< Ἰεζεκιήλ 22 >

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
And there is a word of Jehovah unto me, saying,
2 καὶ σύ υἱὲ ἀνθρώπου εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς
'And thou, son of man, dost thou judge? dost thou judge the city of blood? then thou hast caused it to know all its abominations,
3 καὶ ἐρεῖς τάδε λέγει κύριος κύριος ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ’ αὑτῆς τοῦ μιαίνειν αὐτήν
and thou hast said: Thus said the Lord Jehovah: The city is shedding blood in its midst, For the coming in of its time, And it hath made idols on it for defilement.
4 ἐν τοῖς αἵμασιν αὐτῶν οἷς ἐξέχεας παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασίν σου οἷς ἐποίεις ἐμιαίνου καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου διὰ τοῦτο δέδωκά σε εἰς ὄνειδος τοῖς ἔθνεσιν καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις
By thy blood that thou hast shed thou hast been guilty, And by thine idols that thou hast made thou hast been defiled, And thou causest thy days to draw near, And art come in unto thine years, Therefore I have given thee a reproach to nations, And a derision to all the lands.
5 ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ καὶ ἐμπαίξονται ἐν σοί ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις
The near and the far-off from thee scoff at thee, O defiled of name — abounding in trouble.
6 ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ισραηλ ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί ὅπως ἐκχέωσιν αἷμα
Lo, princes of Israel — each according to his arm Have been in thee to shed blood.
7 πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοὶ καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί
Father and mother made light of in thee, To a sojourner they dealt oppressively in thy midst, Fatherless and widow they oppressed in thee.
8 καὶ τὰ ἅγιά μου ἐξουδένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί
My holy things thou hast despised, And My sabbaths thou hast polluted.
9 ἄνδρες λῃσταὶ ἐν σοί ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα καὶ ἐπὶ τῶν ὀρέων ἤσθοσαν ἐν σοί ἀνόσια ἐποίουν ἐν μέσῳ σου
Men of slander have been in thee to shed blood, And on the mountains they have eaten in thee, Wickedness they have done in thy midst.
10 αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί
The nakedness of a father hath one uncovered in thee, The defiled of impurity they humbled in thee.
11 ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί
And each with the wife of his neighbour hath done abomination, And each his daughter-in-law hath defiled through wickedness, And each his sister, his father's daughter, hath humbled in thee.
12 δῶρα ἐλαμβάνοσαν ἐν σοί ὅπως ἐκχέωσιν αἷμα τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ ἐμοῦ δὲ ἐπελάθου λέγει κύριος
A bribe they have taken in thee to shed blood, Usury and increase thou hast taken, And cuttest off thy neighbour by oppression, And Me thou hast forgotten, An affirmation of the Lord Jehovah!
13 ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐφ’ οἷς συντετέλεσαι οἷς ἐποίησας καὶ ἐπὶ τοῖς αἵμασίν σου τοῖς γεγενημένοις ἐν μέσῳ σου
And lo, I have smitten My hand, Because of thy dishonest gain that thou hast gained, And for thy blood that hath been in thy midst.
14 εἰ ὑποστήσεται ἡ καρδία σου εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις αἷς ἐγὼ ποιῶ ἐν σοί ἐγὼ κύριος λελάληκα καὶ ποιήσω
Doth thy heart stand — are thy hands strong, For the days that I am dealing with thee? I, Jehovah, have spoken and have done [it].
15 καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσιν καὶ διασπερῶ σε ἐν ταῖς χώραις καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ
And I have scattered thee among nations, And have spread thee out among lands, And consumed thy uncleanness out of thee.
16 καὶ κατακληρονομήσω ἐν σοὶ κατ’ ὀφθαλμοὺς τῶν ἐθνῶν καὶ γνώσεσθε διότι ἐγὼ κύριος
And thou hast been polluted in thyself Before the eyes of nations, And thou hast known that I [am] Jehovah.'
17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
And there is a word of Jehovah unto me, saying, 'Son of man,
18 υἱὲ ἀνθρώπου ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ισραηλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστίν
The house of Israel hath been to Me for dross, All of them [are] brass, and tin, and iron, and lead, In the midst of a furnace — dross hath silver been,
19 διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ἀνθ’ ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ιερουσαλημ
Therefore, thus said the Lord Jehovah: Because of your all becoming dross, Therefore, lo, I am gathering you unto the midst of Jerusalem,
20 καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι οὕτως εἰσδέξομαι ὑμᾶς ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς
A gathering of silver, and brass, and iron, and lead, and tin, Unto the midst of a furnace — to blow on it fire, to melt it, So do I gather in Mine anger and in My fury, And I have let rest, and have melted you.
21 καὶ ἐκφυσήσω ἐφ’ ὑμᾶς ἐν πυρὶ ὀργῆς μου καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς
And I have heaped you up, And blown on you in the fire of My wrath, And ye have been melted in its midst.
22 ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου οὕτως χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ’ ὑμᾶς
As the melting of silver in the midst of a furnace, So are ye melted in its midst, And ye have known that I, Jehovah, I have poured out My fury upon you.'
23 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
And there is a word of Jehovah unto me, saying:
24 υἱὲ ἀνθρώπου εἰπὸν αὐτῇ σὺ εἶ γῆ ἡ οὐ βρεχομένη οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς
'Son of man, say to it, Thou [art] a land, It [is] not cleansed nor rained on in a day of indignation.
25 ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου
A conspiracy of its prophets [is] in its midst, as a roaring lion tearing prey; The soul they have devoured, Wealth and glory they have taken, Its widows have multiplied in its midst.
26 καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν
Its priests have wronged My law, And they pollute My holy things, Between holy and common they have not made separation, And between the unclean and the clean they have not made known, And from my sabbaths they have hidden their eyes, And I am pierced in their midst.
27 οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα ὅπως πλεονεξίᾳ πλεονεκτῶσιν
Its princes in its midst [are] as wolves, Tearing prey, to shed blood, to destroy souls, For the sake of gaining dishonest gain.
28 καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται ὁρῶντες μάταια μαντευόμενοι ψευδῆ λέγοντες τάδε λέγει κύριος καὶ κύριος οὐ λελάληκεν
And its prophets have daubed for them with chalk, Seeing a vain thing, and divining for them a lie, Saying, 'Thus said the Lord Jehovah:' And Jehovah hath not spoken.
29 λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος
The people of the land have used oppression, And have taken plunder violently away, And humble and needy have oppressed, And the sojourner oppressed — without judgment.
30 καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν καὶ οὐχ εὗρον
And I seek of them a man making a fence, And standing in the breach before Me, In behalf of the land — not to destroy it, And I have not found.
31 καὶ ἐξέχεα ἐπ’ αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα λέγει κύριος κύριος
And I pour out on them mine indignation, By fire of My wrath I have consumed them, Their way on their own head I have put, An affirmation of the Lord Jehovah!'

< Ἰεζεκιήλ 22 >