< Ἰεζεκιήλ 28 >
1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
The word of the LORD came again to me, saying,
2 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τῷ ἄρχοντι Τύρου τάδε λέγει κύριος ἀνθ’ ὧν ὑψώθη σου ἡ καρδία καὶ εἶπας θεός εἰμι ἐγώ κατοικίαν θεοῦ κατῴκηκα ἐν καρδίᾳ θαλάσσης σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ
Son of man, say to the prince of Tyrus, Thus says the Lord GOD; Because your heart is lifted up, and you have said, I am a God, I sit in the seat of God, in the middle of the seas; yet you are a man, and not God, though you set your heart as the heart of God:
3 μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιηλ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν
Behold, you are wiser than Daniel; there is no secret that they can hide from you:
4 μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ ἐν τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου
With your wisdom and with your understanding you have gotten you riches, and have gotten gold and silver into your treasures:
5 ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου
By your great wisdom and by your traffic have you increased your riches, and your heart is lifted up because of your riches:
6 διὰ τοῦτο τάδε λέγει κύριος ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεοῦ
Therefore thus says the Lord GOD; Because you have set your heart as the heart of God;
7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν
Behold, therefore I will bring strangers on you, the terrible of the nations: and they shall draw their swords against the beauty of your wisdom, and they shall defile your brightness.
8 καὶ καταβιβάσουσίν σε καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης
They shall bring you down to the pit, and you shall die the deaths of them that are slain in the middle of the seas.
9 μὴ λέγων ἐρεῖς θεός εἰμι ἐγώ ἐνώπιον τῶν ἀναιρούντων σε σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός ἐν πλήθει
Will you yet say before him that slays you, I am God? but you shall be a man, and no God, in the hand of him that slays you.
10 ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος
You shall die the deaths of the uncircumcised by the hand of strangers: for I have spoken it, says the Lord GOD.
11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Moreover the word of the LORD came to me, saying,
12 υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ τάδε λέγει κύριος κύριος σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους
Son of man, take up a lamentation on the king of Tyrus, and say to him, Thus says the Lord GOD; You seal up the sum, full of wisdom, and perfect in beauty.
13 ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης πᾶν λίθον χρηστὸν ἐνδέδεσαι σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ ἀφ’ ἧς ἡμέρας ἐκτίσθης σύ
You have been in Eden the garden of God; every precious stone was your covering, the sardius, topaz, and the diamond, the beryl, the onyx, and the jasper, the sapphire, the emerald, and the carbuncle, and gold: the workmanship of your tabrets and of your pipes was prepared in you in the day that you were created.
14 μετὰ τοῦ χερουβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ θεοῦ ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων
You are the anointed cherub that covers; and I have set you so: you were on the holy mountain of God; you have walked up and down in the middle of the stones of fire.
15 ἐγενήθης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου ἀφ’ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί
You were perfect in your ways from the day that you were created, till iniquity was found in you.
16 ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ θεοῦ καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίθων πυρίνων
By the multitude of your merchandise they have filled the middle of you with violence, and you have sinned: therefore I will cast you as profane out of the mountain of God: and I will destroy you, O covering cherub, from the middle of the stones of fire.
17 ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι
Your heart was lifted up because of your beauty, you have corrupted your wisdom by reason of your brightness: I will cast you to the ground, I will lay you before kings, that they may behold you.
18 διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου καὶ ἐξάξω πῦρ ἐκ μέσου σου τοῦτο καταφάγεταί σε καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε
You have defiled your sanctuaries by the multitude of your iniquities, by the iniquity of your traffic; therefore will I bring forth a fire from the middle of you, it shall devour you, and I will bring you to ashes on the earth in the sight of all them that behold you.
19 καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσιν στυγνάσουσιν ἐπὶ σέ ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα
All they that know you among the people shall be astonished at you: you shall be a terror, and never shall you be any more.
20 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Again the word of the LORD came to me, saying,
21 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ’ αὐτὴν
Son of man, set your face against Zidon, and prophesy against it,
22 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σιδών καὶ ἐνδοξασθήσομαι ἐν σοί καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα καὶ ἁγιασθήσομαι ἐν σοί
And say, Thus says the Lord GOD; Behold, I am against you, O Zidon; and I will be glorified in the middle of you: and they shall know that I am the LORD, when I shall have executed judgments in her, and shall be sanctified in her.
23 αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου καὶ γνώσονται διότι ἐγώ εἰμι κύριος
For I will send into her pestilence, and blood into her streets; and the wounded shall be judged in the middle of her by the sword on her on every side; and they shall know that I am the LORD.
24 καὶ οὐκ ἔσονται οὐκέτι τῷ οἴκῳ τοῦ Ισραηλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος
And there shall be no more a pricking brier to the house of Israel, nor any grieving thorn of all that are round about them, that despised them; and they shall know that I am the Lord GOD.
25 τάδε λέγει κύριος κύριος καὶ συνάξω τὸν Ισραηλ ἐκ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἣν δέδωκα τῷ δούλῳ μου Ιακωβ
Thus says the Lord GOD; When I shall have gathered the house of Israel from the people among whom they are scattered, and shall be sanctified in them in the sight of the heathen, then shall they dwell in their land that I have given to my servant Jacob.
26 καὶ κατοικήσουσιν ἐπ’ αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι ὅταν ποιήσω κρίμα ἐν πᾶσιν τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτῶν καὶ ὁ θεὸς τῶν πατέρων αὐτῶν
And they shall dwell safely therein, and shall build houses, and plant vineyards; yes, they shall dwell with confidence, when I have executed judgments on all those that despise them round about them; and they shall know that I am the LORD their God.