< Γένεσις 29 >
1 καὶ ἐξάρας Ιακωβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λαβαν τὸν υἱὸν Βαθουηλ τοῦ Σύρου ἀδελφὸν δὲ Ρεβεκκας μητρὸς Ιακωβ καὶ Ησαυ
Και εκίνησεν ο Ιακώβ και υπήγεν εις την γην των κατοίκων της ανατολής.
2 καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ’ αὐτοῦ ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος
Και είδε, και ιδού, φρέαρ εν τη πεδιάδι και ιδού, εκεί τρία ποίμνια προβάτων αναπαυόμενα πλησίον αυτού, διότι εκ του φρέατος εκείνου επότιζον τα ποίμνια· λίθος δε μέγας ήτο επί το στόμιον του φρέατος.
3 καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ
Και ότε συνήγοντο εκεί πάντα τα ποίμνια, απεκύλιον τον λίθον από του στομίου του φρέατος, και επότιζον τα ποίμνια· έπειτα έθετον πάλιν τον λίθον επί το στόμιον του φρέατος εις τον τόπον αυτού.
4 εἶπεν δὲ αὐτοῖς Ιακωβ ἀδελφοί πόθεν ἐστὲ ὑμεῖς οἱ δὲ εἶπαν ἐκ Χαρραν ἐσμέν
Και είπε προς αυτούς ο Ιακώβ, Αδελφοί, πόθεν είσθε; Οι δε είπον, Εκ της Χαρράν είμεθα.
5 εἶπεν δὲ αὐτοῖς γινώσκετε Λαβαν τὸν υἱὸν Ναχωρ οἱ δὲ εἶπαν γινώσκομεν
Και είπε προς αυτούς, Γνωρίζετε Λάβαν τον υιόν του Ναχώρ; οι δε είπον, Γνωρίζομεν.
6 εἶπεν δὲ αὐτοῖς ὑγιαίνει οἱ δὲ εἶπαν ὑγιαίνει καὶ ἰδοὺ Ραχηλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων
Και είπε προς αυτούς, Υγιαίνει; Οι δε είπον, Υγιαίνει· και ιδού, Ραχήλ η θυγάτηρ αυτού έρχεται μετά των προβάτων.
7 καὶ εἶπεν Ιακωβ ἔτι ἐστὶν ἡμέρα πολλή οὔπω ὥρα συναχθῆναι τὰ κτήνη ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε
Και είπεν, Ιδού, μένει ακόμη ημέρα πολλή, δεν είναι ώρα να συρθώσι τα κτήνη· ποτίσατε τα πρόβατα και υπάγετε να βοσκήσητε αυτά.
8 οἱ δὲ εἶπαν οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ποτιοῦμεν τὰ πρόβατα
Οι δε είπον, Δεν δυνάμεθα, εωσού συναχθώσι πάντα τα ποίμνια, και να αποκυλίσωσι τον λίθον από του στομίου του φρέατος· τότε ποτίζομεν τα πρόβατα.
9 ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ Ραχηλ ἡ θυγάτηρ Λαβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς
Και ενώ ακόμη ελάλει προς αυτούς, ήλθεν η Ραχήλ μετά των προβάτων του πατρός αυτής· διότι αυτή έβοσκε.
10 ἐγένετο δὲ ὡς εἶδεν Ιακωβ τὴν Ραχηλ θυγατέρα Λαβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πρόβατα Λαβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ προσελθὼν Ιακωβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ
Και ως είδεν ο Ιακώβ την Ραχήλ, θυγατέρα του Λάβαν του αδελφού της μητρός αυτού, και τα πρόβατα του Λάβαν του αδελφού της μητρός αυτού, επλησίασεν ο Ιακώβ και απεκύλισε τον λίθον από του στομίου του φρέατος, και επότισε τα πρόβατα του Λάβαν, του αδελφού της μητρός αυτού.
11 καὶ ἐφίλησεν Ιακωβ τὴν Ραχηλ καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν
Και εφίλησεν ο Ιακώβ την Ραχήλ και υψώσας την φωνήν αυτού έκλαυσε.
12 καὶ ἀνήγγειλεν τῇ Ραχηλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστιν καὶ ὅτι υἱὸς Ρεβεκκας ἐστίν καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα
Και απήγγειλεν ο Ιακώβ προς την Ραχήλ, ότι είναι αδελφός του πατρός αυτής, και ότι είναι υιός της Ρεβέκκας· και εκείνη δραμούσα απήγγειλε τούτο εις τον πατέρα αυτής.
13 ἐγένετο δὲ ὡς ἤκουσεν Λαβαν τὸ ὄνομα Ιακωβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ διηγήσατο τῷ Λαβαν πάντας τοὺς λόγους τούτους
Και ως ήκουσεν ο Λάβαν το όνομα του Ιακώβ του υιού της αδελφής αυτού, έδραμεν εις συνάντησιν αυτού· και εναγκαλισθείς αυτόν, εφίλησεν αυτόν και έφερεν αυτόν εις την οικίαν αυτού· και διηγήθη ο Ιακώβ προς τον Λάβαν πάντα τα γενόμενα.
14 καὶ εἶπεν αὐτῷ Λαβαν ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ καὶ ἦν μετ’ αὐτοῦ μῆνα ἡμερῶν
Και είπε προς αυτόν ο Λάβαν, Βέβαια οστούν μου και σαρξ μου είσαι. Και κατώκησε μετ' αυτού ένα μήνα.
15 εἶπεν δὲ Λαβαν τῷ Ιακωβ ὅτι γὰρ ἀδελφός μου εἶ οὐ δουλεύσεις μοι δωρεάν ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν
Και είπεν ο Λάβαν προς τον Ιακώβ, Επειδή είσαι αδελφός μου, διά τούτο θέλεις με δουλεύει δωρεάν; ειπέ μοι, τις θέλει είσθαι ο μισθός σου;
16 τῷ δὲ Λαβαν δύο θυγατέρες ὄνομα τῇ μείζονι Λεια καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχηλ
Είχε δε Λάβαν δύο θυγατέρας· το όνομα της πρεσβυτέρας, Λεία, και το όνομα της μικροτέρας Ραχήλ.
17 οἱ δὲ ὀφθαλμοὶ Λειας ἀσθενεῖς Ραχηλ δὲ καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει
Και της μεν Λείας οι οφθαλμοί ήσαν ασθενείς· η δε Ραχήλ ήτο ευειδής και ώραία την όψιν.
18 ἠγάπησεν δὲ Ιακωβ τὴν Ραχηλ καὶ εἶπεν δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχηλ τῆς θυγατρός σου τῆς νεωτέρας
Και ηγάπησεν ο Ιακώβ την Ραχήλ· και είπε, Θέλω σε δουλεύει επτά έτη διά την Ραχήλ, την θυγατέρα σου την μικροτέραν.
19 εἶπεν δὲ αὐτῷ Λαβαν βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ οἴκησον μετ’ ἐμοῦ
Και είπεν ο Λάβαν, Καλήτερα να δώσω αυτήν εις σε, παρά να δώσω αυτήν εις άλλον άνδρα· κατοίκησον μετ' εμού.
20 καὶ ἐδούλευσεν Ιακωβ περὶ Ραχηλ ἔτη ἑπτά καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν
Και εδούλευσεν ο Ιακώβ διά την Ραχήλ επτά έτη· και εφαίνοντο εις αυτόν ως ημέραι ολίγαι, διά την προς αυτήν αγάπην αυτού.
21 εἶπεν δὲ Ιακωβ πρὸς Λαβαν ἀπόδος τὴν γυναῖκά μου πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν
Και είπεν ο Ιακώβ προς τον Λάβαν, Δος μοι την γυναίκα μου, διότι επληρώθησαν αι ημέραι μου, διά να εισέλθω προς αυτήν.
22 συνήγαγεν δὲ Λαβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον
Και συνήγαγεν ο Λάβαν πάντας τους ανθρώπους του τόπου και έκαμε συμπόσιον.
23 καὶ ἐγένετο ἑσπέρα καὶ λαβὼν Λαβαν Λειαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς Ιακωβ καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ιακωβ
Και το εσπέρας, λαβών την Λείαν την θυγατέρα αυτού, έφερεν αυτήν προς αυτόν· και εισήλθε προς αυτήν.
24 ἔδωκεν δὲ Λαβαν Λεια τῇ θυγατρὶ αὐτοῦ Ζελφαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην
Και έδωκεν ο Λάβαν εις Λείαν την θυγατέρα αυτού, διά θεράπαιναν αυτής, Ζελφάν την θεράπαιναν αυτού.
25 ἐγένετο δὲ πρωί καὶ ἰδοὺ ἦν Λεια εἶπεν δὲ Ιακωβ τῷ Λαβαν τί τοῦτο ἐποίησάς μοι οὐ περὶ Ραχηλ ἐδούλευσα παρὰ σοί καὶ ἵνα τί παρελογίσω με
Και το πρωΐ, ιδού, αύτη ήτο η Λεία· και είπε προς τον Λάβαν, Τι τούτο το οποίον έπραξας εις εμέ; δεν σε εδούλευσα διά την Ραχήλ; και διά τι με ηπάτησας;
26 εἶπεν δὲ Λαβαν οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν
Και είπεν ο Λάβαν, Δεν γίνεται ούτως εν τω τόπω ημών, να δίδωται η μικροτέρα προ της πρεσβυτέρας·
27 συντέλεσον οὖν τὰ ἕβδομα ταύτης καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ’ ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα
εκπλήρωσον την εβδομάδα ταύτης, και θέλω σοι δώσει και αυτήν, αντί της εργασίας την οποίαν θέλεις κάμει εις εμέ ακόμη άλλα επτά έτη.
28 ἐποίησεν δὲ Ιακωβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης καὶ ἔδωκεν αὐτῷ Λαβαν Ραχηλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα
Και έκαμεν ο Ιακώβ ούτω και εξεπλήρωσε την εβδομάδα αυτής· και έδωκεν εις αυτόν την Ραχήλ την θυγατέρα αυτού εις γυναίκα.
29 ἔδωκεν δὲ Λαβαν Ραχηλ τῇ θυγατρὶ αὐτοῦ Βαλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην
Και έδωκεν ο Λάβαν εις Ραχήλ την θυγατέρα αυτού, διά θεράπαιναν αυτής, Βαλλάν την θεράπαιναν αυτού.
30 καὶ εἰσῆλθεν πρὸς Ραχηλ ἠγάπησεν δὲ Ραχηλ μᾶλλον ἢ Λειαν καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα
Και εισήλθεν ο Ιακώβ και προς την Ραχήλ· και ηγάπησε την Ραχήλ περισσότερον παρά την Λείαν· και εδούλευσεν αυτόν ακόμη άλλα επτά έτη.
31 ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεια ἤνοιξεν τὴν μήτραν αὐτῆς Ραχηλ δὲ ἦν στεῖρα
Και ιδών ο Κύριος ότι εμισείτο η Λεία, ήνοιξε την μήτραν αυτής· η δε Ραχήλ ήτο στείρα.
32 καὶ συνέλαβεν Λεια καὶ ἔτεκεν υἱὸν τῷ Ιακωβ ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Ρουβην λέγουσα διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν νῦν με ἀγαπήσει ὁ ἀνήρ μου
Και συνέλαβεν η Λεία και εγέννησεν υιόν και εκάλεσε το όνομα αυτού Ρουβήν· διότι είπεν, Είδε βέβαια ο Κύριος την ταπείνωσίν μου· τώρα λοιπόν θέλει με αγαπήσει ο ανήρ μου.
33 καὶ συνέλαβεν πάλιν Λεια καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ιακωβ καὶ εἶπεν ὅτι ἤκουσεν κύριος ὅτι μισοῦμαι καὶ προσέδωκέν μοι καὶ τοῦτον ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ Συμεων
Και συνέλαβε πάλιν και εγέννησεν υιόν· και είπεν, Επειδή ήκουσεν ο Κύριος ότι μισούμαι, διά τούτο μοι έδωκεν ακόμη και τούτον· και εκάλεσε το όνομα αυτού Συμεών.
34 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ τρεῖς υἱούς διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Λευι
Και συνέλαβεν ακόμη και εγέννησεν υιόν· και είπε, Τώρα ταύτην την φοράν ο ανήρ μου θέλει ενωθή μετ' εμού, διότι εγέννησα εις αυτόν τρεις υιούς· διά τούτο ωνόμασεν αυτόν Λευΐ.
35 καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπεν νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιουδα καὶ ἔστη τοῦ τίκτειν
Και συνέλαβε πάλιν και εγέννησεν υιόν· και είπε, Ταύτην την φοράν θέλω δοξολογήσει τον Κύριον· διά τούτο εκάλεσε το όνομα αυτού Ιούδαν· και έπαυσε να γεννά.