< Ἔξοδος 3 >

1 καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ιοθορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρηβ
Ο δε Μωϋσής έβοσκε τα πρόβατα του Ιοθόρ, πενθερού αυτού, ιερέως της Μαδιάμ· και έφερε τα πρόβατα εις το όπισθεν μέρος της ερήμου και ήλθεν εις το όρος του Θεού, το Χωρήβ.
2 ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί ὁ δὲ βάτος οὐ κατεκαίετο
Εφάνη δε εις αυτόν άγγελος Κυρίου εν φλογί πυρός εκ μέσου της βάτου· και είδε και ιδού, η βάτος εκαίετο υπό του πυρός και η βάτος δεν κατεκαίετο.
3 εἶπεν δὲ Μωυσῆς παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο τί ὅτι οὐ κατακαίεται ὁ βάτος
Και είπεν ο Μωϋσής, Ας στρέψω και ας παρατηρήσω το μέγα τούτο θέαμα, διά τι η βάτος δεν κατακαίεται.
4 ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων Μωυσῆ Μωυσῆ ὁ δὲ εἶπεν τί ἐστιν
Και ως είδεν ο Κύριος τον Μωϋσήν ότι έστρεψε να παρατηρήση, εφώνησε προς αυτόν ο Θεός εκ μέσου της βάτου και είπε, Μωϋσή, Μωϋσή. Ο δε είπεν, Ιδού, εγώ.
5 καὶ εἶπεν μὴ ἐγγίσῃς ὧδε λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν
Και είπε, Μη πλησιάσης εδώ· λύσον τα υποδήματά σου εκ των ποδών σου· διότι ο τόπος επί του οποίου ίστασαι είναι γη αγία.
6 καὶ εἶπεν αὐτῷ ἐγώ εἰμι ὁ θεὸς τοῦ πατρός σου θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ θεοῦ
Και είπε προς αυτόν, Εγώ είμαι ο Θεός του πατρός σου, ο Θεός του Αβραάμ, ο Θεός του Ισαάκ και ο Θεός του Ιακώβ. Έκρυψε δε το πρόσωπον αυτού ο Μωϋσής· διότι εφοβείτο να εμβλέψη εις τον Θεόν.
7 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν
Και είπεν ο Κύριος, Είδον, είδον την ταλαιπωρίαν του λαού μου του εν Αιγύπτω και ήκουσα την κραυγήν αυτών εξ αιτίας των εργοδιωκτών αυτών· διότι εγνώρισα την οδύνην αυτών·
8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων
και κατέβην διά να ελευθερώσω αυτούς εκ της χειρός των Αιγυπτίων και να αναβιβάσω αυτούς εκ της γης εκείνης εις γην καλήν και ευρύχωρον, εις γην ρέουσαν γάλα και μέλι, εις τον τόπον των Χαναναίων και Χετταίων και Αμορραίων και Φερεζαίων και Ευαίων και Ιεβουσαίων·
9 καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ισραηλ ἥκει πρός με κἀγὼ ἑώρακα τὸν θλιμμόν ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς
και τώρα ιδού, η κραυγή των υιών Ισραήλ ήλθεν εις εμέ· και είδον έτι την κατάθλιψιν, με την οποίαν οι Αιγύπτιοι καταθλίβουσιν αυτούς·
10 καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου
ελθέ λοιπόν τώρα και θέλω σε αποστείλει προς τον Φαραώ, και θέλεις εξαγάγει τον λαόν μου τους υιούς Ισραήλ εξ Αιγύπτου.
11 καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν τίς εἰμι ὅτι πορεύσομαι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου
Και απεκρίθη ο Μωϋσής προς τον Θεόν, Τις είμαι εγώ, διά να υπάγω προς τον Φαραώ και να εξαγάγω τους υιούς Ισραήλ εξ Αιγύπτου;
12 εἶπεν δὲ ὁ θεὸς Μωυσεῖ λέγων ὅτι ἔσομαι μετὰ σοῦ καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ θεῷ ἐν τῷ ὄρει τούτῳ
Και είπεν ο Θεός, Βεβαίως εγώ θέλω είσθαι μετά σού· και τούτο θέλει είσθαι εις σε το σημείον, ότι εγώ σε απέστειλα· Αφού εξαγάγης τον λαόν μου εξ Αιγύπτου, θέλετε λατρεύσει τον Θεόν επί του όρους τούτου.
13 καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρῶ πρὸς αὐτούς ὁ θεὸς τῶν πατέρων ὑμῶν ἀπέσταλκέν με πρὸς ὑμᾶς ἐρωτήσουσίν με τί ὄνομα αὐτῷ τί ἐρῶ πρὸς αὐτούς
Και είπεν ο Μωϋσής προς τον Θεόν, Ιδού, όταν εγώ υπάγω προς τους υιούς Ισραήλ και είπω προς αυτούς, Ο Θεός των πατέρων σας με απέστειλε προς εσάς, και εκείνοι μ' ερωτήσωσι, Τι είναι το όνομα αυτού; τι θέλω ειπεί προς αυτούς;
14 καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν ἐγώ εἰμι ὁ ὤν καὶ εἶπεν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμᾶς
Και είπεν ο Θεός προς τον Μωϋσήν, Εγώ είμαι ο Ων· και είπεν, Ούτω θέλεις ειπεί προς τους υιούς Ισραήλ· Ο Ων με απέστειλε προς εσάς.
15 καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέσταλκέν με πρὸς ὑμᾶς τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς
Και είπεν έτι ο Θεός προς τον Μωϋσήν, Ούτω θέλεις ειπεί προς τους υιούς Ισραήλ· Κύριος ο Θεός των πατέρων σας, ο Θεός του Αβραάμ, ο Θεός του Ισαάκ και ο Θεός του Ιακώβ, με απέστειλε προς εσάς· τούτο θέλει είσθαι το όνομά μου εις τον αιώνα και τούτο το μνημόσυνόν μου εις γενεάς γενεών·
16 ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ λέγων ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ
ύπαγε και σύναξον τους πρεσβυτέρους του Ισραήλ και ειπέ προς αυτούς, Κύριος ο Θεός των πατέρων σας, ο Θεός του Αβραάμ, του Ισαάκ και του Ιακώβ, εφάνη εις εμέ, λέγων, Επεσκέφθην αληθώς εσάς και τα όσα κάμνουσιν εις εσάς εν Αιγύπτω·
17 καὶ εἶπον ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι
και είπα, Θέλω σας αναβιβάσει εκ της ταλαιπωρίας των Αιγυπτίων εις την γην των Χαναναίων και Χετταίων και Αμορραίων και Φερεζαίων και Ευαίων και Ιεβουσαίων, εις γην ρέουσαν γάλα και μέλι·
18 καὶ εἰσακούσονταί σου τῆς φωνῆς καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία Ισραηλ πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν ὁ θεὸς τῶν Εβραίων προσκέκληται ἡμᾶς πορευσώμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον ἵνα θύσωμεν τῷ θεῷ ἡμῶν
και θέλουσιν υπακούσει εις την φωνήν σου· και θέλεις υπάγει, συ και οι πρεσβύτεροι του Ισραήλ, προς τον βασιλέα της Αιγύπτου και θέλετε ειπεί προς αυτόν, Κύριος ο Θεός των Εβραίων συνήντησεν ημάς· τώρα λοιπόν άφες να υπάγωμεν οδόν τριών ημερών εις την έρημον, διά να προσφέρωμεν θυσίαν εις Κύριον τον Θεόν ημών·
19 ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραω βασιλεὺς Αἰγύπτου πορευθῆναι ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς
εγώ δε εξεύρω, ότι δεν θέλει σας αφήσει ο βασιλεύς της Αιγύπτου να υπάγητε, ειμή διά χειρός κραταιάς·
20 καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου οἷς ποιήσω ἐν αὐτοῖς καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς
και εκτείνας την χείρα μου, θέλω πατάξει την Αίγυπτον με πάντα τα θαυμάσιά μου τα οποία θέλω κάμει εν μέσω αυτής· και μετά ταύτα θέλει σας εξαποστείλει·
21 καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων ὅταν δὲ ἀποτρέχητε οὐκ ἀπελεύσεσθε κενοί
και θέλω δώσει χάριν εις τον λαόν τούτον έμπροσθεν των Αιγυπτίων· και όταν αναχωρήτε, δεν θέλετε αναχωρήσει κενοί·
22 αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν καὶ σκυλεύσετε τοὺς Αἰγυπτίους
αλλά πάσα γυνή θέλει ζητήσει παρά της γείτονος αυτής και παρά της συγκατοίκου αυτής σκεύη αργυρά και σκεύη χρυσά και ενδύματα· και θέλετε επιθέσει αυτά επί τους υιούς σας και επί τας θυγατέρας σας και θέλετε γυμνώσει τους Αιγυπτίους.

< Ἔξοδος 3 >