< Γένεσις 40 >

1 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου
It happened after these things that the cupbearer of the king of Egypt and his baker offended their lord, the king of Egypt.
2 καὶ ὠργίσθη Φαραω ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ
Pharaoh was angry with his two officers, the chief cupbearer and the chief baker.
3 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ δεσμοφύλακι εἰς τὸ δεσμωτήριον εἰς τὸν τόπον οὗ Ιωσηφ ἀπῆκτο ἐκεῖ
So he put them in custody in the house of the captain of the guard, in the prison, the place where Joseph was confined.
4 καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ Ιωσηφ αὐτούς καὶ παρέστη αὐτοῖς ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ
The captain of the guard assigned them to Joseph, and he attended them. They stayed in prison for some time.
5 καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἑκάτερος ἐνύπνιον ἐν μιᾷ νυκτὶ ὅρασις τοῦ ἐνυπνίου αὐτοῦ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ
And the cupbearer and the baker for the king of Egypt, who were confined in jail, both had a dream the same night, and each dream had its own meaning.
6 εἰσῆλθεν δὲ πρὸς αὐτοὺς Ιωσηφ τὸ πρωὶ καὶ εἶδεν αὐτούς καὶ ἦσαν τεταραγμένοι
Joseph met them in the morning and looked at them and saw that they were sad.
7 καὶ ἠρώτα τοὺς εὐνούχους Φαραω οἳ ἦσαν μετ’ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ λέγων τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον
He asked Pharaoh's officers who were with him in custody in his master's house, saying, "Why do you look so sad today?"
8 οἱ δὲ εἶπαν αὐτῷ ἐνύπνιον εἴδομεν καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό εἶπεν δὲ αὐτοῖς Ιωσηφ οὐχὶ διὰ τοῦ θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν διηγήσασθε οὖν μοι
They said to him, "We both had dreams, but there is no one who can interpret it." Joseph said to them, "Do not interpretations belong to God? Please tell it to me."
9 καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ Ιωσηφ καὶ εἶπεν ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου
The chief cupbearer told his dream to Joseph, and said to him, "In my dream, look, a vine was in front of me,
10 ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς πέπειροι οἱ βότρυες σταφυλῆς
and in the vine were three branches. When it budded, its blossoms opened, and its clusters ripened into grapes.
11 καὶ τὸ ποτήριον Φαραω ἐν τῇ χειρί μου καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραω
Pharaoh's cup was in my hand, and I took the grapes and squeezed them into Pharaoh's cup, and I placed the cup into Pharaoh's hand."
12 καὶ εἶπεν αὐτῷ Ιωσηφ τοῦτο ἡ σύγκρισις αὐτοῦ οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν
Then Joseph said to him, "This is its interpretation: the three branches are three days.
13 ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραω τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοΐαν σου καὶ δώσεις τὸ ποτήριον Φαραω εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν ὡς ἦσθα οἰνοχοῶν
Within three days Pharaoh will lift up your head and restore you to your office. You will put Pharaoh's cup into his hand as you used to when you were his cupbearer.
14 ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ ὅταν εὖ σοι γένηται καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσῃ περὶ ἐμοῦ Φαραω καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου
But remember me when it goes well for you, and please do me the kindness to mention me to Pharaoh and get me out of this prison.
15 ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Εβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν ἀλλ’ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον
For indeed, I was kidnapped from the land of the Hebrews, and even here I have done nothing that they should have put me into the pit."
16 καὶ εἶδεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκρινεν καὶ εἶπεν τῷ Ιωσηφ κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου
When the chief baker saw that the interpretation was favorable, he said to Joseph, "I also appeared in my dream, and look, three baskets of white bread were on my head.
17 ἐν δὲ τῷ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν ὧν ὁ βασιλεὺς Φαραω ἐσθίει ἔργον σιτοποιοῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου
In the top basket there was all kinds of baked goods for Pharaoh, but the birds were eating them out of the basket on my head."
18 ἀποκριθεὶς δὲ Ιωσηφ εἶπεν αὐτῷ αὕτη ἡ σύγκρισις αὐτοῦ τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν
Joseph answered, "This is its interpretation: the three baskets are three days.
19 ἔτι τριῶν ἡμερῶν ἀφελεῖ Φαραω τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ κρεμάσει σε ἐπὶ ξύλου καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ
Within three days Pharaoh will lift up your head from off you, and impale you on a pole, and the birds will eat your flesh off you."
20 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἡμέρα γενέσεως ἦν Φαραω καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου καὶ τῆς ἀρχῆς τοῦ ἀρχισιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ
And it happened on the third day, which was Pharaoh's birthday, that he gave a feast for all his servants, and he lifted up the head of the chief cupbearer and the head of the chief baker among his servants.
21 καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ καὶ ἔδωκεν τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραω
He restored the chief cupbearer to his position again, and he placed the cup into Pharaoh's hand;
22 τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν καθὰ συνέκρινεν αὐτοῖς Ιωσηφ
but he hanged the chief baker, as Joseph had interpreted to them.
23 οὐκ ἐμνήσθη δὲ ὁ ἀρχιοινοχόος τοῦ Ιωσηφ ἀλλὰ ἐπελάθετο αὐτοῦ
But the chief cupbearer did not remember Joseph, but forgot him.

< Γένεσις 40 >