< Ἰεζεκιήλ 45 >

1 καὶ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀφοριεῖτε ἀπαρχὴν τῷ κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς πέντε καὶ εἴκοσι χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδας ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθεν
Και όταν κληρόνητε την γην εις κληρονομίαν, θέλετε χωρίσει μερίδα εις τον Κύριον, μερίδα αγίαν εκ της γής· το μήκος θέλει είσθαι μήκος εικοσιπέντε χιλιάδων καλάμων και το πλάτος δέκα χιλιάδων· τούτο θέλει είσθαι άγιον κατά πάντα τα όρια αυτού κύκλω.
2 καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόθεν καὶ πήχεις πεντήκοντα διάστημα αὐτῷ κυκλόθεν
Εκ τούτου θέλουσιν είσθαι διά το αγιαστήριον πεντακόσιαι κατά μήκος με πεντακοσίας κατά πλάτος, τετράγωνον κύκλω, και πεντήκοντα πήχαι κύκλω διά τα προάστεια αυτού.
3 καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις μῆκος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὖρος δέκα χιλιάδας καὶ ἐν αὐτῇ ἔσται τὸ ἁγίασμα ἅγια τῶν ἁγίων
Κατά τούτο λοιπόν το μέτρον θέλεις μετρήσει μήκος εικοσιπέντε χιλιάδων και πλάτος δέκα χιλιάδων, και εν τούτω θέλει είσθαι το αγιαστήριον, το άγιον των αγίων.
4 ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ κυρίῳ καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφωρισμένους τῷ ἁγιασμῷ αὐτῶν
Τούτο θέλει είσθαι εκ της γης, αγία μερίς διά τους ιερείς, τους λειτουργούντας εν τω αγιαστηρίω, τους πλησιάζοντας διά να λειτουργώσιν εις τον Κύριον· και θέλει είσθαι εις αυτούς τόπος διά οικίας και τόπος άγιος διά το αγιαστήριον.
5 εἴκοσι καὶ πέντε χιλιάδες μῆκος καὶ εὖρος δέκα χιλιάδες ἔσται τοῖς Λευίταις τοῖς λειτουργοῦσιν τῷ οἴκῳ αὐτοῖς εἰς κατάσχεσιν πόλεις τοῦ κατοικεῖν
Και εικοσιπέντε χιλιάδας μήκους και δέκα χιλιάδας πλάτους θέλουσιν έχει οι Λευΐται δι' εαυτούς, οι υπηρέται του οίκου, διά ιδιοκτησίαν μετά είκοσι θαλάμων.
6 καὶ τὴν κατάσχεσιν τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος καὶ μῆκος πέντε καὶ εἴκοσι χιλιάδας ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ισραηλ ἔσονται
Και θέλετε δώσει διά ιδιοκτησίαν της πόλεως πέντε χιλιάδας πλάτους και εικοσιπέντε χιλιάδας μήκους πλησίον της αγίας μερίδος· τούτο θέλει είσθαι δι' άπαντα τον οίκον Ισραήλ·
7 καὶ τῷ ἡγουμένῳ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων εἰς κατάσχεσιν τῆς πόλεως κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς θάλασσαν καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν καὶ τὸ μῆκος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς
και διά τον άρχοντα θέλει είσθαι μερίς εντεύθεν και εκείθεν της αγίας μερίδος και της ιδιοκτησίας της πόλεως, κατά πρόσωπον της αγίας μερίδος και κατά πρόσωπον της ιδιοκτησίας της πόλεως, από του δυτικού προς δυσμάς και από του ανατολικού προς ανατολάς· και το μήκος θέλει είσθαι πλησίον μιας εκάστης των μερίδων, από του δυτικού ορίου προς το ανατολικόν όριον.
8 καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ισραηλ καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ Ισραηλ τὸν λαόν μου καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ισραηλ κατὰ φυλὰς αὐτῶν
Εις γην θέλει είσθαι εις αυτόν η ιδιοκτησία, εν τω Ισραήλ· και οι άρχοντές μου δεν θέλουσι πλέον καταβλίβει τον λαόν μου· το υπόλοιπον δε της γης θέλουσι δώσει εις τον οίκον Ισραήλ κατά τας φυλάς αυτών.
9 τάδε λέγει κύριος θεός ἱκανούσθω ὑμῖν οἱ ἀφηγούμενοι τοῦ Ισραηλ ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου λέγει κύριος θεός
Ούτω λέγει Κύριος ο Θεός· Αρκεί εις εσάς, άρχοντες του Ισραήλ· απομακρύνατε την βίαν και αρπαγήν και κάμνετε κρίσιν και δικαιοσύνην· σηκώσατε τας καταδυναστείας σας από του λαού μου, λέγει Κύριος ο Θεός.
10 ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν
Δικαίαν πλάστιγγα θέλετε έχει και δίκαιον εφά και δίκαιον βαθ.
11 τὸ μέτρον καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν τὸ δέκατον τοῦ γομορ ἡ χοῖνιξ καὶ τὸ δέκατον τοῦ γομορ τὸ μέτρον πρὸς τὸ γομορ ἔσται ἴσον
Το εφά και το βαθ θέλουσιν είσθαι του αυτού μέτρου, ώστε το βαθ να περιλαμβάνη το δέκατον του χομόρ και το εφά το δέκατον του χομόρ· το μέτρον αυτού θέλει είσθαι κατά το χομόρ.
12 καὶ τὸ στάθμιον εἴκοσι ὀβολοί οἱ πέντε σίκλοι πέντε καὶ οἱ δέκα σίκλοι δέκα καὶ πεντήκοντα σίκλοι ἡ μνᾶ ἔσται ὑμῖν
Και ο σίκλος θέλει είσθαι είκοσι γερά· είκοσι σίκλοι, εικοσιπέντε σίκλοι, δεκαπέντε σίκλοι, θέλει είσθαι η μνα σας.
13 καὶ αὕτη ἡ ἀπαρχή ἣν ἀφοριεῖτε ἕκτον τοῦ μέτρου ἀπὸ τοῦ γομορ τοῦ πυροῦ καὶ τὸ ἕκτον τοῦ οιφι ἀπὸ τοῦ κόρου τῶν κριθῶν
Η υψουμένη προσφορά, την οποίαν θέλετε προσφέρει, είναι αύτη· Το έκτον του εφά ενός χομόρ σίτου· και θέλετε δίδει το έκτον του εφά ενός χομόρ κριθής.
14 καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν ὅτι αἱ δέκα κοτύλαι εἰσὶν γομορ
Περί δε του διατάγματος του ελαίου, ενός βαθ ελαίου, θέλετε προσφέρει το δέκατον του βαθ διά εν κορ, το οποίον είναι εν χομόρ εκ δέκα βάθ· διότι δέκα βαθ είναι εν χομόρ.
15 καὶ πρόβατον ἀπὸ τῶν δέκα προβάτων ἀφαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ισραηλ εἰς θυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου τοῦ ἐξιλάσκεσθαι περὶ ὑμῶν λέγει κύριος θεός
Και εκ του ποιμνίου εν πρόβατον από των διακοσίων, από των παχειών βοσκών του Ισραήλ, διά προσφοράν εξ αλφίτων και διά ολοκαύτωμα και διά ειρηνικάς προσφοράς, διά να κάμνη εξιλέωσιν υπέρ αυτών, λέγει Κύριος ο Θεός.
16 καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀφηγουμένῳ τοῦ Ισραηλ
Πας ο λαός της γης θέλει δίδει ταύτην την υψουμένην προσφοράν εις τον άρχοντα εν τω Ισραήλ.
17 καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ θυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ισραηλ αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν θυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου τοῦ ἐξιλάσκεσθαι ὑπὲρ τοῦ οἴκου Ισραηλ
Εις δε τον άρχοντα ανήκει να δίδη τα ολοκαυτώματα και τας εξ αλφίτων προσφοράς και τας σπονδάς, εν ταις εορταίς και εν ταις νεομηνίαις και εν τοις σάββασι κατά πάσας τας πανηγύρεις του οίκου Ισραήλ· αυτός θέλει ετοιμάζει την περί αμαρτίας προσφοράν και την εξ αλφίτων προσφοράν και το ολοκαύτωμα και τας ειρηνικάς προσφοράς, διά να κάμνη εξιλέωσιν υπέρ του οίκου Ισραήλ.
18 τάδε λέγει κύριος θεός ἐν τῷ πρώτῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήμψεσθε μόσχον ἐκ βοῶν ἄμωμον τοῦ ἐξιλάσασθαι τὸ ἅγιον
Ούτω λέγει Κύριος ο Θεός· Εν τω πρώτω μηνί, τη πρώτη του μηνός, θέλεις λαμβάνει μόσχον βοός άμωμον και θέλεις καθαρίζει το αγιαστήριον·
19 καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ καὶ ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας
και ο ιερεύς θέλει λαμβάνει από του αίματος της περί αμαρτίας προσφοράς και θέλει θέτει επί τους παραστάτας του οίκου και επί τας τέσσαρας γωνίας της οφρύος του θυσιαστηρίου και επί τους παραστάτας της πύλης της εσωτέρας αυλής.
20 καὶ οὕτως ποιήσεις ἐν τῷ ἑβδόμῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήμψῃ παρ’ ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσθε τὸν οἶκον
Και ούτω θέλεις κάμνει τη εβδόμη του μηνός υπέρ παντός αμαρτάνοντος εξ αγνοίας και υπέρ του απλού· ούτω θέλετε κάμνει εξιλέωσιν υπέρ του οίκου.
21 καὶ ἐν τῷ πρώτῳ μηνὶ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἔσται ὑμῖν τὸ πασχα ἑορτή ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε
Εν τω πρώτω μηνί, τη δεκάτη τετάρτη ημέρα του μηνός, θέλει είσθαι εις εσάς το πάσχα, εορτή επτά ημερών· άζυμα θέλουσι τρώγει.
22 καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ αὑτοῦ καὶ τοῦ οἴκου καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ τῆς γῆς μόσχον ὑπὲρ ἁμαρτίας
Και κατ' εκείνην την ημέραν ο άρχων θέλει ετοιμάζει υπέρ εαυτού και υπέρ παντός του λαού της γης μόσχον διά προσφοράν περί αμαρτίας.
23 καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ κυρίῳ ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθ’ ἡμέραν τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγῶν καθ’ ἡμέραν
Και εν ταις επτά ημέραις της εορτής θέλει κάμνει ολοκαυτώματα εις τον Κύριον, επτά μόσχους και επτά κριούς αμώμους καθ' ημέραν εν ταις επτά ημέραις, και τράγον εξ αιγών καθ' ημέραν διά προσφοράν περί αμαρτίας.
24 καὶ θυσίαν πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ ποιήσεις καὶ ἐλαίου τὸ ιν τῷ πέμματι
Και θέλει ετοιμάζει προσφοράν εξ αλφίτων ενός εφά διά τον μόσχον και ενός εφά διά τον κριόν και ενός ιν ελαίου εις το εφά.
25 καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐν τῇ ἑορτῇ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναα καὶ καθὼς τὸ ἔλαιον
Εν τω εβδόμω μηνί, τη δεκάτη πέμπτη ημέρα του μηνός, θέλει κάμνει εν τη εορτή κατά τα αυτά επτά ημέρας, κατά την προσφοράν την περί αμαρτίας, κατά τα ολοκαυτώματα και κατά την εξ αλφίτων προσφοράν και κατά το έλαιον.

< Ἰεζεκιήλ 45 >