< Ἰεζεκιήλ 12 >
1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
上主的話傳給我說:「
2 υἱὲ ἀνθρώπου ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὦτα ἔχουσιν τοῦ ἀκούειν καὶ οὐκ ἀκούουσιν διότι οἶκος παραπικραίνων ἐστίν
人子,你是住在叛逆的家族中,他們有眼,卻視而不見;有耳,卻聽而不聞;因為他們是叛逆的家族。
3 καὶ σύ υἱὲ ἀνθρώπου ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτῶν καὶ αἰχμαλωτευθήσῃ ἐκ τοῦ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτῶν ὅπως ἴδωσιν διότι οἶκος παραπικραίνων ἐστίν
人子,你要白天在他們眼前準備充軍的行囊,並在他們眼前從一地遷移到另一地;他們或者能看清自己是叛逆的家族。
4 καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ’ ὀφθαλμοὺς αὐτῶν καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος
你白天在他們眼前把行囊搬出,像搬出充軍的行囊;傍晚在他們眼前出發,像充軍者出發。
5 ἐνώπιον αὐτῶν διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον καὶ διεξελεύσῃ δῑ αὐτοῦ
你還要在他們眼前在牆上穿一個洞,由那裏走過去。
6 ἐνώπιον αὐτῶν ἐπ’ ὤμων ἀναλημφθήσῃ καὶ κεκρυμμένος ἐξελεύσῃ τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδῃς τὴν γῆν διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ισραηλ
你當著他們的面,把行囊背在肩上,天黑時出發,並且蒙著臉,看不到地面:因為我要使你作為以色列家族的一個預兆。」
7 καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτῷ τὸν τοῖχον καὶ κεκρυμμένος ἐξῆλθον ἐπ’ ὤμων ἀνελήμφθην ἐνώπιον αὐτῶν
我遂遵命行了:白天我把行囊搬出,有如充軍的行囊,傍晚用手在牆上穿了一個洞;到天黑時,當著他們的面,把行囊背在肩上出發。
8 καὶ ἐγένετο λόγος κυρίου πρός με τὸ πρωὶ λέγων
到了早晨,上主的話傳給我說:「
9 υἱὲ ἀνθρώπου οὐκ εἶπαν πρὸς σὲ ὁ οἶκος τοῦ Ισραηλ οἶκος ὁ παραπικραίνων τί σὺ ποιεῖς
人子,以色列家族,那叛逆的家族不是問你說:你在作什麼﹖
10 εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος κύριος ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκῳ Ισραηλ οἵ εἰσιν ἐν μέσῳ αὐτῶν
你要回答他們說:吾主上主這樣說:這神諭是有關耶路撒冷的君王和城中的以色列全家族。
11 εἰπὸν ὅτι ἐγὼ τέρατα ποιῶ ἐν μέσῳ αὐτῆς ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτοῖς ἐν μετοικεσίᾳ καὶ ἐν αἰχμαλωσίᾳ πορεύσονται
並且說:我為你們是一個預兆:像我所行過的,也要實現在他們身上:他們要被擄充軍異地。
12 καὶ ὁ ἄρχων ἐν μέσῳ αὐτῶν ἐπ’ ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ τοῦ τοίχου καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δῑ αὐτοῦ τὸ πρόσωπον αὐτοῦ συγκαλύψει ὅπως μὴ ὁραθῇ ὀφθαλμῷ καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται
君王在他們當中肩上背著重擔,在黑夜出發,在牆上要穿一洞,為叫他出去;他要蒙著臉,以致他再不能親眼看見這地方。
13 καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ’ αὐτόν καὶ συλλημφθήσεται ἐν τῇ περιοχῇ μου καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκεῖ τελευτήσει
我要在他面前設下羅網,他必要陷在我的羅網中而被捉住;然後我他到加色丁人的地方巴比倫,但他一無所見,就死在那裏。
14 καὶ πάντας τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ διασπερῶ εἰς πάντα ἄνεμον καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτῶν
我還要把他左右的護衛,以及一切軍隊,分散到四方,並拔出劍來追趕他們。
15 καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσιν καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις
當我把他們驅散到異民中,把他們分散到各國時,他們必承認我是上主。
16 καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου ὅπως ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ εἰσήλθοσαν ἐκεῖ καὶ γνώσονται ὅτι ἐγὼ κύριος
但我在他們中仍保留少數的人,免受刀兵、饑荒和瘟疫之害,為叫他們給他們所到之地的異民,講述自己的醜惡之事,使那些人也認識我是上主。」
17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
上主的話傳給我說:「
18 υἱὲ ἀνθρώπου τὸν ἄρτον σου μετ’ ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι
人子,你要戰戰兢兢地吃飯,懷著顫慄和惶恐喝水。
19 καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς τάδε λέγει κύριος τοῖς κατοικοῦσιν Ιερουσαλημ ἐπὶ τῆς γῆς τοῦ Ισραηλ τοὺς ἄρτους αὐτῶν μετ’ ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτῶν μετὰ ἀφανισμοῦ πίονται ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὐτῆς ἐν ἀσεβείᾳ γὰρ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ
你應向此地的人民宣講說:吾主上主論及耶路撒冷的居民和以色列地域這樣說:他們要惶恐地吃飯,驚懼地喝水,為了那裏的居民所行的殘暴,那地方要被洗劫,變為荒蕪之地。
20 καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος
人煙稠密的城市要變為曠野,那地方必變為沙漠:如此,你們必承認我是上主。」
21 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
上主的話傳給我說:「
22 υἱὲ ἀνθρώπου τίς ὑμῖν ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ισραηλ λέγοντες μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασις
人子,在以色列地域,有人說:日期遲延了,異象落空了。這流言是什麼意思﹖
23 διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος ἀποστρέψω τὴν παραβολὴν ταύτην καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἶκος τοῦ Ισραηλ ὅτι λαλήσεις πρὸς αὐτούς ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως
為此你應向他們說:吾主上主這樣說:我必使這流言停止,以色列必不再說這流言;你該向他們說:日期近了,所有的異象必要實現。
24 ὅτι οὐκ ἔσται ἔτι πᾶσα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ισραηλ
在以色列家族內,決不再有虛偽的異象和欺詐的預言。
25 διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι ὅτι ἐν ταῖς ἡμέραις ὑμῶν οἶκος ὁ παραπικραίνων λαλήσω λόγον καὶ ποιήσω λέγει κύριος
因為是我上主講話,我講的話必要實現,不再遲延。叛逆的家族! 我說的話必在你們這一代實現──吾主上主的斷語。」
26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
上主的話傳給我說:「
27 υἱὲ ἀνθρώπου ἰδοὺ οἶκος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν ἡ ὅρασις ἣν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλάς καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει
人子,以色列家族說:這人所見的異象是指遙遠的來日;他說的預言,是指遙遠的時期。
28 διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριος
為此你要向他們說:吾主上主這樣說:我說的一切話,不再遲延;我所說的話,必要實現──吾主上主的斷語。」