< Γένεσις 34 >
1 ἐξῆλθεν δὲ Δινα ἡ θυγάτηρ Λειας ἣν ἔτεκεν τῷ Ιακωβ καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων
Και εξήλθε Δείνα η θυγάτηρ της Λείας, την οποίαν εγέννησεν εις τον Ιακώβ, διά να ίδη τας θυγατέρας του τόπου.
2 καὶ εἶδεν αὐτὴν Συχεμ ὁ υἱὸς Εμμωρ ὁ Χορραῖος ὁ ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ’ αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν
Και ιδών αυτήν Συχέμ, ο υιός του Εμμώρ του Ευαίου, άρχοντος του τόπου, έλαβεν αυτήν, και εκοιμήθη μετ' αυτής και εταπείνωσεν αυτήν.
3 καὶ προσέσχεν τῇ ψυχῇ Δινας τῆς θυγατρὸς Ιακωβ καὶ ἠγάπησεν τὴν παρθένον καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ
Και η ψυχή αυτού προσεκολλήθη εις την Δείναν, την θυγατέρα του Ιακώβ· και ηγάπησε την κόρην και ελάλησε κατά την καρδίαν της κόρης.
4 εἶπεν δὲ Συχεμ πρὸς Εμμωρ τὸν πατέρα αὐτοῦ λέγων λαβέ μοι τὴν παιδίσκην ταύτην εἰς γυναῖκα
Και είπεν ο Συχέμ προς Εμμώρ τον πατέρα αυτού, λέγων, Λάβε μοι την κόρην ταύτην εις γυναίκα.
5 Ιακωβ δὲ ἤκουσεν ὅτι ἐμίανεν ὁ υἱὸς Εμμωρ Διναν τὴν θυγατέρα αὐτοῦ οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ παρεσιώπησεν δὲ Ιακωβ ἕως τοῦ ἐλθεῖν αὐτούς
Και ήκουσεν ο Ιακώβ, ότι εμίανε την Δείναν την θυγατέρα αυτού· οι δε υιοί αυτού ήσαν μετά των κτηνών αυτού εν τω αγρώ· και παρεσιώπησεν ο Ιακώβ εωσού έλθωσιν.
6 ἐξῆλθεν δὲ Εμμωρ ὁ πατὴρ Συχεμ πρὸς Ιακωβ λαλῆσαι αὐτῷ
Εμμώρ δε, ο πατήρ του Συχέμ, εξήλθε προς τον Ιακώβ, διά να ομιλήση μετ' αυτού.
7 οἱ δὲ υἱοὶ Ιακωβ ἦλθον ἐκ τοῦ πεδίου ὡς δὲ ἤκουσαν κατενύχθησαν οἱ ἄνδρες καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα ὅτι ἄσχημον ἐποίησεν ἐν Ισραηλ κοιμηθεὶς μετὰ τῆς θυγατρὸς Ιακωβ καὶ οὐχ οὕτως ἔσται
Και ήλθον οι υιοί του Ιακώβ εκ του αγρού, καθώς ήκουσαν τούτο· και ηγανάκτησαν οι άνδρες και εθυμώθησαν σφόδρα, ότι έπραξεν αισχρά εις τον Ισραήλ, κοιμηθείς μετά της θυγατρός του Ιακώβ· το οποίον δεν έπρεπε να γείνη.
8 καὶ ἐλάλησεν Εμμωρ αὐτοῖς λέγων Συχεμ ὁ υἱός μου προείλατο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα
Και ελάλησε προς αυτούς ο Εμμώρ, λέγων, Η ψυχή του Συχέμ του υιού μου προσηλώθη εις την θυγατέρα σας· δότε αυτήν εις αυτόν, παρακαλώ, εις γυναίκα·
9 ἐπιγαμβρεύσασθε ἡμῖν τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν
και συμπενθερεύσατε μεθ' ημών· τας θυγατέρας σας δότε εις ημάς, και τας θυγατέρας ημών λάβετε εις εαυτούς·
10 καὶ ἐν ἡμῖν κατοικεῖτε καὶ ἡ γῆ ἰδοὺ πλατεῖα ἐναντίον ὑμῶν κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ’ αὐτῆς καὶ ἐγκτήσασθε ἐν αὐτῇ
και κατοικήσατε μεθ' ημών· ιδού, η γη είναι έμπροσθέν σας· κατοικείτε και εμπορεύεσθε επ' αυτής και κάμετε κτήματα εν αυτή.
11 εἶπεν δὲ Συχεμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς εὕροιμι χάριν ἐναντίον ὑμῶν καὶ ὃ ἐὰν εἴπητε δώσομεν
Είπε δε ο Συχέμ προς τον πατέρα αυτής και προς τους αδελφούς αυτής, Ας εύρω χάριν έμπροσθέν σας· και ό, τι είπητε εις εμέ θέλω δώσει·
12 πληθύνατε τὴν φερνὴν σφόδρα καὶ δώσω καθότι ἂν εἴπητέ μοι καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα
ζητήσατε παρ' εμού όσην προίκα θέλετε, και όσα χαρίσματα, και θέλω δώσει αυτά, καθώς ηθέλετε μοι ειπεί· μόνον δότε μοι την κόρην εις γυναίκα.
13 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Ιακωβ τῷ Συχεμ καὶ Εμμωρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου καὶ ἐλάλησαν αὐτοῖς ὅτι ἐμίαναν Διναν τὴν ἀδελφὴν αὐτῶν
Απεκρίθησαν δε οι υιοί του Ιακώβ προς τον Συχέμ και προς τον Εμμώρ τον πατέρα αυτού, μετά δόλου· και ελάλησαν επειδή αυτός είχε μιάνει την Δείναν την αδελφήν αυτών
14 καὶ εἶπαν αὐτοῖς Συμεων καὶ Λευι οἱ ἀδελφοὶ Δινας υἱοὶ δὲ Λειας οὐ δυνησόμεθα ποιῆσαι τὸ ῥῆμα τοῦτο δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ ὃς ἔχει ἀκροβυστίαν ἔστιν γὰρ ὄνειδος ἡμῖν
και είπον προς αυτούς, Δεν δυνάμεθα να κάμωμεν το πράγμα τούτο, να δώσωμεν την αδελφήν ημών εις άνθρωπον απερίτμητον· διότι τούτο είναι όνειδος εις ημάς·
15 ἐν τούτῳ ὁμοιωθησόμεθα ὑμῖν καὶ κατοικήσομεν ἐν ὑμῖν ἐὰν γένησθε ὡς ἡμεῖς καὶ ὑμεῖς ἐν τῷ περιτμηθῆναι ὑμῶν πᾶν ἀρσενικόν
επί τούτω μόνον θέλομεν συμφωνήσει με σάς· Εάν σεις γείνετε ως ημείς, περιτέμνοντες παν αρσενικόν μεταξύ σας,
16 καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν καὶ ἀπὸ τῶν θυγατέρων ὑμῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ οἰκήσομεν παρ’ ὑμῖν καὶ ἐσόμεθα ὡς γένος ἕν
τότε θέλομεν δώσει τας θυγατέρας ημών εις εσάς, και τας θυγατέρας σας θέλομεν λάβει εις ημάς, και θέλομεν κατοικήσει με σας και θέλομεν γείνει εις λαός·
17 ἐὰν δὲ μὴ εἰσακούσητε ἡμῶν τοῦ περιτέμνεσθαι λαβόντες τὰς θυγατέρας ἡμῶν ἀπελευσόμεθα
εάν όμως δεν μας ακούσητε να περιτμηθήτε, τότε θέλομεν λάβει την θυγατέρα ημών και θέλομεν αναχωρήσει.
18 καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον Εμμωρ καὶ ἐναντίον Συχεμ τοῦ υἱοῦ Εμμωρ
Και ήρεσαν οι λόγοι αυτών εις τον Εμμώρ και εις τον Συχέμ τον υιόν του Εμμώρ·
19 καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ιακωβ αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ
και δεν εβράδυνεν ο νέος να κάμη το πράγμα, διότι υπερηγάπα την θυγατέρα του Ιακώβ· και ήτο ο ενδοξότερος παντός του οίκου του πατρός αυτού.
20 ἦλθεν δὲ Εμμωρ καὶ Συχεμ ὁ υἱὸς αὐτοῦ πρὸς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν λέγοντες
Και ήλθεν ο Εμμώρ και ο Συχέμ ο υιός αυτού εις την πύλην της πόλεως αυτών, και ελάλησαν προς τους άνδρας της πόλεως αυτών λέγοντες,
21 οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσιν μεθ’ ἡμῶν οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσθωσαν αὐτήν ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν τὰς θυγατέρας αὐτῶν λημψόμεθα ἡμῖν γυναῖκας καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς
Οι άνθρωποι ούτοι είναι ειρηνικοί μεθ' ημών· ας κατοικήσωσι λοιπόν εν τη γη και ας εμπορεύωνται εν αυτή· διότι η γη, ιδού, είναι αρκετά ευρύχωρος δι' αυτούς· τας θυγατέρας αυτών ας λάβωμεν εις γυναίκας, και τας θυγατέρας ημών ας δώσωμεν εις αυτούς·
22 μόνον ἐν τούτῳ ὁμοιωθήσονται ἡμῖν οἱ ἄνθρωποι τοῦ κατοικεῖν μεθ’ ἡμῶν ὥστε εἶναι λαὸν ἕνα ἐν τῷ περιτέμνεσθαι ἡμῶν πᾶν ἀρσενικόν καθὰ καὶ αὐτοὶ περιτέτμηνται
επί τούτω μόνον θέλουσι συμφωνήσει με ημάς οι άνθρωποι διά να κατοικήσωσι μεθ' ημών, ώστε να γείνωμεν εις λαός, εάν περιτμηθή παν αρσενικόν μεταξύ ημών, καθώς αυτοί περιτέμνονται·
23 καὶ τὰ κτήνη αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῶν καὶ τὰ τετράποδα οὐχ ἡμῶν ἔσται μόνον ἐν τούτῳ ὁμοιωθῶμεν αὐτοῖς καὶ οἰκήσουσιν μεθ’ ἡμῶν
τα ποίμνια αυτών και τα υπάρχοντα αυτών και πάντα τα κτήνη αυτών δεν θέλουσιν είσθαι ιδικά μας; μόνον ας συμφωνήσωμεν με αυτούς, και θέλουσι κατοικήσει μεθ' ημών.
24 καὶ εἰσήκουσαν Εμμωρ καὶ Συχεμ τοῦ υἱοῦ αὐτοῦ πάντες οἱ ἐκπορευόμενοι τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν πᾶς ἄρσην
Και εισήκουσαν του Εμμώρ και Συχέμ του υιού αυτού πάντες οι εξερχόμενοι εκ της πύλης της πόλεως αυτού· και περιετμήθη παν αρσενικόν, πάντες οι εξερχόμενοι διά της πύλης της πόλεως αυτού.
25 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὅτε ἦσαν ἐν τῷ πόνῳ ἔλαβον οἱ δύο υἱοὶ Ιακωβ Συμεων καὶ Λευι οἱ ἀδελφοὶ Δινας ἕκαστος τὴν μάχαιραν αὐτοῦ καὶ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν
Την δε τρίτην ημέραν, ότε ήσαν εν τω πόνω, δύο εκ των υιών του Ιακώβ, ο Συμεών και ο Λευΐ, αδελφοί της Δείνας, έλαβον έκαστος την μάχαιραν αυτού, και εισήλθον εις την πόλιν ασφαλώς και εφόνευσαν παν αρσενικόν.
26 τόν τε Εμμωρ καὶ Συχεμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας καὶ ἔλαβον τὴν Διναν ἐκ τοῦ οἴκου τοῦ Συχεμ καὶ ἐξῆλθον
Και τον Εμμώρ και τον Συχέμ τον υιόν αυτού εφόνευσαν εν στόματι μαχαίρας· και έλαβον την Δείναν εκ του οίκου του Συχέμ και εξήλθον.
27 οἱ δὲ υἱοὶ Ιακωβ εἰσῆλθον ἐπὶ τοὺς τραυματίας καὶ διήρπασαν τὴν πόλιν ἐν ᾗ ἐμίαναν Διναν τὴν ἀδελφὴν αὐτῶν
Οι δε υιοί του Ιακώβ ήλθον επί τους πεφονευμένους και διήρπασαν την πόλιν, επειδή είχον μιάνει την αδελφήν αυτών.
28 καὶ τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν τῷ πεδίῳ ἔλαβον
Έλαβον τα πρόβατα αυτών και τους βόας αυτών και τους όνους αυτών και ό, τι ήτο εν τη πόλει και ό, τι εν τω αγρώ·
29 καὶ πάντα τὰ σώματα αὐτῶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν ᾐχμαλώτευσαν καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις
και πάσαν την περιουσίαν αυτών και πάντα τα παιδία αυτών και τας γυναίκας αυτών ηχμαλώτισαν· και παν ό, τι ευρίσκετο εν ταις οικίαις διήρπασαν.
30 εἶπεν δὲ Ιακωβ Συμεων καὶ Λευι μισητόν με πεποιήκατε ὥστε πονηρόν με εἶναι πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν ἔν τε τοῖς Χαναναίοις καὶ τοῖς Φερεζαίοις ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσίν με καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου
Είπε δε ο Ιακώβ προς τον Συμεών και προς τον Λευΐ, Εις ταραχήν με εβάλετε, κάμνοντές με μισητόν μεταξύ των κατοίκων της γης, μεταξύ των Χαναναίων και Φερεζαίων· εγώ δε ολίγους ανθρώπους έχω, και εκείνοι θέλουσι συναχθή εναντίον μου και θέλουσι με πατάξει και θέλω απολεσθή εγώ και ο οίκός μου.
31 οἱ δὲ εἶπαν ἀλλ’ ὡσεὶ πόρνῃ χρήσωνται τῇ ἀδελφῇ ἡμῶν
Οι δε είπον, Έπρεπε λοιπόν την αδελφήν ημών να μεταχειρισθώσιν ως πόρνην;