< Ἔσδρας Αʹ 5 >
1 καὶ ἐπροφήτευσεν Αγγαιος ὁ προφήτης καὶ Ζαχαριας ὁ τοῦ Αδδω προφητείαν ἐπὶ τοὺς Ιουδαίους τοὺς ἐν Ιουδα καὶ Ιερουσαλημ ἐν ὀνόματι θεοῦ Ισραηλ ἐπ’ αὐτούς
Τότε προεφήτευσαν ο προφήτης Αγγαίος και Ζαχαρίας ο υιός του Ιδδώ, προς τους Ιουδαίους τους εν Ιουδαία και Ιερουσαλήμ, προφητεύοντες προς αυτούς εν ονόματι του Θεού του Ισραήλ.
2 τότε ἀνέστησαν Ζοροβαβελ ὁ τοῦ Σαλαθιηλ καὶ Ἰησοῦς ὁ υἱὸς Ιωσεδεκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ιερουσαλημ καὶ μετ’ αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς
Και εσηκώθησαν Ζοροβάβελ ο υιός του Σαλαθιήλ και Ιησούς ο υιός του Ιωσεδέκ και ήρχισαν να οικοδομώσι τον οίκον του Θεού τον εν Ιερουσαλήμ· και μετ' αυτών οι προφήται του Θεού βοηθούντες αυτούς.
3 ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ’ αὐτοὺς Θανθαναι ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν καὶ τοῖα εἶπαν αὐτοῖς τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι
Εν τούτω τω καιρώ ελθόντες προς αυτούς Ταθναΐ, ο έπαρχος των εντεύθεν του ποταμού, και ο Σεθάρ-βοσναΐ και οι συνέταιροι αυτών, είπον προς αυτούς ούτω· Τις προσέταξεν εις εσάς να οικοδομήτε τον οίκον τούτον και να εγείρητε τούτον τον τοίχον;
4 τότε ταῦτα εἴποσαν αὐτοῖς τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην
Και τότε είπομεν προς αυτούς ποία είναι τα ονόματα των ανδρών, οίτινες οικοδομούσι την οικοδομήν ταύτην.
5 καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ιουδα καὶ οὐ κατήργησαν αὐτούς ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου
Αλλ' επί τους πρεσβυτέρους των Ιουδαίων ήτο ο οφθαλμός του Θεού αυτών, και δεν ηδύναντο να παύσωσιν αυτούς, εωσού έλθη η υπόθεσις προς τον Δαρείον· και τότε έδωκαν απόκρισιν δι' επιστολής περί τούτου.
6 διασάφησις ἐπιστολῆς ἧς ἀπέστειλεν Θανθαναι ὁ ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανα καὶ οἱ σύνδουλοι αὐτῶν Αφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ
Αντίγραφον της επιστολής, την οποίαν Ταθναΐ, ο έπαρχος των εντεύθεν του ποταμού, και ο Σεθάρ-βοσναΐ και οι συνέταιροι αυτού οι Αφαρσαχαίοι οι εντεύθεν του ποταμού, απέστειλαν προς Δαρείον τον βασιλέα.
7 ῥῆσιν ἀπέστειλαν πρὸς αὐτόν καὶ τάδε γέγραπται ἐν αὐτῷ Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα
Απέστειλαν επιστολήν προς αυτόν, εν ή ήτο γεγραμμένον ούτως· Εις τον Δαρείον τον βασιλέα, πάσα ειρήνη.
8 γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν Ιουδαίαν χώραν εἰς οἶκον τοῦ θεοῦ τοῦ μεγάλου καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν
Γνωστόν έστω εις τον βασιλέα, ότι υπήγαμεν εις την επαρχίαν της Ιουδαίας προς τον οίκον του μεγάλου Θεού, και αυτός οικοδομείται με λίθους μεγάλους και εντίθενται ξύλα εις τους τοίχους, και το έργον τούτο προχωρεί ταχέως και ευοδούται εις τας χείρας αυτών.
9 τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους καὶ οὕτως εἴπαμεν αὐτοῖς τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι
Και ερωτήσαντες εκείνους τους πρεσβυτέρους, ελαλήσαμεν προς αυτούς ούτω· Τις προσέταξεν εις εσάς να οικοδομήτε τον οίκον τούτον και να εγείρητε τούτον τον τοίχον;
10 καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν
Έτι και τα ονόματα αυτών ηρωτήσαμεν, διά να σοι φανερώσωμεν και γράψωμεν προς σε τα ονόματα των ανδρών των επί κεφαλής αυτών.
11 καὶ τοιοῦτο ῥῆμα ἀπεκρίθησαν ἡμῖν λέγοντες ἡμεῖς ἐσμεν δοῦλοι τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλά καὶ βασιλεὺς τοῦ Ισραηλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν
Και απεκρίθησαν προς ημάς ούτω, λέγοντες, Ημείς είμεθα οι δούλοι του Θεού του ουρανού και της γης, και οικοδομούμεν τον οίκον τον προ πολλών ήδη ετών οικοδομηθέντα, τον οποίον βασιλεύς μέγας του Ισραήλ ωκοδόμησε και ανήγειρεν·
12 αὐτοῖς ἀφ’ ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν θεὸν τοῦ οὐρανοῦ ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου καὶ τὸν οἶκον τοῦτον κατέλυσεν καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα
αφού όμως οι πατέρες ημών παρώργισαν τον Θεόν του ουρανού, παρέδωκεν αυτούς εις την χείρα του Ναβουχοδονόσορ, βασιλέως της Βαβυλώνος, του Χαλδαίου, και κατέστρεψε τον οίκον τούτον και μετώκισε τον λαόν εις την Βαβυλώνα.
13 ἀλλ’ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ θεοῦ τοῦτον οἰκοδομηθῆναι
Πλην εν τω πρώτω έτει Κύρου του βασιλέως της Βαβυλώνος, ο βασιλεύς Κύρος έδωκε προσταγήν να οικοδομηθή ούτος ο οίκος του Θεού.
14 καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ Ναβουχοδονοσορ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν τοῦ βασιλέως ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἀπὸ ναοῦ τοῦ βασιλέως καὶ ἔδωκεν τῷ Σασαβασαρ τῷ θησαυροφύλακι τῷ ἐπὶ τοῦ θησαυροῦ
Και τα σκεύη έτι τα χρυσά και αργυρά του οίκου του Θεού, τα οποία ο Ναβουχοδονόσορ έλαβεν εκ του ναού του εν Ιερουσαλήμ και έφερεν αυτά εις τον ναόν της Βαβυλώνος, ταύτα ο Κύρος ο βασιλεύς εσήκωσεν εκ του ναού της Βαβυλώνος, και παρεδόθησαν εις τον ονομαζόμενον Σασαβασσάρ, τον οποίον είχε κάμει έπαρχον·
15 καὶ εἶπεν αὐτῷ πάντα τὰ σκεύη λαβὲ καὶ πορεύου θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ιερουσαλημ εἰς τὸν ἑαυτῶν τόπον
και είπε προς αυτόν, Λάβε τα σκεύη ταύτα, ύπαγε, φέρε αυτά εις τον ναόν τον εν Ιερουσαλήμ, και ο οίκος του Θεού ας οικοδομηθή εν τω τόπω αυτού.
16 τότε Σασαβασαρ ἐκεῖνος ἦλθεν καὶ ἔδωκεν θεμελίους τοῦ οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη καὶ οὐκ ἐτελέσθη
Τότε ελθών ούτος ο Σασαβασσάρ έθεσε τα θεμέλια του οίκου του Θεού, του εν Ιερουσαλήμ· και απ' εκείνου του χρόνου έως της σήμερον οικοδομείται και δεν ετελείωσε.
17 καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ιερουσαλημ καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς
Τώρα λοιπόν, εάν φαίνηται αρεστόν εις τον βασιλέα, ας γείνη έρευνα εν τω θησαυροφυλακίω του βασιλέως τω εν Βαβυλώνι, εάν ήναι αληθινόν ότι εξεδόθη διαταγή παρά Κύρου του βασιλέως να οικοδομηθή ο οίκος ούτος του Θεού εν Ιερουσαλήμ· και ας αποστείλη ο βασιλεύς προς ημάς την θέλησιν αυτού περί τούτου.