< Ἰεζεκιήλ 14 >

1 καὶ ἦλθον πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ισραηλ καὶ ἐκάθισαν πρὸ προσώπου μου
Then certain of the responsible men of Israel came to me and took their seats before me.
2 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
And the word of the Lord came to me, saying,
3 υἱὲ ἀνθρώπου οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὐτῶν ἐπὶ τὰς καρδίας αὐτῶν καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὐτῶν ἔθηκαν πρὸ προσώπου αὐτῶν εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς
Son of man, these men have taken their false gods into their hearts and put before their faces the sin which is the cause of their fall: am I to give ear when they come to me for directions?
4 διὰ τοῦτο λάλησον αὐτοῖς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ ὃς ἂν θῇ τὰ διανοήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ
For this cause say to them, These are the words of the Lord: Every man of Israel who has taken his false god into his heart, and put before his face the sin which is the cause of his fall, and comes to the prophet; I the Lord will give him an answer by myself in agreement with the number of his false gods;
5 ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ισραηλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ’ ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν
So as to take the children of Israel in the thoughts of their hearts, because they have become strange to me through their false gods.
6 διὰ τοῦτο εἰπὸν πρὸς τὸν οἶκον τοῦ Ισραηλ τάδε λέγει κύριος κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν
For this cause say to the children of Israel, These are the words of the Lord: Come back and give up your false gods and let your faces be turned from your disgusting things.
7 διότι ἄνθρωπος ἄνθρωπος ἐκ τοῦ οἴκου Ισραηλ καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ Ισραηλ ὃς ἂν ἀπαλλοτριωθῇ ἀπ’ ἐμοῦ καὶ θῆται τὰ ἐνθυμήματα αὐτοῦ ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὴν κόλασιν τῆς ἀδικίας αὐτοῦ τάξῃ πρὸ προσώπου αὐτοῦ καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοί ἐγὼ κύριος ἀποκριθήσομαι αὐτῷ ἐν ᾧ ἐνέχεται ἐν αὐτῷ
When any one of the men of Israel, or of those from other lands who are living in Israel, who has become strange to me, and takes his false gods into his heart, and puts before his face the sin which is the cause of his fall, comes to the prophet to get directions from me; I the Lord will give him an answer by myself:
8 καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ θήσομαι αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος
And my face will be turned against that man, and I will make him a sign and a common saying, cutting him off from among my people; and you will be certain that I am the Lord.
9 καὶ ὁ προφήτης ἐὰν πλανηθῇ καὶ λαλήσῃ ἐγὼ κύριος πεπλάνηκα τὸν προφήτην ἐκεῖνον καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὸν καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ισραηλ
And if the prophet, tricked by deceit, says anything, it is I the Lord by whom he has been tricked, and I will put out my hand against him, and he will be cut off from among my people Israel.
10 καὶ λήμψονται τὴν ἀδικίαν αὐτῶν κατὰ τὸ ἀδίκημα τοῦ ἐπερωτῶντος καὶ κατὰ τὸ ἀδίκημα ὁμοίως τῷ προφήτῃ ἔσται
And the punishment of their sin will be on them: the sin of the prophet will be the same as the sin of him who goes to him for directions;
11 ὅπως μὴ πλανᾶται ἔτι ὁ οἶκος τοῦ Ισραηλ ἀπ’ ἐμοῦ καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσιν τοῖς παραπτώμασιν αὐτῶν καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν λέγει κύριος
So that the children of Israel may no longer go wandering away from me, or make themselves unclean with all their wrongdoing; but they will be my people, and I will be their God, says the Lord.
12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
And the word of the Lord came to me, saying,
13 υἱὲ ἀνθρώπου γῆ ἐὰν ἁμάρτῃ μοι τοῦ παραπεσεῖν παράπτωμα καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτὴν καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου καὶ ἐξαποστελῶ ἐπ’ αὐτὴν λιμὸν καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτήνη
Son of man, when a land, sinning against me, does wrong, and my hand is stretched out against it, and the support of its bread is broken, and I make it short of food, cutting off man and beast from it:
14 καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς Νωε καὶ Δανιηλ καὶ Ιωβ αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται λέγει κύριος
Even if these three men, Noah, Daniel, and Job, were in it, only themselves would they keep safe by their righteousness, says the Lord.
15 ἐὰν καὶ θηρία πονηρὰ ἐπάγω ἐπὶ τὴν γῆν καὶ τιμωρήσομαι αὐτὴν καὶ ἔσται εἰς ἀφανισμὸν καὶ οὐκ ἔσται ὁ διοδεύων ἀπὸ προσώπου τῶν θηρίων
Or if I send evil beasts through the land causing destruction and making it waste, so that no man may go through because of the beasts:
16 καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ὦσι ζῶ ἐγώ λέγει κύριος εἰ υἱοὶ ἢ θυγατέρες σωθήσονται ἀλλ’ ἢ αὐτοὶ μόνοι σωθήσονται ἡ δὲ γῆ ἔσται εἰς ὄλεθρον
Even if these three men were in it, by my life, says the Lord, they would not keep safe their sons or daughters, but only themselves, and the land would be made waste.
17 ἢ καὶ ῥομφαίαν ἐὰν ἐπάγω ἐπὶ τὴν γῆν ἐκείνην καὶ εἴπω ῥομφαία διελθάτω διὰ τῆς γῆς καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
Or if I send a sword against that land, and say, Sword, go through the land, cutting off from it man and beast:
18 καὶ οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς ζῶ ἐγώ λέγει κύριος οὐ μὴ ῥύσωνται υἱοὺς οὐδὲ θυγατέρας αὐτοὶ μόνοι σωθήσονται
Even if these three men were in it, by my life, says the Lord, they would not keep safe their sons or daughters, but only themselves.
19 ἢ καὶ θάνατον ἐπαποστείλω ἐπὶ τὴν γῆν ἐκείνην καὶ ἐκχεῶ τὸν θυμόν μου ἐπ’ αὐτὴν ἐν αἵματι τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
Or if I send disease into that land, letting loose my wrath on it in blood, cutting off from it man and beast:
20 καὶ Νωε καὶ Δανιηλ καὶ Ιωβ ἐν μέσῳ αὐτῆς ζῶ ἐγώ λέγει κύριος ἐὰν υἱοὶ ἢ θυγατέρες ὑπολειφθῶσιν αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν
Even if Noah, Daniel, and Job were in it, by my life, says the Lord, they would not keep son or daughter safe; only themselves would they keep safe through their righteousness.
21 τάδε λέγει κύριος ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ιερουσαλημ τοῦ ἐξολεθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος
For this is what the Lord has said: How much more when I send my four bitter punishments on Jerusalem, the sword and need of food and evil beasts and disease, cutting off from it man and beast?
22 καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσῳσμένοι αὐτῆς οἳ ἐξάγουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας ἰδοὺ αὐτοὶ ἐκπορεύονται πρὸς ὑμᾶς καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακά ἃ ἐπήγαγον ἐπὶ Ιερουσαλημ πάντα τὰ κακὰ ἃ ἐπήγαγον ἐπ’ αὐτήν
But truly, there will still be a small band who will be safe, even sons and daughters: and they will come out to you, and you will see their ways and their doings: and you will be comforted about the evil which I have sent on Jerusalem, even about everything I have sent on it.
23 καὶ παρακαλέσουσιν ὑμᾶς διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτῇ λέγει κύριος
They will give you comfort when you see their ways and their doings: and you will be certain that not for nothing have I done all the things I have done in it, says the Lord.

< Ἰεζεκιήλ 14 >