< Ἰεζεκιήλ 29 >
1 ἐν τῷ ἔτει τῷ δεκάτῳ ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
제 십년 시월 십 이일에 여호와의 말씀이 내게 임하여 가라사대
2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ’ αὐτὸν καὶ ἐπ’ Αἴγυπτον ὅλην
인자야 너는 애굽 왕 바로와 온 애굽으로 낯을 향하고 쳐서 예언하라
3 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ τὸν λέγοντα ἐμοί εἰσιν οἱ ποταμοί καὶ ἐγὼ ἐποίησα αὐτούς
너는 말하여 이르기를 주 여호와의 말씀에 애굽왕 바로야 내가 너를 대적하노라 너는 자기의 강들 중에 누운 큰 악어라 스스로 이르기를 내 이 강은 내 것이라 내가 나를 위하여 만들었다 하는도다
4 καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου
내가 갈고리로 네 아가미를 꿰고 네 강의 고기로 네 비늘에 붙게하고 네 비늘에 붙은 강의 모든 고기와 함께 너를 네 강들 중에서 끌어내고
5 καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα
너와 네 강의 모든 고기를 들에 던지리니 네가 지면에 떨어지고 다시는 거두거나 모음을 입지 못할 것은 내가 너를 들짐승과 공중의 새의 식물로 주었음이라
6 καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι κύριος ἀνθ’ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ισραηλ
애굽의 모든 거민이 나를 여호와인 줄 알리라 애굽은 본래 이스라엘 족속에게 갈대 지팡이라
7 ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν ἐθλάσθης καὶ ὅτε ἐπεκράτησεν ἐπ’ αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν
그들이 너를 손으로 잡은즉 네가 부러져서 그들의 모든 어깨를 찢었고 그들이 너를 의지한즉 네가 부러져서 그들의 모든 허리로 흔들리게 하였느니라
8 διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ καὶ κτήνη
그러므로 나 주 여호와가 말하노라 내가 칼로 네게 임하게 하여 네게서 사람과 짐승을 끊은즉
9 καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἀντὶ τοῦ λέγειν σε οἱ ποταμοὶ ἐμοί εἰσιν καὶ ἐγὼ ἐποίησα αὐτούς
애굽 땅이 사막과 황무지가 되리니 그들이 나를 여호와인 줄 알리라 네가 스스로 이르기를 이 강은 내 것이라 내가 만들었다 하도다
10 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων
그러므로 내가 너와 네 강들을 쳐서 애굽 땅 믹돌에서부터 수에네 곧 구스 지경까지 황무한 황무지 곧 사막이 되게 하리니
11 οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη
그 가운데로 사람의 발도 지나가지 아니하며 짐승의 발도 지나가지 아니하고 거접하는 사람이 없이 사십년이 지날지라
12 καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσιν καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας
내가 애굽땅으로 황무한 열국 같이 황무하게 하며 애굽 성읍도 사막이 된 열국의 성읍 같이 사십년 동안 황무하게 하고 애굽 사람들은 각국 가운데로 흩으며 열방 가운데로 헤치리라
13 τάδε λέγει κύριος μετὰ τεσσαράκοντα ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ
나 주 여호와가 말하노라 사십년 끝에 내가 만민 중에 흩은 애굽사람을 다시 모아 내되
14 καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Παθουρης ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν καὶ ἔσται ἀρχὴ ταπεινὴ
애굽의 사로잡힌 자들을 돌이켜 바드로스 땅 곧 그 고토로 돌아가게 할 것이라 그들이 거기서 미약한 나라가 되되
15 παρὰ πάσας τὰς ἀρχάς οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν
나라 중에 지극히 미약한 나라가 되어 다시는 열국 위에 스스로 높이지 못하리니 내가 그들을 감하여 다시는 열국을 다스리지 못하게 할 것임이라
16 καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ισραηλ εἰς ἐλπίδα ἀναμιμνῄσκουσαν ἀνομίαν ἐν τῷ αὐτοὺς ἀκολουθῆσαι ὀπίσω αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
그들이 다시는 이스라엘 족속의 의뢰가 되지 못할 것이요 이스라엘 족속은 돌이켜 그들을 바라보지 아니하므로 그 죄악이 기억나게 되지 아니하리니 그들이 나를 주 여호와인 줄 알리라 하셨다 하라
17 καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος κυρίου πρός με λέγων
제 이십 칠년 정월 초 일일에 여호와의 말씀이 내게 임하여 가라사대
18 υἱὲ ἀνθρώπου Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπ’ αὐτήν
인자야 바벨론 왕 느부갓네살이 그 군대로 두로를 치게 할 때에 크게 수고하여 각 머리털이 무지러졌고 각 어깨가 벗어졌으나 그와 군대가 그 수고한 보수를 두로에서 얻지 못하였느니라
19 τάδε λέγει κύριος κύριος ἰδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ
그러므로 나 주 여호와가 말하노라 내가 애굽 땅을 바벨론 왕 느부갓네살에게 붙이리니 그가 그 무리를 옮겨가며 물건을 노략하며 빼앗아 갈 것이라 이것이 그 군대의 보수가 되리라
20 ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτῷ γῆν Αἰγύπτου τάδε λέγει κύριος κύριος
그들의 수고는 나를 위하여 함인즉 그 보수로 내가 애굽 땅을 그에게 주었느니라 나 주 여호와의 말이니라
21 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ισραηλ καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
그 날에 내가 이스라엘 족속에게 한 뿔이 솟아나게 하고 내가 또 너로 그들 중에서 입을 열게 하리니 그들이 나를 여호와인줄 알리라