα εν τη γη Χαναάν· τώρα λοιπόν ας κατοικήσωσι, παρακαλούμεν, οι δούλοί σου εν τη γη Γεσέν.
5 εἶπεν δὲ Φαραω τῷ Ιωσφη κατοικείτωσαν ἐν γῇ Γεσεμ εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ιωσηφ Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἤκουσεν Φαραω βασιλεὺς Αἰγύπτου καὶ εἶπεν Φαραω πρὸς Ιωσηφ λέγων ὁ πατήρ σου καὶ οἱ ἀδελφοί σου ἥκασι πρὸς σέ
Και είπεν ο Φαραώ προς τον Ιωσήφ λέγων, Ο πατήρ σου και οι αδελφοί σου ήλθον προς σέ·
6 ἰδοὺ ἡ γῆ Αἰγύπτου ἐναντίον σού ἐστιν ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελφούς σου
η γη της Αιγύπτου είναι έμπροσθέν σου· εις το καλήτερον της γης κατοίκισον τον πατέρα σου και τους αδελφούς σου· ας κατοικήσωσιν εν τη γη Γεσέν· και εάν γνωρίζης ότι ευρίσκονται μεταξύ αυτών άνδρες άξιοι, κατάστησον αυτούς επιστάτας επί των ποιμνίων μου.
7 εἰσήγαγεν δὲ Ιωσηφ Ιακωβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραω καὶ εὐλόγησεν Ιακωβ τὸν Φαραω
Εισήγαγε δε ο Ιωσήφ Ιακώβ τον πατέρα αυτού και παρέστησεν αυτόν ενώπιον του Φαραώ· και ευλόγησεν ο Ιακώβ τον Φαραώ.
8 εἶπεν δὲ Φαραω τῷ Ιακωβ πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου
Και είπεν ο Φαραώ προς τον Ιακώβ, Ως πόσαι είναι αι ημέραι των ετών της ζωής σου;
9 καὶ εἶπεν Ιακωβ τῷ Φαραω αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ ἑκατὸν τριάκοντα ἔτη μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου ἃς ἡμέρας παρῴκησαν
Και ο Ιακώβ είπε προς τον Φαραώ, Αι ημέραι των ετών της παροικίας μου είναι εκατόν τριάκοντα έτη· ολίγαι και κακαί υπήρξαν αι ημέραι των ετών της ζωής μου και δεν έφθασαν εις τας ημέρας των ετών της ζωής των πατέρων μου εν ταις ημέραις της παροικίας αυτών.
10 καὶ εὐλογήσας Ιακωβ τὸν Φαραω ἐξῆλθεν ἀπ’ αὐτοῦ
Και ευλόγησεν ο Ιακώβ τον Φαραώ και εξήλθεν απ' έμπροσθεν του Φαραώ.
11 καὶ κατῴκισεν Ιωσηφ τὸν πατέρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτου ἐν τῇ βελτίστῃ γῇ ἐν γῇ Ραμεσση καθὰ προσέταξεν Φαραω
Και κατώκισεν ο Ιωσήφ τον πατέρα αυτού και τους αδελφούς αυτού, και έδωκεν εις αυτούς ιδιοκτησίαν εν τη γη της Αιγύπτου, εις το καλήτερον της γης, εν τη γη Ραμεσσή, καθώς προσέταξεν ο Φαραώ.
12 καὶ ἐσιτομέτρει Ιωσηφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα
Και έτρεφεν ο Ιωσήφ τον πατέρα αυτού και τους αδελφούς αυτού και πάντα τον οίκον του πατρός αυτού με άρτον, κατά τας οικογενείας αυτών.
13 σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα ἐξέλιπεν δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χανααν ἀπὸ τοῦ λιμοῦ
Και άρτος δεν ήτο καθ' όλην την γήν· διότι η πείνα ήτο βαρεία σφόδρα, ώστε η γη της Αιγύπτου και η γη της Χαναάν απέκαμον υπό της πείνης.
14 συνήγαγεν δὲ Ιωσηφ πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χανααν τοῦ σίτου οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς καὶ εἰσήνεγκεν Ιωσηφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραω
Και συνήγαγεν ο Ιωσήφ άπαν το αργύριον, το ευρισκόμενον εν τη γη της Αιγύπτου και εν τη γη Χαναάν, διά τον σίτον τον οποίον ηγόραζον· και έφερεν ο Ιωσήφ το αργύριον εις τον οίκον του Φαραώ.
15 καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χανααν ἦλθον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ιωσηφ λέγοντες δὸς ἡμῖν ἄρτους καὶ ἵνα τί ἀποθνῄσκομεν ἐναντίον σου ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν
Και αφού εξέλιπε το αργύριον εκ της γης Αιγύπτου και εκ της γης Χαναάν, ήλθον πάντες οι Αιγύπτιοι προς τον Ιωσήφ, λέγοντες, Δος άρτον εις ημάς· επειδή διά τι να αποθάνωμεν έμπροσθέν σου; διότι εξέλιπε το αργύριον.
16 εἶπεν δὲ αὐτοῖς Ιωσηφ φέρετε τὰ κτήνη ὑμῶν καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν εἰ ἐκλέλοιπεν τὸ ἀργύριον
Είπε δε ο Ιωσήφ, Φέρετε τα κτήνη σας και θέλω σας δώσει άρτον αντί των κτηνών σας, εάν εξέλιπε το αργύριον.
17 ἤγαγον δὲ τὰ κτήνη πρὸς Ιωσηφ καὶ ἔδωκεν αὐτοῖς Ιωσηφ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέθρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ
Και έφεραν τα κτήνη αυτών προς τον Ιωσήφ και έδωκεν εις αυτούς ο Ιωσήφ άρτον αντί των ίππων και αντί των προβάτων και αντί των βοών και αντί των όνων· και έθρεψεν αυτούς με άρτον εν τω ενιαυτώ εκείνω αντί πάντων των κτηνών αυτών.
18 ἐξῆλθεν δὲ τὸ ἔτος ἐκεῖνο καὶ ἦλθον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ’ ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν
Αφού δε ετελείωσεν ο ενιαυτός εκείνος, ήλθον προς αυτόν το δεύτερον έτος και είπον προς αυτόν, δεν θέλομεν κρύψει από του κυρίου ημών ότι εξέλιπε το αργύριον· και τα κτήνη έγειναν του κυρίου ημών· δεν έμεινεν άλλο έμπροσθεν του κυρίου ημών, ειμή τα σώματα ημών και η γη ημών·
19 ἵνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου καὶ ἡ γῆ ἐρημωθῇ κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων καὶ ἐσόμεθα ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες Φαραω δὸς σπέρμα ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται
διά τι να απολεσθώμεν ενώπιόν σου και ημείς και η γη ημών; αγόρασον ημάς και την γην ημών διά άρτον· και θέλομεν είσθαι ημείς και η γη ημών δούλοι εις τον Φαραώ· και δος εις ημάς σπόρον, διά να ζήσωμεν και να μη αποθάνωμεν και η γη να μη ερημωθή.
20 καὶ ἐκτήσατο Ιωσηφ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραω ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραω ἐπεκράτησεν γὰρ αὐτῶν ὁ λιμός καὶ ἐγένετο ἡ γῆ Φαραω
Και ηγόρασεν ο Ιωσήφ πάσαν την γην Αιγύπτου διά τον Φαραώ· διότι οι Αιγύπτιοι επώλησαν έκαστος τον αγρόν αυτού, επειδή η πείνα υπερεβάρυνεν επ' αυτούς· ούτως η γη έγεινε του Φαραώ·
21 καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ’ ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων
τον δε λαόν μετετόπισεν αυτόν εις πόλεις, απ' άκρου των ορίων της Αιγύπτου έως άκρου αυτής·
22 χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἐκτήσατο ταύτην Ιωσηφ ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν Φαραω καὶ ἤσθιον τὴν δόσιν ἣν ἔδωκεν αὐτοῖς Φαραω διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν
μόνον την γην των ιερέων δεν ηγόρασε· διότι οι ιερείς είχον μερίδιον προσδιωρισμένον υπό του Φαραώ· και έτρωγον το μερίδιον αυτών, το οποίον έδωκεν εις αυτούς ο Φαραώ· διά τούτο δεν επώλησαν την γην αυτών.
23 εἶπεν δὲ Ιωσηφ πᾶσι τοῖς Αἰγυπτίοις ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραω λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν
Τότε είπεν ο Ιωσήφ προς τον λαόν, Ιδού, ηγόρασα εσάς και την γην σας σήμερον εις τον Φαραώ· ιδού, λάβετε σπόρον και σπείρατε την γήν·
24 καὶ ἔσται τὰ γενήματα αὐτῆς δώσετε τὸ πέμπτον μέρος τῷ Φαραω τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσιν τοῖς ἐν τοῖς οἴκοις ὑμῶν
και εν τω καιρώ των γεννημάτων, θέλετε δώσει το πέμπτον εις τον Φαραώ· τα δε τέσσαρα μέρη θέλουσιν είσθαι εις εσάς διά σπόρον των αγρών και διά τροφήν σας και διά τους όντας εν τοις οίκοις υμών και διά τροφήν των παιδίων υμών.
25 καὶ εἶπαν σέσωκας ἡμᾶς εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεθα παῖδες Φαραω
Οι δε είπον, συ έσωσας την ζωήν ημών· ας εύρωμεν χάριν έμπροσθεν του κυρίου ημών και θέλομεν είσθαι δούλοι του Φαραώ.
26 καὶ ἔθετο αὐτοῖς Ιωσηφ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν Αἰγύπτου τῷ Φαραω ἀποπεμπτοῦν χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον οὐκ ἦν τῷ Φαραω
Και έθεσεν ο Ιωσήφ τούτο νόμον εν τη γη της Αιγύπτου μέχρι της σήμερον, να δίδεται το πέμπτον εις τον Φαραώ· εκτός της γης των ιερέων μόνον, ήτις δεν έγεινε του Φαραώ.
27 κατῴκησεν δὲ Ισραηλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ τῆς γῆς Γεσεμ καὶ ἐκληρονόμησαν ἐπ’ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα
Κατώκησε δε ο Ισραήλ εν τη γη της Αιγύπτου, εν τη γη Γεσέν· και απέκτησαν εν αυτή κτήματα, και ηυξήνθησαν και επληθύνθησαν σφόδρα.
28 ἐπέζησεν δὲ Ιακωβ ἐν γῇ Αἰγύπτῳ δέκα ἑπτὰ ἔτη ἐγένοντο δὲ αἱ ἡμέραι Ιακωβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη
Επέζησε δε ο Ιακώβ εν τη γη της Αιγύπτου δεκαεπτά έτη· και έγειναν αι ημέραι των ετών της ζωής του Ιακώβ εκατόν τεσσαράκοντα επτά έτη.
29 ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ τοῦ ἀποθανεῖν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ιωσηφ καὶ εἶπεν αὐτῷ εἰ εὕρηκα χάριν ἐναντίον σου ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ’ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ
Και επλησίασαν αι ημέραι του Ισραήλ διά να αποθάνη· και καλέσας τον υιόν αυτού τον Ιωσήφ, είπε προς αυτόν, Εάν εύρηκα τώρα χάριν έμπροσθέν σου, βάλε, παρακαλώ, την χείρα σου υπό τον μηρόν μου, και κάμε εις εμέ έλεος και αλήθειαν· μη με θάψης, παρακαλώ, εν τη Αιγύπτω·
30 ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν ὁ δὲ εἶπεν ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου
αλλά θέλω κοιμηθή μετά των πατέρων μου και θέλεις με μετακομίσει εκ της Αιγύπτου και θέλεις με θάψει εν τω τάφω αυτών. Ο δε είπεν, Εγώ θέλω κάμει κατά τον λόγον σου.
31 εἶπεν δέ ὄμοσόν μοι καὶ ὤμοσεν αὐτῷ καὶ προσεκύνησεν Ισραηλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ
Ο δε είπεν, Ομοσόν μοι και ώμοσεν εις αυτόν. Και προσεκύνησεν ο Ισραήλ επί το άκρον της ράβδου αυτού.

< Γένεσις 47 >