< Ἰεζεκιήλ 10 >

1 καὶ εἶδον καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τῶν χερουβιν ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ’ αὐτῶν
Έπειτα είδον και ιδού, εν τω στερεώματι τω άνωθεν της κεφαλής των χερουβείμ εφαίνετο υπεράνω αυτών ως λίθος σάπφειρος, κατά την θέαν ομοιώματος θρόνου.
2 καὶ εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολήν εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβιν καὶ πλῆσον τὰς δράκας σου ἀνθράκων πυρὸς ἐκ μέσου τῶν χερουβιν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν καὶ εἰσῆλθεν ἐνώπιόν μου
Και ελάλησε προς τον άνδρα τον ενδεδυμένον τα λινά και είπεν, Είσελθε μεταξύ των τροχών, υποκάτω των χερουβείμ, και γέμισον την χείρα σου άνθρακας πυρός εκ μέσου των χερουβείμ και διασκόρπισον αυτούς επί την πόλιν. Και εισήλθεν ενώπιόν μου.
3 καὶ τὰ χερουβιν εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα καὶ ἡ νεφέλη ἔπλησεν τὴν αὐλὴν τὴν ἐσωτέραν
Τα δε χερουβείμ ίσταντο εν δεξιοίς του οίκου, ότε εισήρχετο ο ανήρ· και η νεφέλη εγέμισε την εσωτέραν αυλήν.
4 καὶ ἀπῆρεν ἡ δόξα κυρίου ἀπὸ τῶν χερουβιν εἰς τὸ αἴθριον τοῦ οἴκου καὶ ἔπλησεν τὸν οἶκον ἡ νεφέλη καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης κυρίου
Και η δόξα του Κυρίου υψώθη άνωθεν των χερουβείμ κατά το κατώφλιον του οίκου· και ενέπλησε τον οίκον η νεφέλη και η αυλή ενεπλήσθη από της λάμψεως της δόξης του Κυρίου.
5 καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβιν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ θεοῦ Σαδδαι λαλοῦντος
Και ο ήχος των πτερύγων των χερουβείμ ηκούετο έως της εξωτέρας αυλής, ως φωνή του Παντοδυνάμου Θεού, οπόταν λαλή.
6 καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων λαβὲ πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβιν καὶ εἰσῆλθεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν
Και ότε προσέταξε τον άνδρα τον ενδεδυμένον τα λινά, λέγων, Λάβε πυρ εκ μέσου των τροχών, εκ μέσου των χερουβείμ, τότε εισήλθε και εστάθη πλησίον των τροχών.
7 καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβιν καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν καὶ ἔλαβεν καὶ ἐξῆλθεν
Και εν χερούβ εξέτεινε την χείρα αυτού εκ μέσου των χερουβείμ, προς το πυρ το εν τω μέσω των χερουβείμ, και έλαβεν εκ τούτου και έθεσεν εις τας χείρας του ενδεδυμένου τα λινά· ο δε έλαβεν αυτό και εξήλθεν.
8 καὶ εἶδον τὰ χερουβιν ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν
Εφαίνετο δε ομοίωμα χειρός ανθρώπου εις τα χερουβείμ υπό τας πτέρυγας αυτών.
9 καὶ εἶδον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τῶν χερουβιν τροχὸς εἷς ἐχόμενος χερουβ ἑνός καὶ ἡ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος
Και είδον και ιδού, τέσσαρες τροχοί πλησίον των χερουβείμ, εις τροχός πλησίον ενός χερούβ και εις τροχός πλησίον άλλον χερούβ, και η θέα των τροχών ήτο ως όψις βηρύλλου λίθου.
10 καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἓν τοῖς τέσσαρσιν ὃν τρόπον ὅταν ᾖ τροχὸς ἐν μέσῳ τροχοῦ
Περί δε της θέας αυτών, και οι τέσσαρες είχον το αυτό ομοίωμα, ως εάν ήτο τροχός εν μέσω τροχού.
11 ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά
Ενώ εβάδιζον, επορεύοντο κατά τα τέσσαρα αυτών πλάγια· δεν εστρέφοντο ενώ εβάδιζον, αλλ' εις όντινα τόπον ο πρώτος απευθύνετο, ηκολούθουν αυτόν οι άλλοι· δεν εστρέφοντο ενώ εβάδιζον.
12 καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν τροχοῖς αὐτῶν
Όλον δε το σώμα αυτών και τα νώτα αυτών και αι χείρες αυτών και αι πτέρυγες αυτών και οι τροχοί, οι τέσσαρες αυτών τροχοί, ήσαν κύκλω πλήρεις οφθαλμών.
13 τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγελ ἀκούοντός μου
Περί δε των τροχών, ούτοι εκαλούντο, ακούοντος εμού, Γαλγάλ.
Και έκαστον είχε τέσσαρα πρόσωπα· το πρόσωπον του ενός πρόσωπον χερούβ, και το πρόσωπον του δευτέρου πρόσωπον ανθρώπου, και του τρίτου πρόσωπον λέοντος, και του τετάρτου πρόσωπον αετού.
15 καὶ ἦραν τὰ χερουβιν τοῦτο τὸ ζῷον ὃ εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ
Και τα χερουβείμ υψώθησαν τούτο είναι το ζώον, το οποίον είδον παρά τον ποταμόν Χεβάρ.
16 καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβιν ἐπορεύοντο οἱ τροχοί καὶ οὗτοι ἐχόμενοι αὐτῶν καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν
Και ότε τα χερουβείμ επορεύοντο, επορεύοντο οι τροχοί πλησίον αυτών και ότε τα χερουβείμ ύψονον τας πτέρυγας αυτών διά να ανυψωθώσιν από της γης, και αυτοί οι τροχοί δεν εξέκλινον από πλησίον αυτών.
17 ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ’ αὐτῶν διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν
Ότε δε ίσταντο, και εκείνοι ίσταντο· και ότε ανυψούντο, και εκείνοι ανυψούντο μετ' αυτών διότι το πνεύμα των ζώων ήτο εν αυτοίς.
18 καὶ ἐξῆλθεν δόξα κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν
Και η δόξα του Κυρίου εξήλθεν από του κατωφλίου του οίκου και εστάθη επί των χερουβείμ.
19 καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου κυρίου τῆς ἀπέναντι καὶ δόξα θεοῦ Ισραηλ ἦν ἐπ’ αὐτῶν ὑπεράνω
Και τα χερουβείμ ύψωσαν τας πτέρυγας αυτών και ανυψώθησαν από της γης ενώπιόν μου ότε εξήλθον, ήσαν και οι τροχοί πλησίον αυτών· και εστάθησαν εν τη θύρα της ανατολικής πύλης του οίκου του Κυρίου· και η δόξα του Θεού του Ισραήλ ήτο επ' αυτών υπεράνωθεν.
20 τοῦτο τὸ ζῷόν ἐστιν ὃ εἶδον ὑποκάτω θεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ ἔγνων ὅτι χερουβιν ἐστίν
Τούτο είναι το ζώον, το οποίον είδον υποκάτω του Θεού του Ισραήλ παρά τον ποταμόν Χεβάρ· και εγνώρισα ότι ήσαν χερουβείμ.
21 τέσσαρα πρόσωπα τῷ ἑνί καὶ ὀκτὼ πτέρυγες τῷ ἑνί καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν
Έκαστον είχεν ανά τέσσαρα πρόσωπα και έκαστον τέσσαρας πτέρυγας και ομοίωμα χειρών ανθρώπου υπό τας πτέρυγας αυτών.
22 καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν ταῦτα τὰ πρόσωπά ἐστιν ἃ εἶδον ὑποκάτω τῆς δόξης θεοῦ Ισραηλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο
Τα δε πρόσωπα αυτών ήσαν κατά το ομοίωμα, τα αυτά πρόσωπα, τα οποία είδον παρά τον ποταμόν Χεβάρ, η θέα αυτών και αυτά· επορεύοντο δε έκαστον κατέναντι του προσώπου αυτού.

< Ἰεζεκιήλ 10 >