< Ἰεζεκιήλ 44 >
1 καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατ’ ἀνατολάς καὶ αὕτη ἦν κεκλεισμένη
Then he brought me back by the way of the outer gate of the sanctuary, which looks toward the east; and it was shut.
2 καὶ εἶπεν κύριος πρός με ἡ πύλη αὕτη κεκλεισμένη ἔσται οὐκ ἀνοιχθήσεται καὶ οὐδεὶς μὴ διέλθῃ δῑ αὐτῆς ὅτι κύριος ὁ θεὸς τοῦ Ισραηλ εἰσελεύσεται δῑ αὐτῆς καὶ ἔσται κεκλεισμένη
The LORD said to me, "This gate shall be shut; it shall not be opened, neither shall any man enter in by it; for the LORD, the God of Israel, has entered in by it; therefore it shall be shut.
3 διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐναντίον κυρίου κατὰ τὴν ὁδὸν αιλαμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται
As for the prince, he shall sit in it as prince to eat bread before the LORD; he shall enter by the way of the porch of the gate, and shall go out by the way of the same."
4 καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος κυρίου καὶ πίπτω ἐπὶ πρόσωπόν μου
Then he brought me by the way of the north gate before the house; and I looked, and look, the glory of the LORD filled the house of the LORD: and I fell on my face.
5 καὶ εἶπεν κύριος πρός με υἱὲ ἀνθρώπου τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου καὶ τοῖς ὠσίν σου ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ κατὰ πάντα τὰ προστάγματα οἴκου κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις
The LORD said to me, "Son of man, mark well, and see with your eyes, and hear with your ears all that I tell you concerning all the ordinances of the house of the LORD, and all its laws; and mark well the entrance of the house, with every exit of the sanctuary.
6 καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος ὁ θεός ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν οἶκος Ισραηλ
You shall tell the rebellious, even to the house of Israel, 'Thus says the LORD: you house of Israel, let it suffice you of all your abominations,
7 τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκὶ τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους στέαρ καὶ αἷμα καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν
in that you have brought in foreigners, uncircumcised in heart and uncircumcised in flesh, to be in my sanctuary, to profane it, even my house, when you offer my bread, the fat and the blood, and you have broken my covenant, to add to all your abominations.
8 καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου
You have not performed the duty of my holy things; but you have set performers of my duty in my sanctuary for yourselves.'
9 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου Ισραηλ
"Thus says the LORD, 'No foreigner, uncircumcised in heart and uncircumcised in flesh, shall enter into my sanctuary, of any foreigners who are among the children of Israel.
10 ἀλλ’ ἢ οἱ Λευῖται οἵτινες ἀφήλαντο ἀπ’ ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν Ισραηλ ἀπ’ ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν καὶ λήμψονται ἀδικίαν αὐτῶν
But the Levites who went far from me, when Israel went astray, who went astray from me after their idols, they shall bear their iniquity.
11 καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου καὶ λειτουργοῦντες τῷ οἴκῳ οὗτοι σφάξουσιν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας τῷ λαῷ καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ τοῦ λειτουργεῖν αὐτοῖς
Yet they shall be ministers in my sanctuary, having oversight at the gates of the house, and ministering in the house: they shall kill the burnt offering and the sacrifice for the people, and they shall stand before them to minister to them.
12 ἀνθ’ ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ Ισραηλ εἰς κόλασιν ἀδικίας ἕνεκα τούτου ἦρα τὴν χεῖρά μου ἐπ’ αὐτούς λέγει κύριος ὁ θεός
Because they ministered to them before their idols, and became a stumbling block of iniquity to the house of Israel; therefore have I lifted up my hand against them, says the LORD, and they shall bear their iniquity.
13 καὶ οὐκ ἐγγιοῦσι πρός με τοῦ ἱερατεύειν μοι οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ Ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν
They shall not come near to me, to execute the office of priest to me, nor to come near to any of my holy things, to the things that are most holy; but they shall bear their shame, and their abominations which they have committed.
14 καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν
Yet will I make them performers of the duty of the house, for all its service, and for all that shall be done in it.
15 οἱ ἱερεῖς οἱ Λευῖται οἱ υἱοὶ τοῦ Σαδδουκ οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον Ισραηλ ἀπ’ ἐμοῦ οὗτοι προσάξουσιν πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν στέαρ καὶ αἷμα λέγει κύριος ὁ θεός
"'But the Levitical priests, the sons of Zadok, who performed the duty of my sanctuary when the children of Israel went astray from me, they shall come near to me to minister to me; and they shall stand before me to offer to me the fat and the blood, says the LORD:
16 οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι καὶ φυλάξουσιν τὰς φυλακάς μου
they shall enter into my sanctuary, and they shall come near to my table, to minister to me, and they shall keep my instruction.
17 καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας στολὰς λινᾶς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἐρεᾶ ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς
"'It shall be that, when they enter in at the gates of the inner court, they shall be clothed with linen garments; and no wool shall come on them, while they minister in the gates of the inner court, and within.
18 καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ οὐ περιζώσονται βίᾳ
They shall have linen turbans on their heads, and shall have linen breeches on their waists; they shall not clothe themselves with anything that causes sweat.
19 καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτῶν ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν
When they go forth into the outer court, even into the outer court to the people, they shall put off their garments in which they minister, and lay them in the holy rooms; and they shall put on other garments, that they not sanctify the people with their garments.
20 καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσιν καλύπτοντες καλύψουσιν τὰς κεφαλὰς αὐτῶν
"'Neither shall they shave their heads, nor allow their locks to grow long; they shall only cut off the hair of their heads.
21 καὶ οἶνον οὐ μὴ πίωσιν πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν
Neither shall any of the priests drink wine, when they enter into the inner court.
22 καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήμψονται ἑαυτοῖς εἰς γυναῖκα ἀλλ’ ἢ παρθένον ἐκ τοῦ σπέρματος Ισραηλ καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως λήμψονται
Neither shall they take for their wives a widow, nor her who is put away; but they shall take virgins of the seed of the house of Israel, or a widow who is the widow of a priest.
23 καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς
They shall teach my people the difference between the holy and the common, and cause them to discern between the unclean and the clean.
24 καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν τὰ δικαιώματά μου δικαιώσουσιν καὶ τὰ κρίματά μου κρινοῦσιν καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσιν
"'In a controversy they shall stand to judge; according to my ordinances shall they judge it: and they shall keep my laws and my statutes in all my appointed feasts; and they shall make my Sabbaths holy.
25 καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι ἀλλ’ ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱῷ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφῷ καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ ἣ οὐ γέγονεν ἀνδρί μιανθήσεται
"'They shall go in to no dead person to defile themselves; but for father, or for mother, or for son, or for daughter, for brother, or for sister who has had no husband, they may defile themselves.
26 καὶ μετὰ τὸ καθαρισθῆναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριθμήσει αὐτῷ
After he is cleansed, they shall reckon to him seven days.
27 καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ προσοίσουσιν ἱλασμόν λέγει κύριος ὁ θεός
In the day that he goes into the sanctuary, into the inner court, to minister in the sanctuary, he shall offer his sin offering, says the LORD.
28 καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν ἐγὼ κληρονομία αὐτοῖς καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς Ισραηλ ὅτι ἐγὼ κατάσχεσις αὐτῶν
"'They shall have an inheritance: I am their inheritance; and you shall give them no possession in Israel; I am their possession.
29 καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὗτοι φάγονται καὶ πᾶν ἀφόρισμα ἐν τῷ Ισραηλ αὐτοῖς ἔσται
They shall eat the meal offering, and the sin offering, and the trespass offering; and every devoted thing in Israel shall be theirs.
30 ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀφαιρέματα πάντα ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται καὶ τὰ πρωτογενήματα ὑμῶν δώσετε τῷ ἱερεῖ τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν
The first of all the first fruits of every thing, and every offering of everything, of all your offerings, shall be for the priest: you shall also give to the priests the first of your dough, to cause a blessing to rest on your house.
31 καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν καὶ ἐκ τῶν κτηνῶν οὐ φάγονται οἱ ἱερεῖς
The priests shall not eat of anything that dies of itself, or is torn, whether it be bird or animal.