< Ἰεζεκιήλ 32 >

1 καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
Και εν τω δωδεκάτω έτει, τω δωδεκάτω μηνί, τη πρώτη του μηνός, έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
2 υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρεῖς αὐτῷ λέοντι ἐθνῶν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τῇ θαλάσσῃ καὶ ἐκεράτιζες τοῖς ποταμοῖς σου καὶ ἐτάρασσες ὕδωρ τοῖς ποσίν σου καὶ κατεπάτεις τοὺς ποταμούς σου
Υιέ ανθρώπου, ανάλαβε θρήνον επί τον Φαραώ βασιλέα της Αιγύπτου και ειπέ προς αυτόν, Ωμοιώθης με σκύμνον λέοντος μεταξύ των εθνών και είσαι ως δράκων εν ταις θαλάσσαις· και εφώρμησας εις τους ποταμούς σου και ετάραττες τα ύδατα με τους πόδας σου και κατεπάτεις τους ποταμούς αυτών.
3 τάδε λέγει κύριος καὶ περιβαλῶ ἐπὶ σὲ δίκτυα λαῶν πολλῶν καὶ ἀνάξω σε ἐν τῷ ἀγκίστρῳ μου
Ούτω λέγει Κύριος ο Θεός· διά τούτο θέλω εξαπλώσει το δίκτυόν μου επί σε με άθροισμα πολλών λαών, και θέλουσι σε ανασύρει εν τη σαγήνη μου.
4 καὶ ἐκτενῶ σε ἐπὶ τὴν γῆν πεδία πλησθήσεταί σου καὶ ἐπικαθιῶ ἐπὶ σὲ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐμπλήσω ἐκ σοῦ πάντα τὰ θηρία πάσης τῆς γῆς
Και θέλω σε εγκαταλείψει εν τη γη, θέλω σε εκρίψει επί το πρόσωπον της πεδιάδος, και θέλω επικαθίσει επί σε πάντα τα πετεινά του ουρανού και χορτάσει από σου τα θηρία πάσης της γης.
5 καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ τοῦ αἵματός σου
Και θέλω εκθέσει τας σάρκας σου επί τα όρη, και εμπλήσει τας κοιλάδας από των σωρών του πτώματός σου.
6 καὶ ποτισθήσεται ἡ γῆ ἀπὸ τῶν προχωρημάτων σου ἀπὸ τοῦ πλήθους σου ἐπὶ τῶν ὀρέων φάραγγας ἐμπλήσω ἀπὸ σοῦ
Και την γην, όπου πλέεις, θέλω ποτίσει με το αίμα σου έως των ορέων· και οι ποταμοί θέλουσιν εμπλησθή από σου.
7 καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ ἥλιον ἐν νεφέλῃ καλύψω καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς
Και όταν σε αποσβέσω, θέλω περικαλύψει τον ουρανόν και συσκοτάσει τους αστέρας αυτού· θέλω περικαλύψει εν νεφέλη τον ήλιον και σελήνη δεν θέλει φέγγει το φως αυτής.
8 πάντα τὰ φαίνοντα φῶς ἐν τῷ οὐρανῷ συσκοτάσουσιν ἐπὶ σέ καὶ δώσω σκότος ἐπὶ τὴν γῆν σου λέγει κύριος κύριος
Πάντας τους λαμπρούς φωστήρας του ουρανού θέλω συσκοτάσει επί σε, και θέλω επιβάλει σκότος επί την γην σου, λέγει Κύριος ο Θεός.
9 καὶ παροργιῶ καρδίαν λαῶν πολλῶν ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη εἰς γῆν ἣν οὐκ ἔγνως
Και θέλω κάμει να φρίξη η καρδία πολλών λαών, όταν φέρω τον συντριμμόν σου μεταξύ των εθνών, εις τόπους τους οποίους δεν εγνώρισας.
10 καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐκστήσονται ἐν τῷ πέτασθαι τὴν ῥομφαίαν μου ἐπὶ πρόσωπα αὐτῶν προσδεχόμενοι τὴν πτῶσιν αὐτῶν ἀφ’ ἡμέρας πτώσεώς σου
Και θέλω κάμει πολλούς λαούς να εκπλαγώσι διά σε και οι βασιλείς αυτών θέλουσι φρίξει σφόδρα διά σε, όταν διασείσω την ρομφαίαν μου ενώπιον αυτών· και θέλουσι τρέμει κατά πάσαν στιγμήν, έκαστος διά την ζωήν αυτού, εν τη ημέρα της πτώσεώς σου.
11 ὅτι τάδε λέγει κύριος ῥομφαία βασιλέως Βαβυλῶνος ἥξει σοι
Διότι ούτω λέγει Κύριος ο Θεός· Η ρομφαία του βασιλέως της Βαβυλώνος θέλει ελθεί επί σε.
12 ἐν μαχαίραις γιγάντων καὶ καταβαλῶ τὴν ἰσχύν σου λοιμοὶ ἀπὸ ἐθνῶν πάντες καὶ ἀπολοῦσι τὴν ὕβριν Αἰγύπτου καὶ συντριβήσεται πᾶσα ἡ ἰσχὺς αὐτῆς
Εν μαχαίραις ισχυρών θέλω καταβάλει το πλήθός σου· πάντες ούτοι είναι οι τρομερώτεροι των εθνών· και θέλουσι πορθήσει την έπαρσιν της Αιγύπτου και άπαν το πλήθος αυτής θέλει καταστραφή.
13 καὶ ἀπολῶ πάντα τὰ κτήνη αὐτῆς ἀφ’ ὕδατος πολλοῦ καὶ οὐ μὴ ταράξῃ αὐτὸ ἔτι ποὺς ἀνθρώπου καὶ ἴχνος κτηνῶν οὐ μὴ καταπατήσῃ αὐτό
Και θέλω εξαφανίσει πάντα τα κτήνη αυτής από πλησίον υδάτων πολλών, και δεν θέλει πλέον ταράξει αυτά πους ανθρώπου και ίχνος κτήνους δεν θέλει ταράξει αυτά.
14 οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται λέγει κύριος
Τότε θέλω ησυχάσει τα ύδατα αυτών και κάμει τους ποταμούς αυτών να ρέωσιν ως έλαιον, λέγει Κύριος ο Θεός.
15 ὅταν δῶ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθῇ ἡ γῆ σὺν τῇ πληρώσει αὐτῆς ὅταν διασπείρω πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
Όταν κάμω την γην της Αιγύπτου θάμβος, και ερημωθή η γη από του πληρώματος αυτής, όταν πατάξω πάντας τους κατοικούντας εν αυτή, τότε θέλουσι γνωρίσει ότι εγώ είμαι ο Κύριος.
16 θρῆνός ἐστιν καὶ θρηνήσεις αὐτόν καὶ αἱ θυγατέρες τῶν ἐθνῶν θρηνήσουσιν αὐτόν ἐπ’ Αἴγυπτον καὶ ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῆς θρηνήσουσιν αὐτήν λέγει κύριος κύριος
Ούτος είναι ο θρήνος, με τον οποίον θέλουσι θρηνήσει αυτήν· αι θυγατέρες των εθνών θέλουσι θρηνήσει αυτήν· θέλουσι θρηνήσει διά την Αίγυπτον και δι' άπαν το πλήθος αυτής, λέγει Κύριος ο Θεός.
17 καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει τοῦ πρώτου μηνὸς πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
Και εν τω δωδεκάτω έτει τη δεκάτη πέμπτη του μηνός, έγεινε λόγος Κυρίου προς εμέ, λέγων,
18 υἱὲ ἀνθρώπου θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου καὶ καταβιβάσουσιν αὐτῆς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τῆς γῆς πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον
Υιέ ανθρώπου, θρήνησον διά το πλήθος της Αιγύπτου και καταβίβασον αυτούς, αυτήν και τας θυγατέρας των ισχυρών εθνών, εις τα κατώτατα της γης, μετά των καταβαινόντων εις λάκκον.
Τίνος είσαι ώραιοτέρα; κατάβηθι και κοίτου μετά των απεριτμήτων.
20 ἐν μέσῳ τραυματιῶν μαχαίρας πεσοῦνται μετ’ αὐτοῦ καὶ κοιμηθήσεται πᾶσα ἡ ἰσχὺς αὐτοῦ
Θέλουσι πέσει εν μέσω των τεθανατωμένων εν μαχαίρα· εις την μάχαιραν παρεδόθη αυτή· σύρετε αυτήν και πάντα τα πλήθη αυτής.
21 καὶ ἐροῦσίν σοι οἱ γίγαντες ἐν βάθει βόθρου γίνου τίνος κρείττων εἶ κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσῳ τραυματιῶν μαχαίρας (Sheol h7585)
Οι ισχυρότεροι μεταξύ των δυνατών θέλουσι λαλήσει προς αυτόν εκ μέσου του άδου μετά των βοηθούντων αυτόν· κατέβησαν, κοίτονται απερίτμητοι, τεθανατωμένοι εν μαχαίρα. (Sheol h7585)
22 ἐκεῖ Ασσουρ καὶ πᾶσα ἡ συναγωγὴ αὐτοῦ πάντες τραυματίαι ἐκεῖ ἐδόθησαν καὶ ἡ ταφὴ αὐτῶν ἐν βάθει βόθρου καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ
Εκεί είναι ο Ασσούρ και άπαν το άθροισμα αυτού· οι τάφοι αυτού είναι κύκλω αυτού· πάντες ούτοι τεθανατωμένοι, πεπτωκότες εν μαχαίρα.
23 οἱ δόντες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς
Διότι οι τάφοι αυτού είναι τεθειμένοι εις τα βάθη του λάκκου και το άθροισμα αυτού κύκλω του τάφου αυτού· πάντες ούτοι τεθανατωμένοι, πεπτωκότες εν μαχαίρα, οίτινες διέδιδον τρόμον εις την γην των ζώντων.
24 ἐκεῖ αιλαμ καὶ πᾶσα ἡ δύναμις αὐτοῦ περικύκλῳ τοῦ μνήματος αὐτοῦ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρᾳ καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γῆς βάθος οἱ δεδωκότες αὐτῶν φόβον ἐπὶ γῆς ζωῆς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον
Εκεί είναι ο Ελάμ και άπαν το πλήθος αυτού κύκλω του τάφου αυτού· πάντες ούτοι τεθανατωμένοι, πεπτωκότες εν μαχαίρα, καταβάντες απερίτμητοι εις τα κατώτατα της γης, οίτινες διέδιδον τον τρόμον αυτών εις την γην των ζώντων· και έλαβον την καταισχύνην αυτών μετά των καταβαινόντων εις λάκκον.
25 ἐν μέσῳ τραυματιῶν
Έθεσαν εις αυτόν κλίνην μετά παντός του πλήθους αυτού εν μέσω των τεθανατωμένων· οι τάφοι αυτού είναι κύκλω αυτού· πάντες ούτοι απερίτμητοι, τεθανατωμένοι εν μαχαίρα, αν και διεδόθη ο τρόμος αυτών εις την γην των ζώντων· και έλαβον την καταισχύνην αυτών μετά των καταβαινόντων εις λάκκον· ετέθη εν μέσω των τεθανατωμένων.
26 ἐκεῖ ἐδόθησαν Μοσοχ καὶ Θοβελ καὶ πᾶσα ἡ ἰσχὺς αὐτῶν περικύκλῳ τοῦ μνήματος αὐτοῦ πάντες τραυματίαι αὐτοῦ πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας οἱ δεδωκότες τὸν φόβον αὐτῶν ἐπὶ γῆς ζωῆς
Εκεί είναι ο Μεσέχ, ο Θουβάλ και άπαν το πλήθος αυτού· οι τάφοι αυτού είναι κύκλω αυτού· πάντες ούτοι απερίτμητοι, τεθανατωμένοι εν μαχαίρα, αν και διέδωκαν τον τρόμον αυτών εις την γην των ζώντων.
27 καὶ ἐκοιμήθησαν μετὰ τῶν γιγάντων τῶν πεπτωκότων ἀπὸ αἰῶνος οἳ κατέβησαν εἰς ᾅδου ἐν ὅπλοις πολεμικοῖς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτῶν ὑπὸ τὰς κεφαλὰς αὐτῶν καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτῶν ἐπὶ τῶν ὀστῶν αὐτῶν ὅτι ἐξεφόβησαν γίγαντας ἐν γῇ ζωῆς (Sheol h7585)
Πλην δεν κοίτονται μετά των πεσόντων ισχυρών εκ των απεριτμήτων, οίτινες κατέβησαν εις τον άδην μετά των πολεμικών αυτών όπλων· και έθεσαν τας μαχαίρας αυτών υπό τας κεφαλάς αυτών· αλλ' αι ανομίαι αυτών θέλουσιν είσθαι επί τα οστά αυτών, αν και ήσαν τρόμος των ισχυρών εν τη γη των ζώντων. (Sheol h7585)
28 καὶ σὺ ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τετραυματισμένων μαχαίρᾳ
Ναι, συ θέλεις συντριφθή εν μέσω των απεριτμήτων, και θέλεις κοίτεσθαι μετά των τεθανατωμένων εν μαχαίρα.
29 ἐκεῖ ἐδόθησαν οἱ ἄρχοντες Ασσουρ οἱ δόντες τὴν ἰσχὺν αὐτοῦ εἰς τραῦμα μαχαίρας οὗτοι μετὰ τραυματιῶν ἐκοιμήθησαν μετὰ καταβαινόντων εἰς βόθρον
Εκεί είναι ο Εδώμ, οι βασιλείς αυτού και πάντες οι ηγεμόνες αυτού, οίτινες μετά της δυνάμεως αυτών ετέθησαν μεταξύ των τεθανατωμένων εν μαχαίρα· ούτοι θέλουσι κοίτεσθαι μετά των απεριτμήτων και μετά των καταβαινόντων εις λάκκον.
30 ἐκεῖ οἱ ἄρχοντες τοῦ βορρᾶ πάντες στρατηγοὶ Ασσουρ οἱ καταβαίνοντες τραυματίαι σὺν τῷ φόβῳ αὐτῶν καὶ τῇ ἰσχύι αὐτῶν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιῶν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτῶν μετὰ τῶν καταβαινόντων εἰς βόθρον
Εκεί είναι οι ηγεμόνες του βορρά, πάντες ούτοι, και πάντες οι Σιδώνιοι, οίτινες κατέβησαν μετά των τεθανατωμένων, εν τω τρόμω αυτών, κατησχυμμένοι εν τη δυνάμει αυτών· και κοίτονται απερίτμητοι μετά των τεθανατωμένων εν μαχαίρα, και έλαβον την καταισχύνην αυτών μετά των καταβαινόντων εις λάκκον.
31 ἐκείνους ὄψεται βασιλεὺς Φαραω καὶ παρακληθήσεται ἐπὶ πᾶσαν τὴν ἰσχὺν αὐτῶν λέγει κύριος κύριος
Ο Φαραώ θέλει ιδεί αυτούς και παρηγορηθή δι' άπαν το πλήθος αυτού, ο Φαραώ και άπαν το στράτευμα αυτού, οι τεθανατωμένοι εν μαχαίρα, λέγει Κύριος ο Θεός.
32 ὅτι δέδωκα τὸν φόβον αὐτοῦ ἐπὶ γῆς ζωῆς καὶ κοιμηθήσεται ἐν μέσῳ ἀπεριτμήτων μετὰ τραυματιῶν μαχαίρας Φαραω καὶ πᾶν τὸ πλῆθος αὐτοῦ λέγει κύριος κύριος
Διότι έδωκα τον τρόμον μου εις την γην των ζώντων· και θέλει κοίτεσθαι εν μέσω των απεριτμήτων μετά των τεθανατωμένων εν μαχαίρα· ο Φαραώ και άπαν το πλήθος αυτού, λέγει Κύριος ο Θεός.

< Ἰεζεκιήλ 32 >