< Γένεσις 30 >
1 ἰδοῦσα δὲ Ραχηλ ὅτι οὐ τέτοκεν τῷ Ιακωβ καὶ ἐζήλωσεν Ραχηλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ Ιακωβ δός μοι τέκνα εἰ δὲ μή τελευτήσω ἐγώ
Και ότε είδεν η Ραχήλ ότι δεν ετεκνοποίησεν εις τον Ιακώβ, εφθόνησεν η Ραχήλ την αδελφήν αυτής· και είπε προς τον Ιακώβ, Δος μοι τέκνα· ειδέ μη, εγώ αποθνήσκω.
2 ἐθυμώθη δὲ Ιακωβ τῇ Ραχηλ καὶ εἶπεν αὐτῇ μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας
Και εξήφθη ο θυμός του Ιακώβ κατά της Ραχήλ και είπε, Μήπως είμαι εγώ αντί του Θεού όστις σε εστέρησεν από καρπού κοιλίας;
3 εἶπεν δὲ Ραχηλ τῷ Ιακωβ ἰδοὺ ἡ παιδίσκη μου Βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τῶν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς
Η δε είπεν, Ιδού, η θεράπαινά μου Βαλλά· είσελθε προς αυτήν, και θέλει γεννήσει επί των γονάτων μου, διά να αποκτήσω και εγώ τέκνα εξ αυτής.
4 καὶ ἔδωκεν αὐτῷ Βαλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ιακωβ
Και έδωκεν εις αυτόν την Βαλλάν την θεράπαιναν αυτής διά γυναίκα· και εισήλθεν ο Ιακώβ προς αυτήν.
5 καὶ συνέλαβεν Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν
Και συνέλαβεν η Βαλλά, και εγέννησεν υιόν εις τον Ιακώβ·
6 καὶ εἶπεν Ραχηλ ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δαν
και είπεν η Ραχήλ, Ο Θεός με έκρινε και ήκουσε και την φωνήν μου και μοι έδωκεν υιόν· διά τούτο εκάλεσε το όνομα αυτού Δαν.
7 καὶ συνέλαβεν ἔτι Βαλλα ἡ παιδίσκη Ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ
Και συνέλαβε πάλιν η Βαλλά, η θεράπαινα της Ραχήλ, και εγέννησε δεύτερον υιόν εις τον Ιακώβ·
8 καὶ εἶπεν Ραχηλ συνελάβετό μοι ὁ θεός καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλι
και είπεν η Ραχήλ, Δυνατήν πάλην επάλαισα μετά της αδελφής μου, και υπερίσχυσα· και εκάλεσε το όνομα αυτού Νεφθαλί.
9 εἶδεν δὲ Λεια ὅτι ἔστη τοῦ τίκτειν καὶ ἔλαβεν Ζελφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ιακωβ γυναῖκα
Και ότε είδεν η Λεία ότι έπαυσε να γεννά, έλαβε την Ζελφάν την θεράπαιναν αυτής, και έδωκεν αυτήν εις τον Ιακώβ διά γυναίκα.
10 εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ιακωβ καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν τῷ Ιακωβ υἱόν
Και η Ζελφά, η θεράπαινα της Λείας, εγέννησεν υιόν εις τον Ιακώβ·
11 καὶ εἶπεν Λεια ἐν τύχῃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γαδ
και είπεν η Λεία, Ευτυχία έρχεται· και εκάλεσε το όνομα αυτού Γαδ.
12 καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν ἔτι τῷ Ιακωβ υἱὸν δεύτερον
Και εγέννησεν η Ζελφά, η θεράπαινα της Λείας, δεύτερον υιόν εις τον Ιακώβ·
13 καὶ εἶπεν Λεια μακαρία ἐγώ ὅτι μακαρίζουσίν με αἱ γυναῖκες καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ασηρ
και είπεν η Λεία, Μακαρία εγώ, διότι θέλουσι με μακαρίζει αι γυναίκες· και εκάλεσε το όνομα αυτού Ασήρ.
14 ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ εἶπεν δὲ Ραχηλ τῇ Λεια δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου
Και υπήγεν ο Ρουβήν εν ταις ημέραις του θερισμού του σίτου και εύρηκε μανδραγόρας εν τω αγρώ, και έφερεν αυτούς προς την Λείαν την μητέρα αυτού. Είπε δε η Ραχήλ προς την Λείαν, Δος μοι, παρακαλώ, από τους μανδραγόρας του υιού σου.
15 εἶπεν δὲ Λεια οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ εἶπεν δὲ Ραχηλ οὐχ οὕτως κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου
Η δε είπε προς αυτήν, Μικρόν πράγμα είναι, ότι έλαβες τον άνδρα μου; και θέλεις να λάβης και τους μανδραγόρας του υιού μου; και η Ραχήλ είπε, Λοιπόν ας κοιμηθή μετά σου ταύτην την νύκτα, διά τους μανδραγόρας του υιού σου.
16 εἰσῆλθεν δὲ Ιακωβ ἐξ ἀγροῦ ἑσπέρας καὶ ἐξῆλθεν Λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν πρός με εἰσελεύσῃ σήμερον μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου καὶ ἐκοιμήθη μετ’ αὐτῆς τὴν νύκτα ἐκείνην
Και ήλθεν ο Ιακώβ το εσπέρας εκ του αγρού, και εξελθούσα η Λεία εις συνάντησιν αυτού, είπε, Προς εμέ θέλεις εισέλθει, διότι σε εμίσθωσα τωόντι με τους μανδραγόρας του υιού μου. Και εκοιμήθη μετ' αυτής εκείνην την νύκτα.
17 καὶ ἐπήκουσεν ὁ θεὸς Λειας καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον
Και εισήκουσεν ο Θεός της Λείας· και συνέλαβε και εγέννησεν εις τον Ιακώβ πέμπτον υιόν.
18 καὶ εἶπεν Λεια ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ’ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ ὅ ἐστιν Μισθός
Και είπεν η Λεία, Εδωκέ μοι ο Θεός τον μισθόν μου, διότι έδωκα την θεράπαινάν μου εις τον άνδρα μου· και εκάλεσε το όνομα αυτού Ισσάχαρ.
19 καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ
Και συνέλαβεν ακόμη η Λεία, και εγέννησεν έκτον υιόν εις τον Ιακώβ·
20 καὶ εἶπεν Λεια δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων
και είπεν η Λεία, Με επροίκισεν ο Θεός με καλήν προίκα· τώρα θέλει κατοικήσει μετ' εμού ο ανήρ μου, διότι εγέννησα εις αυτόν εξ υιούς· και εκάλεσε το όνομα αυτού Ζαβουλών.
21 καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα
Και μετά ταύτα εγέννησε θυγατέρα, και εκάλεσε το όνομα αυτής Δείναν.
22 ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ραχηλ καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν
Ενεθυμήθη δε ο Θεός την Ραχήλ και εισήκουσεν αυτής ο Θεός, και ήνοιξε την μήτραν αυτής·
23 καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱόν εἶπεν δὲ Ραχηλ ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος
και συνέλαβε, και εγέννησεν υιόν· και είπεν, Ο Κύριος αφήρεσε το όνειδός μου.
24 καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιωσηφ λέγουσα προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον
Και εκάλεσε το όνομα αυτού Ιωσήφ, λέγουσα, Ο Θεός να προσθέση εις εμέ και άλλον υιόν.
25 ἐγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηφ εἶπεν Ιακωβ τῷ Λαβαν ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου
Και αφού η Ραχήλ εγέννησε τον Ιωσήφ, είπεν ο Ιακώβ προς τον Λάβαν, Εξαπόστειλόν με, διά να απέλθω εις τον τόπον μου, και εις την πατρίδα μου·
26 ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία περὶ ὧν δεδούλευκά σοι ἵνα ἀπέλθω σὺ γὰρ γινώσκεις τὴν δουλείαν ἣν δεδούλευκά σοι
δος μοι τας γυναίκάς μου και τα παιδία μου, διά τας οποίας σε εδούλευσα διά να απέλθω· διότι συ γνωρίζεις την δούλευσίν μου, την οποίαν σε εδούλευσα.
27 εἶπεν δὲ αὐτῷ Λαβαν εἰ εὗρον χάριν ἐναντίον σου οἰωνισάμην ἄν εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ
Είπε δε προς αυτόν ο Λάβαν, Παρακαλώ σε, να εύρω χάριν έμπροσθέν σου· εγνώρισα εκ πείρας, ότι ο Κύριος με ευλόγησεν εξ αιτίας σου.
28 διάστειλον τὸν μισθόν σου πρός με καὶ δώσω
Και είπε, Διόρισόν μοι τον μισθόν σου, και θέλω σοι δώσει αυτόν.
29 εἶπεν δὲ αὐτῷ Ιακωβ σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ
Ο δε είπε προς αυτόν, Συ γνωρίζεις τίνι τρόπω σε εδούλευσα, και πόσα έγειναν τα κτήνη σου μετ' εμού·
30 μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ καὶ ηὐξήθη εἰς πλῆθος καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον
διότι όσα είχες προ εμού ήσαν ολίγα, και τώρα ηύξησαν εις πλήθος· και ο Κύριος σε ευλόγησε με την έλευσίν μου· και τώρα πότε θέλω προβλέψει και εγώ διά τον οίκόν μου;
31 καὶ εἶπεν αὐτῷ Λαβαν τί σοι δώσω εἶπεν δὲ αὐτῷ Ιακωβ οὐ δώσεις μοι οὐθέν ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω
Ο δε είπε, Τι να σοι δώσω; Και ο Ιακώβ είπε, δεν θέλεις μοι δώσει ουδέν· εάν κάμης εις εμέ το πράγμα τούτο, πάλιν θέλω ποιμαίνει το ποίμνιόν σου και φυλάττει αυτό·
32 παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν ἔσται μοι μισθός
να περάσω σήμερον διά μέσον όλου του ποιμνίου σου, διαχωρίζων εκείθεν παν πρόβατον έχον ποικίλματα και κηλίδας, και παν το μελανωπόν μεταξύ των αρνίων, και το έχον κηλίδας και ποικίλματα μεταξύ των αιγών· και ταύτα να ήναι ο μισθός μου·
33 καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν κεκλεμμένον ἔσται παρ’ ἐμοί
και εις το εξής η δικαιοσύνη μου θέλει μαρτυρήσει περί εμού, όταν έλθη έμπροσθέν σου διά τον μισθόν μου· παν ό, τι δεν είναι με ποικίλματα και κηλίδας μεταξύ των αιγών, και μελανωπόν μεταξύ των αρνίων, θέλει λογισθή κλεμμένον υπ' εμού.
34 εἶπεν δὲ αὐτῷ Λαβαν ἔστω κατὰ τὸ ῥῆμά σου
Και είπεν ο Λάβαν, Ιδού, έστω κατά τον λόγον σου.
35 καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ
Και την ημέραν εκείνην διεχώρισε τους τράγους τους παρδαλούς και κηλιδωτούς και πάσας τας αίγας όσαι είχον ποικίλματα και κηλίδας, πάντα όσα ήσαν διάλευκα, και πάντα τα μελανωπά μεταξύ των αρνίων, και έδωκεν αυτά εις τας χείρας των υιών αυτού·
36 καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ιακωβ Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειφθέντα
και έθεσε τριών ημερών οδόν μεταξύ εαυτού και του Ιακώβ· ο δε Ιακώβ εποίμαινε το υπόλοιπον του ποιμνίου του Λάβαν.
37 ἔλαβεν δὲ ἑαυτῷ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν ὃ ἐλέπισεν ποικίλον
Και έλαβεν εις εαυτόν ο Ιακώβ ράβδους χλωράς εκ λεύκης και καρύας και πλατάνου και εξελέπισεν αυτάς κατά λεπίσματα λευκά, ώστε εφαίνετο το λευκόν το εις τας ράβδους·
38 καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν
και έθεσε τας ράβδους, τας οποίας εξελέπισεν, εις τα αυλάκια του ύδατος, εις τας ποτίστρας, όπου τα ποίμνια ήρχοντο να πίνωσι, διά να συλλαμβάνωσι τα ποίμνια ενώ ήρχοντο να πίνωσι.
39 ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά
Και συνελάμβανον τα ποίμνια βλέποντα τας ράβδους, και εγέννων πρόβατα παρδαλά, ποικίλα και κηλιδωτά.
40 τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν
Διεχώρισε δε ο Ιακώβ τα αρνία, και έστρεψε τα πρόσωπα των προβάτων του ποιμνίου του Λάβαν προς τα παρδαλά και προς πάντα τα μελανωπά· τα δε εαυτού ποίμνια έθεσε χωριστά, και δεν έθεσεν αυτά μετά των προβάτων του Λάβαν.
41 ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους
Και καθ' ον καιρόν τα πρώϊμα πρόβατα ήρχοντο εις σύλληψιν, ο Ιακώβ έθετε τας ράβδους εις τα αυλάκια έμπροσθεν των οφθαλμών του ποιμνίου, διά να συλλαμβάνωσι βλέποντα προς τας ράβδους·
42 ἡνίκα δ’ ἂν ἔτεκον τὰ πρόβατα οὐκ ἐτίθει ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβαν τὰ δὲ ἐπίσημα τοῦ Ιακωβ
ότε δε τα πρόβατα ήσαν όψιμα, δεν έθετεν αυτάς· και ούτω τα όψιμα ήσαν του Λάβαν, τα δε πρώϊμα του Ιακώβ.
43 καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι
Και ηύξησεν ο άνθρωπος σφόδρα σφόδρα, και απέκτησε ποίμνια πολλά και δούλας και δούλους και καμήλους και όνους.