< Ἔξοδος 40 >
1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
2 ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου
Την πρώτην ημέραν του πρώτου μηνός θέλεις στήσει την σκηνήν, την σκηνήν του μαρτυρίου.
3 καὶ θήσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τῷ καταπετάσματι
Και θέλεις θέσει εκεί την κιβωτόν του μαρτυρίου, και σκεπάσει την κιβωτόν με το καταπέτασμα.
4 καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς
Και θέλεις εισάξει την τράπεζαν και διατάξει τα διατακτέα επ' αυτής· και θέλεις εισάξει την λυχνίαν και ανάψει τους λύχνους αυτής.
5 καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου
Και θέλεις θέσει το χρυσούν θυσιαστήριον του θυμιάματος έμπροσθεν της κιβωτού του μαρτυρίου και επιβάλει τον τάπητα της θύρας εις την σκηνήν.
6 καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου
Και θέλεις θέσει το θυσιαστήριον του ολοκαυτώματος έμπροσθεν της θύρας της σκηνής, της σκηνής του μαρτυρίου.
Και θέλεις θέσει τον νιπτήρα μεταξύ της σκηνής του μαρτυρίου και του θυσιαστηρίου και βάλει ύδωρ εν αυτώ.
8 καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ
Και θέλεις στήσει την αυλήν κύκλω και κρεμάσει το καταπέτασμα της πύλης της αυλής.
9 καὶ λήμψῃ τὸ ἔλαιον τοῦ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἔσται ἁγία
Και θέλεις λάβει το χριστήριον έλαιον και χρίσει την σκηνήν και πάντα τα εν αυτή, και θέλεις αγιάσει αυτήν και πάντα τα σκεύη αυτής και θέλει είσθαι αγία.
10 καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων
Και θέλεις χρίσει το θυσιαστήριον του ολοκαυτώματος και πάντα τα σκεύη αυτού και θέλεις αγιάσει το θυσιαστήριον· και θέλει είσθαι θυσιαστήριον αγιώτατον.
Και θέλεις χρίσει τον νιπτήρα και την βάσιν αυτού και αγιάσει αυτόν.
12 καὶ προσάξεις Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι
Και θέλεις προσαγάγει τον Ααρών και τους υιούς αυτού εις την θύραν της σκηνής του μαρτυρίου και νίψει αυτούς με ύδωρ.
13 καὶ ἐνδύσεις Ααρων τὰς στολὰς τὰς ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν καὶ ἱερατεύσει μοι
Και θέλεις ενδύσει τον Ααρών τας αγίας στολάς και θέλεις χρίσει αυτόν, και αγιάσει αυτόν, και θέλει ιερατεύει εις εμέ.
14 καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας
Και θέλεις προσαγάγει τους υιούς αυτού και ενδύσει αυτούς χιτώνας.
15 καὶ ἀλείψεις αὐτούς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν καὶ ἱερατεύσουσίν μοι καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατείας εἰς τὸν αἰῶνα εἰς τὰς γενεὰς αὐτῶν
Και θέλεις χρίσει αυτούς, καθώς έχρισας τον πατέρα αυτών, και θέλουσιν ιερατεύει εις εμέ· και θέλει είσθαι εις αυτούς το χρίσμα αυτών προς παντοτεινήν ιερατείαν εις τας γενεάς αυτών.
16 καὶ ἐποίησεν Μωυσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριος οὕτως ἐποίησεν
Και έκαμεν ο Μωϋσής κατά πάντα όσα προσέταξεν ο Κύριος εις αυτόν· ούτως έκαμε.
17 καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευομένων αὐτῶν ἐξ Αἰγύπτου νουμηνίᾳ ἐστάθη ἡ σκηνή
Και τον πρώτον μήνα του δευτέρου έτους, την πρώτην του μηνός, εστήθη η σκηνή.
18 καὶ ἔστησεν Μωυσῆς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς στύλους
Και έστησεν ο Μωϋσής την σκηνήν και έβαλε τα υποβάσια αυτής και έστησε τας σανίδας αυτής και έβαλε τους μοχλούς αυτής και έστησε τους στύλους αυτής.
19 καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τῆς σκηνῆς ἐπ’ αὐτῆς ἄνωθεν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
Και εξήπλωσε τα παραπετάσματα επί την σκηνήν, και έβαλε το επικάλυμμα της σκηνής επ' αυτήν άνωθεν· καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
20 καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκεν τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν
Και λαβών το μαρτύριον έθεσεν εν τη κιβωτώ, και έβαλε τους μοχλούς εις την κιβωτόν, και έβαλε το ιλαστήριον επί την κιβωτόν άνωθεν,
21 καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τοῦ καταπετάσματος καὶ ἐσκέπασεν τὴν κιβωτὸν τοῦ μαρτυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
και έφερε την κιβωτόν εις την σκηνήν, και επέθηκε το καλυπτήριον καταπέτασμα και εσκέπασε την κιβωτόν του μαρτυρίου· καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
22 καὶ ἔθηκεν τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς
Και έθεσε την τράπεζαν εν τη σκηνή του μαρτυρίου κατά το μέρος της σκηνής το προς βορράν έξωθεν του καταπετάσματος,
23 καὶ προέθηκεν ἐπ’ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
και διέταξεν επ' αυτής τους άρτους τους διατεταγμένους, ενώπιον Κυρίου· καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
24 καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον
Και έθεσε την λυχνίαν εν τη σκηνή του μαρτυρίου απέναντι της τραπέζης κατά το μέρος της σκηνής το προς μεσημβρίαν,
25 καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτῆς ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ
και ανήψε τους λύχνους ενώπιον Κυρίου· καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
26 καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος
Και έθεσε το χρυσούν θυσιαστήριον εν τη σκηνή του μαρτυρίου απέναντι του καταπετάσματος,
27 καὶ ἐθυμίασεν ἐπ’ αὐτοῦ τὸ θυμίαμα τῆς συνθέσεως καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ
και εθυμίασεν επ' αυτού ευώδες θυμίαμα· καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
Και επέθηκε τον τάπητα εις την θύραν της σκηνής.
29 καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκεν παρὰ τὰς θύρας τῆς σκηνῆς
Και το θυσιαστήριον του ολοκαυτώματος έθεσε παρά την θύραν της σκηνής, της σκηνής του μαρτυρίου, και προσέφερεν επ' αυτού το ολοκαύτωμα και την εξ αλφίτων προσφοράν· καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
Και έθεσε τον νιπτήρα μεταξύ της σκηνής του μαρτυρίου και του θυσιαστηρίου και έβαλεν εν αυτώ, ύδωρ, διά να νίπτωνται·
και ένιπτον εξ αυτού ο Μωϋσής και ο Ααρών και οι υιοί αυτού τας χείρας αυτών και τους πόδας αυτών.
Ότε εισήρχοντο εις την σκηνήν του μαρτυρίου και ότε προσήρχοντο εις το θυσιαστήριον, ενίπτοντο καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
33 καὶ ἔστησεν τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου καὶ συνετέλεσεν Μωυσῆς πάντα τὰ ἔργα
Και έστησε την αυλήν κύκλω της σκηνής και του θυσιαστηρίου και εκρέμασε τον τάπητα της πύλης της αυλής. Και συνετέλεσεν ο Μωϋσής το έργον.
34 καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή
Τότε εκάλυψεν η νεφέλη την σκηνήν του μαρτυρίου και δόξα Κυρίου ενέπλησε την σκηνήν.
35 καὶ οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή
Και δεν ηδυνήθη ο Μωϋσής να εισέλθη εις την σκηνήν του μαρτυρίου· διότι η νεφέλη εκάθητο επ' αυτήν, και δόξα Κυρίου ενέπλησε την σκηνήν.
36 ἡνίκα δ’ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς ἀνεζεύγνυσαν οἱ υἱοὶ Ισραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν
Και ότε η νεφέλη ανέβαινεν επάνωθεν της σκηνής, οι υιοί Ισραήλ εσηκόνοντο καθ' όλας αυτών τας οδοιπορίας·
37 εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη οὐκ ἀνεζεύγνυσαν ἕως τῆς ἡμέρας ἧς ἀνέβη ἡ νεφέλη
αν όμως η νεφέλη δεν ανέβαινε, τότε δεν εσηκόνοντο μέχρι της ημέρας της αναβάσεως αυτής.
38 νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέρας καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτὸς ἐναντίον παντὸς Ισραηλ ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν
διότι η νεφέλη του Κυρίου ήτο επί της σκηνής την ημέραν, και πυρ ήτο επ' αυτής την νύκτα, ενώπιον παντός του οίκου Ισραήλ· καθ' όλας αυτών τας οδοιπορίας.