< Ἰεζεκιήλ 30 >

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Again the word of the LORD came to me, saying,
2 υἱὲ ἀνθρώπου προφήτευσον καὶ εἰπόν τάδε λέγει κύριος ὦ ὦ ἡ ἡμέρα
“Son of man, prophesy and declare that this is what the Lord GOD says: Wail, ‘Alas for that day!’
3 ὅτι ἐγγὺς ἡ ἡμέρα τοῦ κυρίου ἡμέρα πέρας ἐθνῶν ἔσται
For the day is near, the Day of the LORD is near. It will be a day of clouds, a time of doom for the nations.
4 καὶ ἥξει μάχαιρα ἐπ’ Αἰγυπτίους καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια
A sword will come against Egypt, and there will be anguish in Cush when the slain fall in Egypt, its wealth is taken away, and its foundations are torn down.
5 Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ
Cush, Put, and Lud, and all the various peoples, as well as Libya and the men of the covenant land, will fall with Egypt by the sword.
6 καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ λέγει κύριος
For this is what the LORD says: The allies of Egypt will fall, and her proud strength will collapse. From Migdol to Syene they will fall by the sword within her,
7 καὶ ἐρημωθήσεται ἐν μέσῳ χωρῶν ἠρημωμένων καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται
They will be desolate among desolate lands, and their cities will lie among ruined cities.
8 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὅταν δῶ πῦρ ἐπ’ Αἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ
Then they will know that I am the LORD when I set fire to Egypt and all her helpers are shattered.
9 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσονται ἄγγελοι σπεύδοντες ἀφανίσαι τὴν Αἰθιοπίαν καὶ ἔσται ταραχὴ ἐν αὐτοῖς ἐν τῇ ἡμέρᾳ Αἰγύπτου ὅτι ἰδοὺ ἥκει
On that day messengers will go out from Me in ships to frighten Cush out of complacency. Anguish will come upon them on the day of Egypt’s doom. For it is indeed coming.
10 τάδε λέγει κύριος κύριος καὶ ἀπολῶ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος
This is what the Lord GOD says: I will put an end to the hordes of Egypt by the hand of Nebuchadnezzar king of Babylon.
11 αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ λοιμοὶ ἀπὸ ἐθνῶν ἀπεσταλμένοι ἀπολέσαι τὴν γῆν καὶ ἐκκενώσουσιν πάντες τὰς μαχαίρας αὐτῶν ἐπ’ Αἴγυπτον καὶ πλησθήσεται ἡ γῆ τραυματιῶν
He and his people with him, the most ruthless of the nations, will be brought in to destroy the land. They will draw their swords against Egypt and fill the land with the slain.
12 καὶ δώσω τοὺς ποταμοὺς αὐτῶν ἐρήμους καὶ ἀπολῶ τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἐν χερσὶν ἀλλοτρίων ἐγὼ κύριος λελάληκα
I will make the streams dry up and sell the land to the wicked. By the hands of foreigners I will bring desolation upon the land and everything in it.
13 ὅτι τάδε λέγει κύριος κύριος καὶ ἀπολῶ μεγιστᾶνας ἀπὸ Μέμφεως καὶ ἄρχοντας ἐκ γῆς Αἰγύπτου καὶ οὐκ ἔσονται ἔτι
This is what the Lord GOD says: I will destroy the idols and put an end to the images in Memphis. There will no longer be a prince in Egypt, and I will instill fear in that land.
14 καὶ ἀπολῶ γῆν Παθουρης καὶ δώσω πῦρ ἐπὶ Τάνιν καὶ ποιήσω ἐκδίκησιν ἐν Διοσπόλει
I will lay waste Pathros, set fire to Zoan, and execute judgment on Thebes.
15 καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπὶ Σάιν τὴν ἰσχὺν Αἰγύπτου καὶ ἀπολῶ τὸ πλῆθος Μέμφεως
I will pour out My wrath on Pelusium, the stronghold of Egypt, and cut off the crowds of Thebes.
16 καὶ δώσω πῦρ ἐπ’ Αἴγυπτον καὶ ταραχὴν ταραχθήσεται Συήνη καὶ ἐν Διοσπόλει ἔσται ἔκρηγμα καὶ διαχυθήσεται ὕδατα
I will set fire to Egypt, Pelusium will writhe in anguish, Thebes will be split open, and Memphis will face daily distress.
17 νεανίσκοι ἡλίου πόλεως καὶ Βουβάστου ἐν μαχαίρᾳ πεσοῦνται καὶ αἱ γυναῖκες ἐν αἰχμαλωσίᾳ πορεύσονται
The young men of On and Pi-beseth will fall by the sword, and those cities will go into captivity.
18 καὶ ἐν Ταφνας συσκοτάσει ἡ ἡμέρα ἐν τῷ συντρῖψαι με ἐκεῖ τὰ σκῆπτρα Αἰγύπτου καὶ ἀπολεῖται ἐκεῖ ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς καὶ αὐτὴν νεφέλη καλύψει καὶ αἱ θυγατέρες αὐτῆς αἰχμάλωτοι ἀχθήσονται
The day will be darkened in Tahpanhes when I break the yoke of Egypt and her proud strength comes to an end. A cloud will cover her, and her daughters will go into captivity.
19 καὶ ποιήσω κρίμα ἐν Αἰγύπτῳ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
So I will execute judgment on Egypt, and they will know that I am the LORD.”
20 καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ πρώτῳ μηνὶ ἑβδόμῃ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
In the eleventh year, on the seventh day of the first month, the word of the LORD came to me, saying,
21 υἱὲ ἀνθρώπου τοὺς βραχίονας Φαραω βασιλέως Αἰγύπτου συνέτριψα καὶ ἰδοὺ οὐ κατεδέθη τοῦ δοθῆναι ἴασιν τοῦ δοθῆναι ἐπ’ αὐτὸν μάλαγμα τοῦ δοθῆναι ἰσχὺν ἐπιλαβέσθαι μαχαίρας
“Son of man, I have broken the arm of Pharaoh king of Egypt. See, it has not been bound up for healing, or splinted for strength to hold the sword.
22 διὰ τοῦτο τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ συντρίψω τοὺς βραχίονας αὐτοῦ τοὺς ἰσχυροὺς καὶ τοὺς τεταμένους καὶ καταβαλῶ τὴν μάχαιραν αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ
Therefore this is what the Lord GOD says: Behold, I am against Pharaoh king of Egypt. I will break his arms, both the strong one and the one already broken, and will make the sword fall from his hand.
23 καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
I will disperse the Egyptians among the nations and scatter them throughout the lands.
24 καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐπάξει αὐτὴν ἐπ’ Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς
I will strengthen the arms of Babylon’s king and place My sword in his hand, but I will break the arms of Pharaoh, who will groan before him like a mortally wounded man.
25 καὶ ἐνισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος οἱ δὲ βραχίονες Φαραω πεσοῦνται καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ δοῦναι τὴν ῥομφαίαν μου εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ ἐκτενεῖ αὐτὴν ἐπὶ γῆν Αἰγύπτου
I will strengthen the arms of Babylon’s king, but Pharaoh’s arms will fall limp. Then they will know that I am the LORD, when I place My sword in the hand of Babylon’s king, and he wields it against the land of Egypt.
26 καὶ διασπερῶ Αἴγυπτον εἰς τὰ ἔθνη καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας καὶ γνώσονται πάντες ὅτι ἐγώ εἰμι κύριος
I will disperse the Egyptians among the nations and scatter them throughout the lands. Then they will know that I am the LORD.”

< Ἰεζεκιήλ 30 >