< Ἔσδρας Αʹ 10 >

1 καὶ ὡς προσηύξατο Εσδρας καὶ ὡς ἐξηγόρευσεν κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ θεοῦ συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ισραηλ ἐκκλησία πολλὴ σφόδρα ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι ὅτι ἔκλαυσεν ὁ λαὸς καὶ ὕψωσεν κλαίων
همان‌طور که عِزرا در مقابل خانهٔ خدا روی بر زمین نهاده بود و گریه‌کنان دعا و اعتراف می‌کرد، عدۀ زیادی از مردان و زنان و اطفال اسرائیلی نیز دورش جمع شدند و با او گریه کردند.
2 καὶ ἀπεκρίθη Σεχενιας υἱὸς Ιιηλ ἀπὸ υἱῶν Ηλαμ καὶ εἶπεν τῷ Εσδρα ἡμεῖς ἠσυνθετήσαμεν τῷ θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ λαῶν τῆς γῆς καὶ νῦν ἔστιν ὑπομονὴ τῷ Ισραηλ ἐπὶ τούτῳ
سپس شکنیا پسر یحی‌ئیل که از طایفهٔ عیلام بود به عِزرا گفت: «ما اعتراف می‌کنیم که نسبت به خدای خود گناه ورزیده‌ایم، چون با زنان غیریهودی ازدواج کرده‌ایم. ولی با وجود این، باز امیدی برای بنی‌اسرائیل باقی است.
3 καὶ νῦν διαθώμεθα διαθήκην τῷ θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν ὡς ἂν βούλῃ ἀνάστηθι καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς θεοῦ ἡμῶν καὶ ὡς ὁ νόμος γενηθήτω
اینک در حضور خدای خویش قول می‌دهیم که از زنان خود جدا شویم و آنها را با فرزندانشان از این سرزمین دور کنیم. ما در این مورد از دستور تو و آنانی که از خدا می‌ترسند پیروی می‌کنیم، و طبق شریعت عمل می‌نماییم.
4 ἀνάστα ὅτι ἐπὶ σὲ τὸ ῥῆμα καὶ ἡμεῖς μετὰ σοῦ κραταιοῦ καὶ ποίησον
حال برخیز و به ما بگو چه کنیم. ما از تو پشتیبانی خواهیم کرد، پس ناامید نباش و آنچه لازم است انجام بده.»
5 καὶ ἀνέστη Εσδρας καὶ ὥρκισεν τοὺς ἄρχοντας τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ισραηλ τοῦ ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο καὶ ὤμοσαν
آنگاه عِزرا بلند شد و از سران کاهنان و لاویان و تمام بنی‌اسرائیل خواست تا قسم بخورند که هر چه شکنیا گفته است انجام دهند؛ و همه قسم خوردند.
6 καὶ ἀνέστη Εσδρας ἀπὸ προσώπου οἴκου τοῦ θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ιωαναν υἱοῦ Ελισουβ καὶ ἐπορεύθη ἐκεῖ ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας
سپس عِزرا از برابر خانهٔ خدا برخاست و به اتاق یهوحانان (پسر الیاشیب) رفت و شب در آنجا ماند، ولی نه نان خورد و نه آب نوشید، چون به سبب گناه قوم ماتم گرفته بود.
7 καὶ παρήνεγκαν φωνὴν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ πᾶσιν τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς Ιερουσαλημ
پس در سراسر یهودا و اورشلیم اعلام شد که تمام قوم باید در عرض سه روز در اورشلیم جمع شوند و اگر کسی از آمدن خودداری کند طبق تصمیم سران و بزرگان قوم اموال او ضبط خواهد گردید و خود او هم از میان قوم اسرائیل منقطع خواهد شد.
8 καὶ πᾶς ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας
9 καὶ συνήχθησαν πάντες ἄνδρες Ιουδα καὶ Βενιαμιν εἰς Ιερουσαλημ εἰς τὰς τρεῖς ἡμέρας οὗτος ὁ μὴν ὁ ἔνατος ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισεν πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ῥήματος καὶ ἀπὸ τοῦ χειμῶνος
پس از سه روز که روز بیستم ماه نهم بود، تمام مردان یهودا و بنیامین در اورشلیم جمع شدند و در میدان جلوی خانهٔ خدا نشستند. آنها به سبب اهمیت موضوع و به خاطر باران شدیدی که می‌بارید، می‌لرزیدند.
10 καὶ ἀνέστη Εσδρας ὁ ἱερεὺς καὶ εἶπεν πρὸς αὐτούς ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ισραηλ
سپس عِزرای کاهن بلند شد و به ایشان چنین گفت: «شما مرتکب گناه شده‌اید، چون با زنان غیریهودی ازدواج کرده‌اید و با این کارتان به گناهان بنی‌اسرائیل افزوده‌اید.
11 καὶ νῦν δότε αἴνεσιν κυρίῳ τῷ θεῷ τῶν πατέρων ὑμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων
حال در حضور خداوند، خدای اجدادتان به گناهان خود اعتراف کنید و خواست او را به جا آورید. خود را از قومهایی که در اطراف شما هستند دور نگه دارید و از این زنان بیگانه جدا شوید.»
12 καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν μέγα τοῦτο τὸ ῥῆμά σου ἐφ’ ἡμᾶς ποιῆσαι
همه با صدای بلند جواب دادند: «آنچه گفته‌ای انجام می‌دهیم.
13 ἀλλὰ ὁ λαὸς πολύς καὶ ὁ καιρὸς χειμερινός καὶ οὐκ ἔστιν δύναμις στῆναι ἔξω καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ῥήματι τούτῳ
ولی این کار یکی دو روز نیست. چون عدهٔ کسانی که به چنین گناهی آلوده شده‌اند زیاد است. در ضمن باران هم به شدت می‌بارد و بیش از این نمی‌توانیم در اینجا بایستیم.
14 στήτωσαν δὴ οἱ ἄρχοντες ἡμῶν τῇ πάσῃ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν ὃς ἐκάθισεν γυναῖκας ἀλλοτρίας ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ’ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ῥήματος τούτου
بگذار سران ما در اورشلیم بمانند و به این کار رسیدگی کنند. سپس هر کس که زن غیریهودی دارد، در وقت تعیین شده با بزرگان و قضات شهر خود بیاید تا به وضعش رسیدگی شود و خشم خدای ما از ما برگردد.»
15 πλὴν Ιωναθαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ’ ἐμοῦ περὶ τούτου καὶ Μεσουλαμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθῶν αὐτοῖς
کسی با این پیشنهاد مخالفت نکرد، جز یوناتان (پسر عسائیل) و یحزیا (پسر تقوه) که از پشتیبانی مشلام و شبتای لاوی برخوردار بودند.
16 καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας καὶ διεστάλησαν Εσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ῥῆμα
قوم این روش را پذیرفتند و عِزرای کاهن چند نفر از سران طایفه‌ها را انتخاب کرد و اسامی‌شان را نوشت. این گروه، روز اول ماه دهم تحقیق خود را شروع کردند،
17 καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου
و در عرض سه ماه به وضع مردانی که همسران بیگانه داشتند رسیدگی نمودند.
18 καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ιωσεδεκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασηα καὶ Ελιεζερ καὶ Ιαριβ καὶ Γαδαλια
این است اسامی مردانی که زنان بیگانه داشتند: از کاهنان: از طایفۀ یهوشع پسر یهوصادق و برادرانش: معسیا، الیعزر، یاریب، جدلیا.
19 καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας αὐτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν
این مردان قول دادند که از همسران بیگانهٔ خود جدا شوند و هر یک برای بخشیده شدن گناهش، یک قوچ برای قربانی تقدیم کرد.
20 καὶ ἀπὸ υἱῶν Εμμηρ Ανανι καὶ Ζαβδια
از طایفهٔ امیر: حنانی و زبدیا.
21 καὶ ἀπὸ υἱῶν Ηραμ Μασαια καὶ Ελια καὶ Σαμαια καὶ Ιιηλ καὶ Οζια
از طایفۀ حاریم: معسیا، ایلیا، شمعیا، یحی‌ئیل، عزیا.
22 καὶ ἀπὸ υἱῶν Φασουρ Ελιωηναι Μαασαια καὶ Ισμαηλ καὶ Ναθαναηλ καὶ Ιωζαβαδ καὶ Ηλασα
از طایفۀ فشحور: الیوعینای، معسیا، اسماعیل، نتن‌ئیل، یوزاباد، العاسه.
23 καὶ ἀπὸ τῶν Λευιτῶν Ιωζαβαδ καὶ Σαμου καὶ Κωλια αὐτὸς Κωλιτας καὶ Φαθαια καὶ Ιοδομ καὶ Ελιεζερ
از لاویان: یوزاباد، شمعی، قلایا (معروف به قلیطا)، فتحیا، یهودا، الیعزر.
24 καὶ ἀπὸ τῶν ᾀδόντων Ελισαφ καὶ ἀπὸ τῶν πυλωρῶν Σελλημ καὶ Τελημ καὶ Ωδουε
از نوازندگان: الیاشیب. از نگهبانان خانۀ خدا: شلوم، طالم، اوری.
25 καὶ ἀπὸ Ισραηλ ἀπὸ υἱῶν Φορος Ραμια καὶ Ιαζια καὶ Μελχια καὶ Μεαμιν καὶ Ελεαζαρ καὶ Ασαβια καὶ Βαναια
از بقیۀ قوم: از طایفۀ فرعوش: رمیا، یزیا، ملکیا، میامین، العازار، ملکیا، بنایا.
26 καὶ ἀπὸ υἱῶν Ηλαμ Μαθανια καὶ Ζαχαρια καὶ Ιαϊηλ καὶ Αβδια καὶ Ιαριμωθ καὶ Ηλια
از طایفۀ عیلام: متنیا، زکریا، یحی‌ئیل، عبدی، یریموت، ایلیا.
27 καὶ ἀπὸ υἱῶν Ζαθουα Ελιωηναι Ελισουβ Μαθανια καὶ Ιαρμωθ καὶ Ζαβαδ καὶ Οζιζα
از طایفۀ زتو: الیوعینای، الیاشیب، متنیا، یریموت، زاباد، عزیزا.
28 καὶ ἀπὸ υἱῶν Βαβι Ιωαναν Ανανια καὶ Ζαβου Οθαλι
از طایفۀ ببای: یهوحانان، حَنَنیا، زبای، عتلای.
29 καὶ ἀπὸ υἱῶν Βανουι Μεσουλαμ Μαλουχ Αδαιας Ιασουβ καὶ Σαλουια καὶ Ρημωθ
از طایفهٔ بانی: مشلام، ملوک، عدایا، یاشوب، شآل، راموت.
30 καὶ ἀπὸ υἱῶν Φααθμωαβ Εδενε Χαληλ Βαναια Μασηα Μαθανια Βεσεληλ καὶ Βανουι καὶ Μανασση
از طایفهٔ فحت موآب: عدنا، کلال، بنایا، معسیا، متنیا، بِصَلئیل، بنوی، منسی.
31 καὶ ἀπὸ υἱῶν Ηραμ Ελιεζερ Ιεσσια Μελχια Σαμαια Σεμεων
از طایفهٔ حاریم: الیعزر، اشیاء، ملکیا، شمعیا، شمعون، بنیامین، ملوک، شمریا.
32 Βενιαμιν Μαλουχ Σαμαρια
33 καὶ ἀπὸ υἱῶν Ησαμ Μαθανι Μαθαθα Ζαβεδ Ελιφαλεθ Ιεραμι Μανασση Σεμεϊ
از طایفهٔ حاشوم: متنای، متاته، زاباد، الیفلط، یریمای، منسی، شمعی.
34 ἀπὸ υἱῶν Βανι Μοοδι Αμραμ Ουηλ
از طایفۀ بانی: معدای، عمرام، اوئیل، بنایا، بیدیا، کلوهی، ونیا، مریموت، الیاشیب، متنیا، متنای، یعسو.
35 Βαναια Βαδαια Χελια
36 Ουιεχωα Ιεραμωθ Ελιασιβ
37 Μαθανια Μαθαναι καὶ ἐποίησαν
38 οἱ υἱοὶ Βανουι καὶ οἱ υἱοὶ Σεμεϊ
از طایفهٔ بنوی: شمعی، شلمیا، ناتان، عدایا، مکندبای، شاشای، شارای، عزرئیل، شلمیا، شمریا، شلوم، امریا، یوسف.
39 καὶ Σελεμια καὶ Ναθαν καὶ Αδαια
40 Μαχναδαβου Σεσι Σαρου
41 Εζερηλ καὶ Σελεμια καὶ Σαμαρια
42 καὶ Σαλουμ Αμαρια Ιωσηφ
43 ἀπὸ υἱῶν Ναβου Ιιηλ Μαθαθια Σεδεμ Ζαμβινα Ιαδαι καὶ Ιωηλ καὶ Βαναια
از طایفۀ نبو: یعی‌ئیل، مَتّیتیا، زاباد، زبینا، یدو، یوئیل، بنایا.
44 πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς
همهٔ این مردان، زنان بیگانه گرفته بودند و بعضی از ایشان از این زنان صاحب فرزندانی شده بودند.

< Ἔσδρας Αʹ 10 >