< Ἔξοδος 32 >
1 καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτῷ ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ
Και ιδών ο λαός ότι εβράδυνεν ο Μωϋσής να καταβή εκ του όρους, συνήχθη ο λαός επί τον Ααρών και έλεγον προς αυτόν, Σηκώθητι, κάμε εις ημάς θεούς, οίτινες να προπορεύωνται ημών· διότι ούτος ο Μωϋσής, ο άνθρωπος όστις εξήγαγεν ημάς εκ γης Αιγύπτου, δεν εξεύρομεν τι απέγεινεν αυτός.
2 καὶ λέγει αὐτοῖς Ααρων περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν τῶν γυναικῶν ὑμῶν καὶ θυγατέρων καὶ ἐνέγκατε πρός με
Και είπε προς αυτούς ο Ααρών, Αφαιρέσατε τα χρυσά ενώτια, τα οποία είναι εις τα ώτα των γυναικών σας, των υιών σας και των θυγατέρων σας, και φέρετε προς εμέ.
3 καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ ἤνεγκαν πρὸς Ααρων
Και αφήρεσε πας ο λαός τα χρυσά ενώτια, τα οποία ήσαν εις τα ώτα αυτών, και έφεραν προς τον Ααρών.
4 καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ ἐποίησεν αὐτὰ μόσχον χωνευτὸν καὶ εἶπεν οὗτοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου
Και λαβών εκ των χειρών αυτών, διεμόρφωσεν αυτό με εργαλείον εγχαρακτικόν, και έκαμεν αυτό μόσχον χωνευτόν· οι δε είπον, Ούτοι είναι οι θεοί σου, Ισραήλ, οίτινες σε ανεβίβασαν εκ γης Αιγύπτου.
5 καὶ ἰδὼν Ααρων ᾠκοδόμησεν θυσιαστήριον κατέναντι αὐτοῦ καὶ ἐκήρυξεν Ααρων λέγων ἑορτὴ τοῦ κυρίου αὔριον
Και ότε είδε τούτο ο Ααρών, ωκοδόμησε θυσιαστήριον έμπροσθεν αυτού· και εκήρυξεν ο Ααρών, λέγων, Αύριον είναι εορτή εις τον Κύριον.
6 καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα καὶ προσήνεγκεν θυσίαν σωτηρίου καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν
Και σηκωθέντες ενωρίς την επαύριον, προσέφεραν ολοκαυτώματα και έφεραν ειρηνικάς προσφοράς· και εκάθισεν ο λαός να φάγη και να πίη, και εσηκώθησαν να παίζωσι.
7 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων βάδιζε τὸ τάχος ἐντεῦθεν κατάβηθι ἠνόμησεν γὰρ ὁ λαός σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου
Και είπε Κύριος προς τον Μωϋσήν, Ύπαγε, κατάβηθι διότι ηνόμησεν ο λαός σου, τον οποίον εξήγαγες εκ γης Αιγύπτου·
8 παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς ἐποίησαν ἑαυτοῖς μόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν οὗτοι οἱ θεοί σου Ισραηλ οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου
εξετράπησαν ταχέως εκ της οδού την οποίαν προσέταξα εις αυτούς· έκαμαν εις εαυτούς μόσχον χωνευτόν και προσεκύνησαν αυτόν και εθυσίασαν εις αυτόν και είπον, Ούτοι είναι οι θεοί σου, Ισραήλ, οίτινες σε ανεβίβασαν εκ γης Αιγύπτου.
Και είπε Κύριος προς τον Μωϋσήν, είδον τον λαόν τούτον, και ιδού, είναι λαός σκληροτράχηλος·
10 καὶ νῦν ἔασόν με καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔθνος μέγα
τώρα λοιπόν, άφες με, και θέλει εξαφθή η οργή μου εναντίον αυτών και θέλω εξολοθρεύσει αυτούς· και θέλω σε καταστήσει έθνος μέγα.
11 καὶ ἐδεήθη Μωυσῆς ἔναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν ἵνα τί κύριε θυμοῖ ὀργῇ εἰς τὸν λαόν σου οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ
Και ικέτευσεν ο Μωϋσής Κύριον τον Θεόν αυτού και είπε, Διά τι, Κύριε, εξάπτεται η οργή σου εναντίον του λαού σου, τον οποίον εξήγαγες εκ γης Αιγύπτου μετά μεγάλης δυνάμεως και κραταιάς χειρός;
12 μήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες μετὰ πονηρίας ἐξήγαγεν αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς παῦσαι τῆς ὀργῆς τοῦ θυμοῦ σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου
διά τι να είπωσιν οι Αιγύπτιοι, λέγοντες, Με πονηρίαν εξήγαγεν αυτούς, διά να θανατώση αυτούς εις τα όρη και να εξολοθρεύση αυτούς από προσώπου της γης; επίστρεψον από της εξάψεως της οργής σου και μεταμελήθητι περί του κακού του προς τον λαόν σου·
13 μνησθεὶς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν σῶν οἰκετῶν οἷς ὤμοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ πᾶσαν τὴν γῆν ταύτην ἣν εἶπας δοῦναι τῷ σπέρματι αὐτῶν καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα
ενθυμήθητι τον Αβραάμ, τον Ισαάκ και τον Ισραήλ, τους δούλους σου, προς τους οποίους ώμοσας επί σεαυτόν και είπας προς αυτούς, Θέλω πληθύνει το σπέρμα σας ως τα άστρα του ουρανού· και πάσαν την γην ταύτην περί της οποίας ελάλησα, θέλω δώσει εις το σπέρμα σας, και θέλουσι κληρονομήσει αυτήν διαπαντός.
14 καὶ ἱλάσθη κύριος περὶ τῆς κακίας ἧς εἶπεν ποιῆσαι τὸν λαὸν αὐτοῦ
Και μετεμελήθη ο Κύριος περί του κακού, το οποίον είπε να κάμη κατά του λαού αυτού.
15 καὶ ἀποστρέψας Μωυσῆς κατέβη ἀπὸ τοῦ ὄρους καὶ αἱ δύο πλάκες τοῦ μαρτυρίου ἐν ταῖς χερσὶν αὐτοῦ πλάκες λίθιναι καταγεγραμμέναι ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῶν ἔνθεν καὶ ἔνθεν ἦσαν γεγραμμέναι
Και στραφείς ο Μωϋσής κατέβη εκ του όρους, και αι δύο πλάκες του μαρτυρίου ήσαν εν ταις χερσίν αυτού· πλάκες γεγραμμέναι εξ αμφοτέρων των μερών· εκ του ενός μέρους και εκ του άλλου ήσαν γεγραμμέναι.
16 καὶ αἱ πλάκες ἔργον θεοῦ ἦσαν καὶ ἡ γραφὴ γραφὴ θεοῦ ἐστιν κεκολαμμένη ἐν ταῖς πλαξίν
Και αι πλάκες ήσαν έργον Θεού και η γραφή ήτο γραφή Θεού εγκεχαραγμένη επί τας πλάκας.
17 καὶ ἀκούσας Ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ
Και ακούσας ο Ιησούς τον θόρυβον του λαού αλαλάζοντος, είπε προς τον Μωϋσήν, Θόρυβος πολέμου είναι εν τω στρατοπέδω.
18 καὶ λέγει οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω
Ο δε είπε, Δεν είναι φωνή αλαλαζόντων διά νίκην ουδέ φωνή βοώντων διά ήτταν· φωνήν αδόντων εγώ ακούω.
19 καὶ ἡνίκα ἤγγιζεν τῇ παρεμβολῇ ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος
Καθώς δε επλησίασεν εις το στρατόπεδον, είδε τον μόσχον και χορούς· και εξήφθη ο θυμός του Μωϋσέως, και έρριψε τας πλάκας από των χειρών αυτού και συνέτριψεν αυτάς υπό το όρος·
20 καὶ λαβὼν τὸν μόσχον ὃν ἐποίησαν κατέκαυσεν αὐτὸν ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς Ισραηλ
και λαβών τον μόσχον, τον οποίον είχον κάμει, κατέκαυσεν εν πυρί, και συντρίψας εωσού ελεπτύνθη, έσπειρεν επί το ύδωρ και επότισε τους υιούς Ισραήλ.
21 καὶ εἶπεν Μωυσῆς τῷ Ααρων τί ἐποίησέν σοι ὁ λαὸς οὗτος ὅτι ἐπήγαγες ἐπ’ αὐτοὺς ἁμαρτίαν μεγάλην
Και είπεν ο Μωϋσής προς τον Ααρών, Τι έκαμεν εις σε ο λαός ούτος, ώστε επέφερες επ' αυτούς αμαρτίαν μεγάλην;
22 καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν μὴ ὀργίζου κύριε σὺ γὰρ οἶδας τὸ ὅρμημα τοῦ λαοῦ τούτου
Και είπεν ο Ααρών, Ας μη εξάπτηται ο θυμός του κυρίου μου· συ γνωρίζεις τον λαόν, ότι έγκειται εις την κακίαν·
23 λέγουσιν γάρ μοι ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ
διότι είπον προς εμέ, Κάμε εις ημάς θεούς, οίτινες να προπορεύωνται ημών· διότι ούτος ο Μωϋσής, ο άνθρωπος όστις εξήγαγεν ημάς εκ γης Αιγύπτου, δεν εξεύρομεν τι απέγεινεν αυτός·
24 καὶ εἶπα αὐτοῖς εἴ τινι ὑπάρχει χρυσία περιέλεσθε καὶ ἔδωκάν μοι καὶ ἔρριψα εἰς τὸ πῦρ καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος
και είπα προς αυτούς, Όστις έχει χρυσίον, ας αφαιρέσωσιν αυτό· και έδωκαν εις εμέ· τότε έρριψα αυτό εις το πυρ, και εξήλθεν ο μόσχος ούτος.
25 καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται διεσκέδασεν γὰρ αὐτοὺς Ααρων ἐπίχαρμα τοῖς ὑπεναντίοις αὐτῶν
Και ιδών ο Μωϋσής τον λαόν ότι ήτο αχαλίνωτος, διότι ο Ααρών είχε αφήσει αυτούς αχαλινώτους προς καταισχύνην, μεταξύ των εχθρών αυτών,
26 ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεμβολῆς καὶ εἶπεν τίς πρὸς κύριον ἴτω πρός με συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι
εστάθη ο Μωϋσής παρά την πύλην του στρατοπέδου και είπεν, Όστις είναι του Κυρίου, ας έλθη προς εμέ. Και συνήχθησαν προς αυτόν πάντες οι υιοί του Λευΐ.
27 καὶ λέγει αὐτοῖς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥομφαίαν ἐπὶ τὸν μηρὸν καὶ διέλθατε καὶ ἀνακάμψατε ἀπὸ πύλης ἐπὶ πύλην διὰ τῆς παρεμβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ
Και είπε προς αυτούς, Ούτω λέγει Κύριος ο Θεός του Ισραήλ· Ας βάλη έκαστος την ρομφαίαν αυτού επί τον μηρόν αυτού· και διέλθετε και εξέλθετε από πύλης εις πύλην διά του στρατοπέδου, και ας θανατώση έκαστος τον αδελφόν αυτού και έκαστος τον φίλον αυτού και έκαστος τον πλησίον αυτού.
28 καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοῖς Μωυσῆς καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας
Και έκαμον οι υιοί του Λευΐ κατά τον λόγον του Μωϋσέως· και έπεσαν εκ του λαού εκείνην την ημέραν περίπου τρεις χιλιάδες άνδρες.
29 καὶ εἶπεν αὐτοῖς Μωυσῆς ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν
διότι είπεν ο Μωϋσής, Καθιερώσατε εαυτούς σήμερον εις τον Κύριον, έκαστος επί τον υιόν αυτού και έκαστος επί τον αδελφόν αυτού, διά να δοθή εις εσάς ευλογία σήμερον.
30 καὶ ἐγένετο μετὰ τὴν αὔριον εἶπεν Μωυσῆς πρὸς τὸν λαόν ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην καὶ νῦν ἀναβήσομαι πρὸς τὸν θεόν ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν
Και την επαύριον είπεν ο Μωϋσής προς τον λαόν, Σεις ημαρτήσατε αμαρτίαν μεγάλην· και τώρα θέλω αναβή προς τον Κύριον· ίσως κάμω εξιλέωσιν διά την αμαρτίαν σας.
31 ὑπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν δέομαι κύριε ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς
Και επέστρεψεν ο Μωϋσής προς τον Κύριον και είπε, Δέομαι· ούτος ο λαός ημάρτησεν αμαρτίαν μεγάλην και έκαμον εις εαυτούς θεούς χρυσούς·
32 καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν ἄφες εἰ δὲ μή ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας
πλην τώρα, εάν συγχωρήσης την αμαρτίαν αυτών· ει δε μη, εξάλειψόν με, δέομαι, εκ της βίβλου σου, την οποίαν έγραψας.
33 καὶ εἶπεν κύριος πρὸς Μωυσῆν εἴ τις ἡμάρτηκεν ἐνώπιόν μου ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου
Και είπε Κύριος προς τον Μωϋσήν, Όστις ημάρτησεν εναντίον εμού, τούτον θέλω εξαλείψει εκ της βίβλου μου·
34 νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπά σοι ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου ᾗ δ’ ἂν ἡμέρᾳ ἐπισκέπτωμαι ἐπάξω ἐπ’ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν
όθεν τώρα ύπαγε, οδήγησον τον λαόν εις τον τόπον περί του οποίου σε είπα· ιδού, ο άγγελός μου θέλει προπορεύεσθαι έμπροσθέν σου' αλλ' όμως εν τη ημέρα της ανταποδώσεώς μου θέλω ανταποδώσει την αμαρτίαν αυτών επ' αυτούς.
35 καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου οὗ ἐποίησεν Ααρων
Και επάταξε Κύριος τον λαόν, διά την κατασκευήν του μόσχου τον οποίον κατεσκεύασεν ο Ααρών.