< Ἔσδρας Αʹ 4 >
1 καὶ ἤκουσαν οἱ θλίβοντες Ιουδα καὶ Βενιαμιν ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ κυρίῳ θεῷ Ισραηλ
ユダとベニヤミンの敵である者たちは捕囚から帰ってきた人々が、イスラエルの神、主のために神殿を建てていることを聞き、
2 καὶ ἤγγισαν πρὸς Ζοροβαβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν καὶ εἶπαν αὐτοῖς οἰκοδομήσομεν μεθ’ ὑμῶν ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ θεῷ ὑμῶν καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν Ασαραδδων βασιλέως Ασσουρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε
ゼルバベルと氏族の長たちのもとに来て言った、「われわれも、あなたがたと一緒にこれを建てさせてください。われわれはあなたがたと同じく、あなたがたの神を礼拝します。アッスリヤの王エサル・ハドンがわれわれをここにつれて来た日からこのかた、われわれは彼に犠牲をささげてきました」。
3 καὶ εἶπεν πρὸς αὐτοὺς Ζοροβαβελ καὶ Ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ισραηλ οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ ἡμῶν ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ κυρίῳ θεῷ ἡμῶν ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν
しかしゼルバベル、エシュアおよびその他のイスラエルの氏族の長たちは、彼らに言った、「あなたがたは、われわれの神に宮を建てることにあずかってはなりません。ペルシャの王クロス王がわれわれに命じたように、われわれだけで、イスラエルの神、主のために建てるのです」。
4 καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ιουδα καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν
そこでその地の民はユダの民の手を弱らせて、その建築を妨げ、
5 καὶ μισθούμενοι ἐπ’ αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν
その企てを破るために役人を買収して彼らに敵せしめ、ペルシャ王クロスの代からペルシャ王ダリヨスの治世にまで及んだ。
6 καὶ ἐν βασιλείᾳ Ασουηρου ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ιουδα καὶ Ιερουσαλημ
アハスエロスの治世、すなわちその治世の初めに、彼らはユダとエルサレムの住民を訴える告訴状を書いた。
7 καὶ ἐν ἡμέραις Αρθασασθα ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεηλ σὺν καὶ τοῖς λοιποῖς συνδούλοις αὐτοῦ πρὸς Αρθασασθα βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην
またアルタシャスタの世にビシラム、ミテレダテ、タビエルおよびその他の同僚も、ペルシャ王アルタシャスタに手紙を書いた。その手紙の文はアラム語で書かれて訳されていた。
8 Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ιερουσαλημ τῷ Αρθασασθα βασιλεῖ
長官レホムと書記官シムシャイはアルタシャスタ王にエルサレムを訴えて次のような手紙をしたためた。
9 τάδε ἔκρινεν Ραουμ βααλταμ καὶ Σαμσαι ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν Διναῖοι Αφαρσαθαχαῖοι Ταρφαλλαῖοι Αφαρσαῖοι Αρχυαῖοι Βαβυλώνιοι Σουσαναχαῖοι οἵ εἰσιν Ηλαμαῖοι
すなわち長官レホムと書記官シムシャイおよびその他の同僚、すなわち裁判官、知事、役人、ペルシャ人、エレクの人々、バビロン人、スサの人々すなわちエラムびと、
10 καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ασενναφαρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσιν τῆς Σομορων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ
およびその他の民すなわち大いなる尊いオスナパルが、移してサマリヤの町々および川向こうのその他の地に住ませた者どもが、
11 αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν πρὸς Αρθασασθα βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ
送った手紙の写しはこれである。「アルタシャスタ王へ、川向こうのあなたのしもべども、あいさつを申し上げます。
12 γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ιουδαῖοι ἀναβάντες ἀπὸ σοῦ ἐφ’ ἡμᾶς ἤλθοσαν εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν καὶ τὰ τείχη αὐτῆς κατηρτισμένοι εἰσίν καὶ θεμελίους αὐτῆς ἀνύψωσαν
王よ、ご承知ください。あなたのもとから、わたしたちの所に上って来たユダヤ人らはエルサレムに来て、かのそむいた悪い町を建て直し、その城壁を築きあげ、その基礎をつくろっています。
13 νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσιν φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν καὶ τοῦτο βασιλεῖς κακοποιεῖ
王よ、いまご承知ください。もしこの町を建て、城壁を築きあげるならば、彼らはみつぎ、関税、税金を納めなくなります。そうすれば王の収入が減るでしょう。
14 καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ
われわれは王宮の塩をはむ者ですから、王の不名誉を見るに忍びないので、人をつかわして王にお聞かせするのです。
15 ἵνα ἐπισκέψηται ἐν βιβλίῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας καὶ φυγάδια δούλων ἐν μέσῳ αὐτῆς ἀπὸ χρόνων αἰῶνος διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη
歴代の記録をお調べください。その記録の書において、この町はそむいた町で、諸王と諸州に害を及ぼしたものであることを見、その中に古来、むほんの行われたことを知られるでしょう。この町が滅ぼされたのはこれがためなのです。
16 γνωρίζομεν οὖν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ οὐκ ἔστιν σοι εἰρήνη
われわれは王にお知らせいたします。もしこの町が建てられ、城壁が築きあげられたなら、王は川向こうの領地を失うに至るでしょう」。
17 καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ραουμ βααλταμ καὶ Σαμσαι γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην καί φησιν
王は返書を送って言った、「長官レホム、書記官シムシャイ、その他サマリヤおよび川向こうのほかの所に住んでいる同僚に、あいさつをする。いま、
18 ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμᾶς ἐκλήθη ἔμπροσθεν ἐμοῦ
あなたがたがわれわれに送った手紙を、わたしの前に明らかに読ませた。
19 καὶ παρ’ ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα καὶ εὕραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφ’ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται καὶ ἀποστάσεις καὶ φυγάδια γίνονται ἐν αὐτῇ
わたしは命令を下して調査させたところ、この町は古来、諸王にそむいた事、その中に反乱、むほんのあったことを見いだした。
20 καὶ βασιλεῖς ἰσχυροὶ γίνονται ἐπὶ Ιερουσαλημ καὶ ἐπικρατοῦντες ὅλης τῆς ἑσπέρας τοῦ ποταμοῦ καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοῖς
またエルサレムには大いなる王たちがあって、川向こうの地をことごとく治め、みつぎ、関税、税金を納めさせたこともあった。
21 καὶ νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ὅπως ἀπὸ τῆς γνώμης
それであなたがたは命令を伝えて、その人々をとどめ、わたしの命令の下るまで、この町を建てさせてはならない。
22 πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου μήποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσιν
あなたがたは慎んでこのことについて怠ることのないようにしなさい。どうして損害を増して、王に害を及ぼしてよかろうか」。
23 τότε ὁ φορολόγος τοῦ Αρθασασθα βασιλέως ἀνέγνω ἐνώπιον Ραουμ καὶ Σαμσαι γραμματέως καὶ συνδούλων αὐτῶν καὶ ἐπορεύθησαν σπουδῇ εἰς Ιερουσαλημ καὶ ἐν Ιουδα καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει
アルタシャスタ王の手紙の写しがレホムおよび書記官シムシャイとその同僚の前に読み上げられたので、彼らは急いでエルサレムのユダヤ人のもとにおもむき、腕力と権力とをもって彼らをやめさせた。
24 τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν Ιερουσαλημ καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ βασιλέως Περσῶν
それでエルサレムにある神の宮の工事は中止された。すなわちペルシャ王ダリヨスの治世の二年まで中止された。