< Γένεσις 42 >

1 ἰδὼν δὲ Ιακωβ ὅτι ἔστιν πρᾶσις ἐν Αἰγύπτῳ εἶπεν τοῖς υἱοῖς αὐτοῦ ἵνα τί ῥᾳθυμεῖτε
و اما یعقوب چون دید که غله درمصر است، پس یعقوب به پسران خودگفت: «چرا به یکدیگر می‌نگرید؟»۱
2 ἰδοὺ ἀκήκοα ὅτι ἔστιν σῖτος ἐν Αἰγύπτῳ κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν
و گفت: «اینک شنیده‌ام که غله در مصر است، بدانجابروید و برای ما از آنجا بخرید، تا زیست کنیم ونمیریم.»۲
3 κατέβησαν δὲ οἱ ἀδελφοὶ Ιωσηφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου
پس ده برادر یوسف برای خریدن غله به مصر فرود آمدند.۳
4 τὸν δὲ Βενιαμιν τὸν ἀδελφὸν Ιωσηφ οὐκ ἀπέστειλεν μετὰ τῶν ἀδελφῶν αὐτοῦ εἶπεν γάρ μήποτε συμβῇ αὐτῷ μαλακία
و اما بنیامین، برادر یوسف رایعقوب با برادرانش نفرستاد، زیرا گفت مبادازیانی بدو رسد.۴
5 ἦλθον δὲ οἱ υἱοὶ Ισραηλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χανααν
پس بنی‌اسرائیل در میان آنانی که می‌آمدند، به جهت خرید آمدند، زیرا که قحطدر زمین کنعان بود.۵
6 Ιωσηφ δὲ ἦν ἄρχων τῆς γῆς οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ιωσηφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν
و یوسف حاکم ولایت بود، و خود به همه اهل زمین غله می‌فروخت. و برادران یوسف آمده، رو به زمین نهاده، او را سجده کردند.۶
7 ἰδὼν δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ’ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς πόθεν ἥκατε οἱ δὲ εἶπαν ἐκ γῆς Χανααν ἀγοράσαι βρώματα
چون یوسف برادران خود را دید، ایشان را بشناخت، وخود را بدیشان بیگانه نموده، آنها را به درشتی، سخن گفت و از ایشان پرسید: «از کجا آمده‌اید؟» گفتند: «از زمین کنعان تا خوراک بخریم.»۷
8 ἐπέγνω δὲ Ιωσηφ τοὺς ἀδελφοὺς αὐτοῦ αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν
و یوسف برادران خود را شناخت، لیکن ایشان او را نشناختند.۸
9 καὶ ἐμνήσθη Ιωσηφ τῶν ἐνυπνίων ὧν εἶδεν αὐτός καὶ εἶπεν αὐτοῖς κατάσκοποί ἐστε κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε
و یوسف خوابها را که درباره ایشان دیده بود، بیاد آورد. پس بدیشان گفت: «شما جاسوسانید، و به جهت دیدن عریانی زمین آمده‌اید.»۹
10 οἱ δὲ εἶπαν οὐχί κύριε οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα
بدو گفتند: «نه، یا سیدی! بلکه غلامانت به جهت خریدن خوراک آمده‌اند.۱۰
11 πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου εἰρηνικοί ἐσμεν οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι
ماهمه پسران یک شخص هستیم. ما مردمان صادقیم؛ غلامانت، جاسوس نیستند.»۱۱
12 εἶπεν δὲ αὐτοῖς οὐχί ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθατε ἰδεῖν
بدیشان گفت: «نه، بلکه به جهت دیدن عریانی زمین آمده‌اید.»۱۲
13 οἱ δὲ εἶπαν δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοὶ ἐν γῇ Χανααν καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ὁ δὲ ἕτερος οὐχ ὑπάρχει
گفتند: «غلامانت دوازده برادرند، پسران یک مرد در زمین کنعان. و اینک کوچکتر، امروز نزد پدر ماست، و یکی نایاب شده است.»۱۳
14 εἶπεν δὲ αὐτοῖς Ιωσηφ τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν λέγων ὅτι κατάσκοποί ἐστε
یوسف بدیشان گفت: «همین است آنچه به شما گفتم که جاسوسانید!۱۴
15 ἐν τούτῳ φανεῖσθε νὴ τὴν ὑγίειαν Φαραω οὐ μὴ ἐξέλθητε ἐντεῦθεν ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε
بدینطور آزموده می‌شوید: به حیات فرعون از اینجا بیرون نخواهید رفت، جز اینکه برادر کهتر شما در اینجابیاید.۱۵
16 ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ῥήματα ὑμῶν εἰ ἀληθεύετε ἢ οὔ εἰ δὲ μή νὴ τὴν ὑγίειαν Φαραω ἦ μὴν κατάσκοποί ἐστε
یک نفر از خودتان بفرستید، تا برادر شمارا بیاورد، و شما اسیر بمانید تا سخن شما آزموده شود که صدق با شماست یا نه، والا به حیات فرعون جاسوسانید!»۱۶
17 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς
پس ایشان را با هم سه روز در زندان انداخت.۱۷
18 εἶπεν δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ τοῦτο ποιήσατε καὶ ζήσεσθε τὸν θεὸν γὰρ ἐγὼ φοβοῦμαι
و روز سوم یوسف بدیشان گفت: «این رابکنید و زنده باشید، زیرا من از خدا می‌ترسم:۱۸
19 εἰ εἰρηνικοί ἐστε ἀδελφὸς ὑμῶν εἷς κατασχεθήτω ἐν τῇ φυλακῇ αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν
هر گاه شما صادق هستید، یک برادر از شما درزندان شما اسیر باشد، و شما رفته، غله برای گرسنگی خانه های خود ببرید.۱۹
20 καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με καὶ πιστευθήσονται τὰ ῥήματα ὑμῶν εἰ δὲ μή ἀποθανεῖσθε ἐποίησαν δὲ οὕτως
و برادر کوچک خود را نزد من آرید، تا سخنان شما تصدیق شودو نمیرید.» پس چنین کردند.۲۰
21 καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ ναί ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ ὅτε κατεδέετο ἡμῶν καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ ἕνεκεν τούτου ἐπῆλθεν ἐφ’ ἡμᾶς ἡ θλῖψις αὕτη
و به یکدیگر گفتند: «هر آینه به برادر خودخطا کردیم، زیرا تنگی جان او را دیدیم وقتی که به ما استغاثه می‌کرد، و نشنیدیم. از این‌رو این تنگی بر ما رسید.»۲۱
22 ἀποκριθεὶς δὲ Ρουβην εἶπεν αὐτοῖς οὐκ ἐλάλησα ὑμῖν λέγων μὴ ἀδικήσητε τὸ παιδάριον καὶ οὐκ εἰσηκούσατέ μου καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται
و روبین در جواب ایشان گفت: «آیا به شما نگفتم که به پسر خطا مورزید؟۲۲
23 αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει Ιωσηφ ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν
و ایشان ندانستند که یوسف می‌فهمد، زیرا که ترجمانی در میان ایشان بود.۲۳
24 ἀποστραφεὶς δὲ ἀπ’ αὐτῶν ἔκλαυσεν Ιωσηφ καὶ πάλιν προσῆλθεν πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς καὶ ἔλαβεν τὸν Συμεων ἀπ’ αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν
پس از ایشان کناره جسته، بگریست و نزدایشان برگشته، با ایشان گفتگو کرد، و شمعون را ازمیان ایشان گرفته، او را روبروی ایشان دربند نهاد.۲۴
25 ἐνετείλατο δὲ Ιωσηφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστου εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν καὶ ἐγενήθη αὐτοῖς οὕτως
و یوسف فرمود تا جوالهای ایشان را از غله پر سازند، و نقد ایشان را در عدل هر کس نهند، وزاد سفر بدیشان دهند، و به ایشان چنین کردند.۲۵
26 καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν
پس غله را بر حماران خود بار کرده، از آنجاروانه شدند.۲۶
27 λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ οὗ κατέλυσαν εἶδεν τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου
و چون یکی، عدل خود را در منزل باز کرد، تا خوراک به الاغ دهد، نقد خود را دید که اینک در دهن عدل او بود.۲۷
28 καὶ εἶπεν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπεδόθη μοι τὸ ἀργύριον καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου καὶ ἐξέστη ἡ καρδία αὐτῶν καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες τί τοῦτο ἐποίησεν ὁ θεὸς ἡμῖν
و به برادران خود گفت: «نقد من رد شده است، و اینک در عدل من است. آنگاه دل ایشان طپیدن گرفت، و به یکدیگر لرزان شده، گفتند: «این چیست که خدا به ما کرده است.»۲۸
29 ἦλθον δὲ πρὸς Ιακωβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χανααν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς λέγοντες
پس نزد پدر خود، یعقوب، به زمین کنعان آمدند، و از آنچه بدیشان واقع شده بود، خبرداده، گفتند:۲۹
30 λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν
«آن مرد که حاکم زمین است، با مابه سختی سخن گفت، و ما را جاسوسان زمین پنداشت.۳۰
31 εἴπαμεν δὲ αὐτῷ εἰρηνικοί ἐσμεν οὔκ ἐσμεν κατάσκοποι
و بدو گفتیم ما صادقیم و جاسوس نی.۳۱
32 δώδεκα ἀδελφοί ἐσμεν υἱοὶ τοῦ πατρὸς ἡμῶν ὁ εἷς οὐχ ὑπάρχει ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χανααν
ما دوازده برادر، پسران پدر خود هستیم، یکی نایاب شده است، و کوچکتر، امروز نزد پدرما در زمین کنعان می‌باشد.۳۲
33 εἶπεν δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ’ ἐμοῦ τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε
و آن مرد که حاکم زمین است، به ما گفت: از این خواهم فهمید که شما راستگو هستید که یکی از برادران خود را نزدمن گذارید، و برای گرسنگی خانه های خودگرفته، بروید.۳۳
34 καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε ἀλλ’ ὅτι εἰρηνικοί ἐστε καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν καὶ τῇ γῇ ἐμπορεύεσθε
و برادر کوچک خود را نزد من آرید، و خواهم یافت که شما جاسوس نیستیدبلکه صادق. آنگاه برادر شما را به شما رد کنم، ودر زمین داد و ستد نمایید.»۳۴
35 ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν καὶ ἐφοβήθησαν
و واقع شد که چون عدلهای خود را خالی می‌کردند، اینک کیسه پول هر کس در عدلش بود. و چون ایشان و پدرشان، کیسه های پول را دیدند، بترسیدند.۳۵
36 εἶπεν δὲ αὐτοῖς Ιακωβ ὁ πατὴρ αὐτῶν ἐμὲ ἠτεκνώσατε Ιωσηφ οὐκ ἔστιν Συμεων οὐκ ἔστιν καὶ τὸν Βενιαμιν λήμψεσθε ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα
و پدر ایشان، یعقوب، بدیشان گفت: «مرا بی‌اولاد ساختید، یوسف نیست و شمعون نیست و بنیامین را می‌خواهید ببرید. این همه برمن است؟»۳۶
37 εἶπεν δὲ Ρουβην τῷ πατρὶ αὐτοῦ λέγων τοὺς δύο υἱούς μου ἀπόκτεινον ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ δὸς αὐτὸν εἰς τὴν χεῖρά μου κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ
روبین به پدر خود عرض کرده، گفت: «هر دو پسر مرا بکش، اگر او را نزد تو بازنیاورم. او را به‌دست من بسپار، و من او را نزد توباز خواهم آورد.»۳۷
38 ὁ δὲ εἶπεν οὐ καταβήσεται ὁ υἱός μου μεθ’ ὑμῶν ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν καὶ αὐτὸς μόνος καταλέλειπται καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ ᾗ ἂν πορεύησθε καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου (Sheol h7585)
گفت: «پسرم با شما نخواهد آمد زیرا که برادرش مرده است، و او تنها باقی است. و هر گاه در راهی که می‌روید زیانی بدو رسد، همانامویهای سفید مرا با حزن به گور فرود خواهیدبرد.» (Sheol h7585)۳۸

< Γένεσις 42 >