< Γένεσις 36 >
1 αὗται δὲ αἱ γενέσεις Ησαυ αὐτός ἐστιν Εδωμ
エサウ、すなわちエドムの系図は次のとおりである。
2 Ησαυ δὲ ἔλαβεν γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων τὴν Αδα θυγατέρα Αιλων τοῦ Χετταίου καὶ τὴν Ελιβεμα θυγατέρα Ανα τοῦ υἱοῦ Σεβεγων τοῦ Ευαίου
エサウはカナンの娘たちのうちから妻をめとった。すなわちヘテびとエロンの娘アダと、ヒビびとヂベオンの子アナの娘アホリバマとである。
3 καὶ τὴν Βασεμμαθ θυγατέρα Ισμαηλ ἀδελφὴν Ναβαιωθ
また、イシマエルの娘ネバヨテの妹バスマテをめとった。
4 ἔτεκεν δὲ Αδα τῷ Ησαυ τὸν Ελιφας καὶ Βασεμμαθ ἔτεκεν τὸν Ραγουηλ
アダはエリパズをエサウに産み、バスマテはリウエルを産み、
5 καὶ Ελιβεμα ἔτεκεν τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε οὗτοι υἱοὶ Ησαυ οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χανααν
アホリバマはエウシ、ヤラム、コラを産んだ。これらはエサウの子であって、カナンの地で彼に生れた者である。
6 ἔλαβεν δὲ Ησαυ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ ὅσα περιεποιήσατο ἐν γῇ Χανααν καὶ ἐπορεύθη ἐκ γῆς Χανααν ἀπὸ προσώπου Ιακωβ τοῦ ἀδελφοῦ αὐτοῦ
エサウは妻と子と娘と家のすべての人、家畜とすべての獣、またカナンの地で獲たすべての財産を携え、兄弟ヤコブを離れてほかの地へ行った。
7 ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα καὶ οὐκ ἐδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν
彼らの財産が多くて、一緒にいることができなかったからである。すなわち彼らが寄留した地は彼らの家畜のゆえに、彼らをささえることができなかったのである。
8 ᾤκησεν δὲ Ησαυ ἐν τῷ ὄρει Σηιρ Ησαυ αὐτός ἐστιν Εδωμ
こうしてエサウはセイルの山地に住んだ。エサウはすなわちエドムである。
9 αὗται δὲ αἱ γενέσεις Ησαυ πατρὸς Εδωμ ἐν τῷ ὄρει Σηιρ
セイルの山地におったエドムびとの先祖エサウの系図は次のとおりである。
10 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ησαυ Ελιφας υἱὸς Αδας γυναικὸς Ησαυ καὶ Ραγουηλ υἱὸς Βασεμμαθ γυναικὸς Ησαυ
エサウの子らの名は次のとおりである。すなわちエサウの妻アダの子はエリパズ。エサウの妻バスマテの子はリウエル。
11 ἐγένοντο δὲ υἱοὶ Ελιφας Θαιμαν Ωμαρ Σωφαρ Γοθομ καὶ Κενεζ
エリパズの子らはテマン、オマル、ゼポ、ガタム、ケナズである。
12 Θαμνα δὲ ἦν παλλακὴ Ελιφας τοῦ υἱοῦ Ησαυ καὶ ἔτεκεν τῷ Ελιφας τὸν Αμαληκ οὗτοι υἱοὶ Αδας γυναικὸς Ησαυ
テムナはエサウの子エリパズのそばめで、アマレクをエリパズに産んだ。これらはエサウの妻アダの子らである。
13 οὗτοι δὲ υἱοὶ Ραγουηλ Ναχοθ Ζαρε Σομε καὶ Μοζε οὗτοι ἦσαν υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
リウエルの子らは次のとおりである。すなわちナハテ、ゼラ、シャンマ、ミザであって、これらはエサウの妻バスマテの子らである。
14 οὗτοι δὲ ἦσαν υἱοὶ Ελιβεμας θυγατρὸς Ανα τοῦ υἱοῦ Σεβεγων γυναικὸς Ησαυ ἔτεκεν δὲ τῷ Ησαυ τὸν Ιεους καὶ τὸν Ιεγλομ καὶ τὸν Κορε
ヂベオンの子アナの娘で、エサウの妻アホリバマの子らは次のとおりである。すなわち彼女はエウシ、ヤラム、コラをエサウに産んだ。
15 οὗτοι ἡγεμόνες υἱοὶ Ησαυ υἱοὶ Ελιφας πρωτοτόκου Ησαυ ἡγεμὼν Θαιμαν ἡγεμὼν Ωμαρ ἡγεμὼν Σωφαρ ἡγεμὼν Κενεζ
エサウの子らの中で、族長たる者は次のとおりである。すなわちエサウの長子エリパズの子らはテマンの族長、オマルの族長、ゼポの族長、ケナズの族長、
16 ἡγεμὼν Κορε ἡγεμὼν Γοθομ ἡγεμὼν Αμαληκ οὗτοι ἡγεμόνες Ελιφας ἐν γῇ Ιδουμαίᾳ οὗτοι υἱοὶ Αδας
コラの族長、ガタムの族長、アマレクの族長である。これらはエリパズから出た族長で、エドムの地におった。これらはアダの子らである。
17 καὶ οὗτοι υἱοὶ Ραγουηλ υἱοῦ Ησαυ ἡγεμὼν Ναχοθ ἡγεμὼν Ζαρε ἡγεμὼν Σομε ἡγεμὼν Μοζε οὗτοι ἡγεμόνες Ραγουηλ ἐν γῇ Εδωμ οὗτοι υἱοὶ Βασεμμαθ γυναικὸς Ησαυ
エサウの子リウエルの子らは次のとおりである。すなわちナハテの族長、ゼラの族長、シャンマの族長、ミザの族長。これらはリウエルから出た族長で、エドムの地におった。これらはエサウの妻バスマテの子らである。
18 οὗτοι δὲ υἱοὶ Ελιβεμας γυναικὸς Ησαυ ἡγεμὼν Ιεους ἡγεμὼν Ιεγλομ ἡγεμὼν Κορε οὗτοι ἡγεμόνες Ελιβεμας
エサウの妻アホリバマの子らは次のとおりである。すなわちエウシの族長、ヤラムの族長、コラの族長。これらはアナの娘で、エサウの妻アホリバマから出た族長である。
19 οὗτοι υἱοὶ Ησαυ καὶ οὗτοι ἡγεμόνες αὐτῶν οὗτοί εἰσιν υἱοὶ Εδωμ
これらはエサウすなわちエドムの子らで、族長たる者である。
20 οὗτοι δὲ υἱοὶ Σηιρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν Λωταν Σωβαλ Σεβεγων Ανα
この地の住民ホリびとセイルの子らは次のとおりである。すなわちロタン、ショバル、ヂベオン、アナ、
21 καὶ Δησων καὶ Ασαρ καὶ Ρισων οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηιρ ἐν τῇ γῇ Εδωμ
デション、エゼル、デシャン。これらはセイルの子ホリびとから出た族長で、エドムの地におった。
22 ἐγένοντο δὲ υἱοὶ Λωταν Χορρι καὶ Αιμαν ἀδελφὴ δὲ Λωταν Θαμνα
ロタンの子らはホリ、ヘマムであり、ロタンの妹はテムナであった。
23 οὗτοι δὲ υἱοὶ Σωβαλ Γωλων καὶ Μαναχαθ καὶ Γαιβηλ Σωφ καὶ Ωμαν
ショバルの子らは次のとおりである。すなわちアルワン、マナハテ、エバル、シポ、オナム。
24 καὶ οὗτοι υἱοὶ Σεβεγων Αιε καὶ Ωναν οὗτός ἐστιν ὁ Ωνας ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ
ヂベオンの子らは次のとおりである。すなわちアヤとアナ。このアナは父ヂベオンのろばを飼っていた時、荒野で温泉を発見した者である。
25 οὗτοι δὲ υἱοὶ Ανα Δησων καὶ Ελιβεμα θυγάτηρ Ανα
アナの子らは次のとおりである。すなわちデションとアホリバマ。アホリバマはアナの娘である。
26 οὗτοι δὲ υἱοὶ Δησων Αμαδα καὶ Ασβαν καὶ Ιεθραν καὶ Χαρραν
デションの子らは次のとおりである。すなわちヘムダン、エシバン、イテラン、ケラン。
27 οὗτοι δὲ υἱοὶ Ασαρ Βαλααν καὶ Ζουκαμ καὶ Ιωυκαμ καὶ Ουκαν
エゼルの子らは次のとおりである。すなわちビルハン、ザワン、アカン。
28 οὗτοι δὲ υἱοὶ Ρισων Ως καὶ Αραμ
デシャンの子らは次のとおりである。すなわちウズとアラン。
29 οὗτοι ἡγεμόνες Χορρι ἡγεμὼν Λωταν ἡγεμὼν Σωβαλ ἡγεμὼν Σεβεγων ἡγεμὼν Ανα
ホリびとから出た族長は次のとおりである。すなわちロタンの族長、ショバルの族長、ヂベオンの族長、アナの族長、
30 ἡγεμὼν Δησων ἡγεμὼν Ασαρ ἡγεμὼν Ρισων οὗτοι ἡγεμόνες Χορρι ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Εδωμ
デションの族長、エゼルの族長、デシャンの族長。これらはホリびとから出た族長であって、その氏族に従ってセイルの地におった者である。
31 καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ισραηλ
イスラエルの人々を治める王がまだなかった時、エドムの地を治めた王たちは次のとおりである。
32 καὶ ἐβασίλευσεν ἐν Εδωμ Βαλακ υἱὸς τοῦ Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα
ベオルの子ベラはエドムを治め、その都の名はデナバであった。
33 ἀπέθανεν δὲ Βαλακ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας
ベラが死んで、ボズラのゼラの子ヨバブがこれに代って王となった。
34 ἀπέθανεν δὲ Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων
ヨバブが死んで、テマンびとの地のホシャムがこれに代って王となった。
35 ἀπέθανεν δὲ Ασομ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ
ホシャムが死んで、ベダデの子ハダデがこれに代って王となった。彼はモアブの野でミデアンを撃った者である。その都の名はアビテであった。
36 ἀπέθανεν δὲ Αδαδ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας
ハダデが死んで、マスレカのサムラがこれに代って王となった。
37 ἀπέθανεν δὲ Σαμαλα καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν
サムラが死んでユフラテ川のほとりにあるレホボテのサウルがこれに代って王となった。
38 ἀπέθανεν δὲ Σαουλ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ
サウルが死んでアクボルの子バアル・ハナンがこれに代って王となった。
39 ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ Αραδ υἱὸς Βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ
アクボルの子バアル・ハナンが死んで、ハダルがこれに代って王となった。その都の名はパウであった。その妻の名はメヘタベルといって、メザハブの娘マテレデの娘であった。
40 ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ησαυ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν ἡγεμὼν Θαμνα ἡγεμὼν Γωλα ἡγεμὼν Ιεθερ
エサウから出た族長の名は、その氏族と住所と名に従って言えば次のとおりである。すなわちテムナの族長、アルワの族長、エテテの族長、
41 ἡγεμὼν Ελιβεμας ἡγεμὼν Ηλας ἡγεμὼν Φινων
アホリバマの族長、エラの族長、ピノンの族長、
42 ἡγεμὼν Κενεζ ἡγεμὼν Θαιμαν ἡγεμὼν Μαζαρ
ケナズの族長、テマンの族長、ミブザルの族長、
43 ἡγεμὼν Μεγεδιηλ ἡγεμὼν Ζαφωιμ οὗτοι ἡγεμόνες Εδωμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν οὗτος Ησαυ πατὴρ Εδωμ
マグデエルの族長、イラムの族長。これらはエドムの族長たちであって、その領地内の住所に従っていったものである。エドムびとの先祖はエサウである。