< Ἰεζεκιήλ 6 >

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
上主的話傳給我說:「
2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ισραηλ καὶ προφήτευσον ἐπ’ αὐτὰ
人子,你要面對以色列的群山,講預言攻斥他們,
3 καὶ ἐρεῖς τὰ ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ ὑμᾶς ῥομφαίαν καὶ ἐξολεθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν
說以色列的群山,請聽吾主上主的話:吾主上主這樣對高山、丘陵、山溪、山谷說:看,我要使刀兵臨於你們,蕩平你們的丘壇;
4 καὶ συντριβήσονται τὰ θυσιαστήρια ὑμῶν καὶ τὰ τεμένη ὑμῶν καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν
破壞你們的祭壇,打碎你們的太陽柱,並使你們被殺的人倒在你們的偶像之前。
5 καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν
我還要把以色列屍體放在他們的偶像前,把你們的骨頭散在你們的祭壇周圍。
6 ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν αἱ πόλεις ἐξερημωθήσονται καὶ τὰ ὑψηλὰ ἀφανισθήσεται ὅπως ἐξολεθρευθῇ τὰ θυσιαστήρια ὑμῶν καὶ συντριβήσονται τὰ εἴδωλα ὑμῶν καὶ ἐξαρθήσεται τὰ τεμένη ὑμῶν
在你們居住的地方,城池變為荒野,丘壇遭受破壞,為叫你們的祭壇也成為荒涼,變為廢墟,偶像被粉碎,被消滅,太陽柱被打碎,你們所製造的東西都剷除淨盡。
7 καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
被殺的人橫臥在你們中間:如此你們要承認我是上主。」「
8 ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασῳζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις
當我把你們分散到各國時,我還要把一些倖免於刀兵的人,殘留在異民中。
9 καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ’ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν
你們被擄到異民中的遺民,必要想念我,因為我擊碎了他們好淫而背棄我的心,也擊碎了他們好淫而隨從偶像的眼睛,那時他們必要為了一切邪神所行的事而自怨自艾。
10 καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος λελάληκα
如此,他們會承認,我上主說要對他們施行懲罰,並非空話。」
11 τάδε λέγει κύριος κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδὶ καὶ εἰπόν εὖγε εὖγε ἐπὶ πᾶσιν τοῖς βδελύγμασιν οἴκου Ισραηλ ἐν ῥομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται
吾主上主這樣說:「我要拍手頓足地說:禍哉! 以色列家,因了一切醜惡的罪行,她必要亡於刀兵、饑荒和瘟疫:
12 ὁ ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται καὶ συντελέσω τὴν ὀργήν μου ἐπ’ αὐτούς
遠處的要死於瘟疫,近處的要喪身刀下,剩餘而被圍困的,要死於饑餓,我必要這樣對他們發洩我的怒火。
13 καὶ γνώσεσθε διότι ἐγὼ κύριος ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν
幾時被殺的人橫臥在他們的祭壇四周,在他們的偶像中間,在各高山,各山頂,在各綠樹下,在密茂的樟樹下,即在他們給各偶像獻香的地方,那時,你們必承認我是上主。
14 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτοὺς καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλαθα ἐκ πάσης τῆς κατοικίας καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
我要伸手打擊他們,凡他們所居之地,我要使田地變為沙漠和荒野,自曠野直到黎貝拉:這樣,他們必承認我是上主。」

< Ἰεζεκιήλ 6 >