< Ἰεζεκιήλ 35 >
1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
上主的話傳給我說:「
2 υἱὲ ἀνθρώπου ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ’ ὄρος Σηιρ καὶ προφήτευσον ἐπ’ αὐτὸ
人子,你要面向色依爾山,講預言攻斥它,
3 καὶ εἰπόν τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ ὄρος Σηιρ καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ δώσω σε ἔρημον καὶ ἐρημωθήσῃ
對它說:吾主上主這樣說:色依爾山啊! 看,我要攻擊你,伸手打擊你,使你變成沙漠和荒野。
4 καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω καὶ σὺ ἔρημος ἔσῃ καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος
我要使你的城市變成廢墟,你將成為沙漠:如此,你便承認我是上主。
5 ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν καὶ ἐνεκάθισας τῷ οἴκῳ Ισραηλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ’ ἐσχάτῳ
因為在以色列子民遭難時,在他們罪惡滿盈時,你懷著永不忘的仇恨將他們交於刀劍:
6 διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος κύριος εἰ μὴν εἰς αἷμα ἥμαρτες καὶ αἷμά σε διώξεται
為此,我指著我的生命起誓──吾主上主的斷語──你既仇恨了血,血也必迫害你。
7 καὶ δώσω τὸ ὄρος Σηιρ εἰς ἔρημον καὶ ἠρημωμένον καὶ ἀπολῶ ἀπ’ αὐτοῦ ἀνθρώπους καὶ κτήνη
我必使色依爾山成為沙漠和荒野,由其中滅絕來往經過的人。
8 καὶ ἐμπλήσω τῶν τραυματιῶν σου τοὺς βουνοὺς καὶ τὰς φάραγγάς σου καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί
我要使你的群山、丘陵、山谷和溪澗,堆滿傷亡的人,使刀劍傷亡的人橫臥其中。
9 ἐρημίαν αἰώνιον θήσομαί σε καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος
我要使你永久變為荒蕪,你的城邑再沒有人居住:如此,你們便承認我是上主。
10 διὰ τὸ εἰπεῖν σε τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται καὶ κληρονομήσω αὐτάς καὶ κύριος ἐκεῖ ἐστιν
因為你說過:這兩個民族,這兩個地域應屬於我,雖然雅威住在那裏,我還要去佔領;
11 διὰ τοῦτο ζῶ ἐγώ λέγει κύριος καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρίνω σε
為此,我指著我的生命起誓,──吾主上主的斷語──就如你怎樣懷著仇恨對待他們,同樣我也必以怒火和妒恨來對待你;當我懲罰你時,我叫你知道我在他們中,
12 καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου ὅτι εἶπας τὰ ὄρη Ισραηλ ἔρημα ἡμῖν δέδοται εἰς κατάβρωμα
並要你知道,我上主聽見了你向以色列的群山所講的一切詛咒的話,說:它們已荒蕪了,已交給我們享用。
13 καὶ ἐμεγαλορημόνησας ἐπ’ ἐμὲ τῷ στόματί σου ἐγὼ ἤκουσα
當你們開口說大話攻斥我,說出許多凌辱我的話時,我都聽見了。
14 τάδε λέγει κύριος ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε
吾主上主這樣說:當全地歡躍時,我要使你荒蕪,
15 ἔρημον ἔσῃ ὄρος Σηιρ καὶ πᾶσα ἡ Ιδουμαία ἐξαναλωθήσεται καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν
就如在以色列家的產業荒蕪時,你曾喜樂;同樣,我也要這樣對待你;色依爾山必變成荒野,全厄東必被消滅:如此,人必承認我是上主。」