< Γένεσις 15 >

1 μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων μὴ φοβοῦ Αβραμ ἐγὼ ὑπερασπίζω σου ὁ μισθός σου πολὺς ἔσται σφόδρα
Μετά τα πράγματα ταύτα έγεινε λόγος Κυρίου προς τον Άβραμ εν οράματι, λέγων, Μη φοβού, Αβραμ· εγώ είμαι ο υπερασπιστής σου, ο μισθός σου θέλει είσθαι πολύς σφόδρα.
2 λέγει δὲ Αβραμ δέσποτα τί μοι δώσεις ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος ὁ δὲ υἱὸς Μασεκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ελιεζερ
Και είπεν ο Άβραμ, Δέσποτα Κύριε, τι θέλεις δώσει εις εμέ, ενώ εγώ απέρχομαι άτεκνος, ο δε κληρονόμος της οικίας μου είναι ούτος ο εκ Δαμασκού Ελιέζερ;
3 καὶ εἶπεν Αβραμ ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα ὁ δὲ οἰκογενής μου κληρονομήσει με
είπε προσέτι ο Άβραμ, Ιδού, δεν έδωκας εις εμέ σπέρμα· και ιδού, οικέτης μου θέλει με κληρονομήσει.
4 καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων οὐ κληρονομήσει σε οὗτος ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ οὗτος κληρονομήσει σε
Και ιδού, λόγος Κυρίου έγεινε προς αυτόν, λέγων, Δεν θέλει σε κληρονομήσει ούτος· αλλ' εκείνος όστις θέλει εξέλθει εκ των σπλάγχνων σου, αυτός θέλει σε κληρονομήσει.
5 ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς καὶ εἶπεν οὕτως ἔσται τὸ σπέρμα σου
Και έφερεν αυτόν έξω και είπεν, Ανάβλεψον τώρα εις τον ουρανόν και αρίθμησον τα άστρα, εάν δύνασαι να εξαριθμήσης αυτά· και είπε προς αυτόν, Ούτω θέλει είσθαι το σπέρμα σου.
6 καὶ ἐπίστευσεν Αβραμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην
Και επίστευσεν εις τον Κύριον· και ελογίσθη εις αυτόν εις δικαιοσύνην.
7 εἶπεν δὲ πρὸς αὐτόν ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι
Και είπε προς αυτόν, Εγώ είμαι ο Κύριος όστις σε εξήγαγον εκ της Ουρ των Χαλδαίων, διά να σοι δώσω την γην ταύτην εις κληρονομίαν.
8 εἶπεν δέ δέσποτα κύριε κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν
Ο δε είπε, Δέσποτα Κύριε, Πόθεν να γνωρίσω ότι θέλω κληρονομήσει αυτήν;
9 εἶπεν δὲ αὐτῷ λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν
Και είπε προς αυτόν, Λάβε μοι δάμαλιν τριών ετών, και αίγα τριών ετών, και κριόν τριών ετών, και τρυγόνα, και περιστεράν.
10 ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις τὰ δὲ ὄρνεα οὐ διεῖλεν
Και έλαβεν εις αυτόν πάντα ταύτα, και διέσχισεν αυτά εις το μέσον, και έθεσεν έκαστον τμήμα απέναντι του ομοίου αυτού· τα πτηνά όμως δεν διέσχισε.
11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομήματα αὐτῶν καὶ συνεκάθισεν αὐτοῖς Αβραμ
Κατέβησαν δε όρνεα επί τα πτώματα, και ο Άβραμ εδίωξεν αυτά.
12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Αβραμ καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ
Περί δε την δύσιν του ηλίου, επέπεσεν έκστασις επί τον Αβραμ· και ιδού, φόβος σκοτεινός μέγας επιπίπτει επ' αυτόν.
13 καὶ ἐρρέθη πρὸς Αβραμ γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη
Και είπεν ο Κύριος προς τον Άβραμ, Έξευρε βεβαίως ότι το σπέρμα σου θέλει παροικήσει εν γη ουχί εαυτών, και θέλουσι δουλώσει αυτούς, και θέλουσι καταθλίψει αυτούς, τετρακόσια έτη·
14 τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς
το έθνος όμως, εις το οποίον θέλουσι δουλωθή, εγώ θέλω κρίνει· μετά δε ταύτα θέλουσιν εξέλθει με μεγάλα υπάρχοντα·
15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης ταφεὶς ἐν γήρει καλῷ
συ δε θέλεις απέλθει προς τους πατέρας σου εν ειρήνη· θέλεις ενταφιασθή εν γήρατι καλώ·
16 τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Αμορραίων ἕως τοῦ νῦν
εν δε τη τετάρτη γενεά θέλουσιν επιστρέψει εδώ· διότι ακόμη δεν ανεπληρώθη η ανομία των Αμορραίων.
17 ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς φλὸξ ἐγένετο καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων
Ότε δε ο ήλιος έδυσε και έγεινε πυκνόν σκότος, ιδού, κάμινος καπνίζουσα και λαμπάς πυρός ήτις διεπέρασε μεταξύ των διχοτομημάτων τούτων.
18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Αβραμ διαθήκην λέγων τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου ποταμοῦ Εὐφράτου
Την ημέραν εκείνην έκαμε διαθήκην ο Κύριος προς τον Άβραμ, λέγων, εις το σπέρμα σου έδωκα την γην ταύτην, από του ποταμού της Αιγύπτου έως του ποταμού του μεγάλου, του ποταμού Ευφράτου·
19 τοὺς Καιναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους
τους Κεναίους, και τους Κενεζαίους, και τους Κεδμωναίους,
20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ραφαϊν
και τους Χετταίους, και τους Φερεζαίους, και τους Ραφαείμ,
21 καὶ τοὺς Αμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Ευαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ιεβουσαίους
και τους Αμορραίους, και τους Χαναναίους, και τους Γεργεσαίους, και τους Ιεβουσαίους.

< Γένεσις 15 >