< Ἔξοδος 28 >
1 καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ ἱερατεύειν μοι Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ υἱοὺς Ααρων
Και συ προσάγαγε προς σεαυτόν Ααρών τον αδελφόν σου και τους υιούς αυτού μετ' αυτού, εκ μέσου των υιών Ισραήλ, διά να ιερατεύωσιν εις εμέ, Ααρών, Ναδάβ και Αβιούδ, Ελεάζαρ και Ιθάμαρ, τους υιούς του Ααρών.
2 καὶ ποιήσεις στολὴν ἁγίαν Ααρων τῷ ἀδελφῷ σου εἰς τιμὴν καὶ δόξαν
Και θέλεις κάμει στολήν αγίαν εις τον Ααρών τον αδελφόν σου προς δόξαν και τιμήν.
3 καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ οὓς ἐνέπλησα πνεύματος αἰσθήσεως καὶ ποιήσουσιν τὴν στολὴν τὴν ἁγίαν Ααρων εἰς τὸ ἅγιον ἐν ᾗ ἱερατεύσει μοι
Και συ λάλησον προς πάντας τους σοφούς την καρδίαν, τους οποίους εγώ ενέπλησα από πνεύματος σοφίας, να κάμωσι την στολήν του Ααρών, διά να καθιερώσης αυτόν, ώστε να ιερατεύη εις εμέ.
4 καὶ αὗται αἱ στολαί ἃς ποιήσουσιν τὸ περιστήθιον καὶ τὴν ἐπωμίδα καὶ τὸν ποδήρη καὶ χιτῶνα κοσυμβωτὸν καὶ κίδαριν καὶ ζώνην καὶ ποιήσουσιν στολὰς ἁγίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν μοι
Και αύτη είναι η στολή την οποίαν θέλουσι κάμει· περιστήθιον και εφόδ και ποδήρης και χιτών κεντητός, μίτρα και ζώνη· και θέλουσι κάμει στολάς αγίας εις τον Ααρών τον αδελφόν σου, και εις τους υιούς αυτού, διά να ιερατεύωσιν εις εμέ.
5 καὶ αὐτοὶ λήμψονται τὸ χρυσίον καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον
Και αυτοί θέλουσι λάβει το χρυσίον και το κυανούν και το πορφυρούν και το κόκκινον και την βύσσον.
6 καὶ ποιήσουσιν τὴν ἐπωμίδα ἐκ βύσσου κεκλωσμένης ἔργον ὑφαντὸν ποικιλτοῦ
Και θέλουσι κάμει το εφόδ εκ χρυσίου, εκ κυανού και πορφυρού, εκ κοκκίνου και βύσσου κεκλωσμένης, εντέχνου εργασίας·
7 δύο ἐπωμίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν ἑτέραν ἐπὶ τοῖς δυσὶ μέρεσιν ἐξηρτημέναι
θέλει έχει τας δύο επωμίδας αυτού συναπτάς κατά τα δύο άκρα αυτού, ώστε να συνάπτωνται.
8 καὶ τὸ ὕφασμα τῶν ἐπωμίδων ὅ ἐστιν ἐπ’ αὐτῷ κατὰ τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης
Και η κεντητή ζώνη του εφόδ, η επ' αυτό, θέλει είσθαι εκ του αυτού, κατά την εργασίαν αυτού· εκ χρυσίου, εκ κυανού και πορφυρού και κοκκίνου και βύσσου κεκλωσμένης.
9 καὶ λήμψῃ τοὺς δύο λίθους λίθους σμαράγδου καὶ γλύψεις ἐν αὐτοῖς τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ
Και θέλεις λάβει δύο ονυχίτας λίθους, και θέλεις εγχαράξει επ' αυτούς τα ονόματα των υιών Ισραήλ·
10 ἓξ ὀνόματα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόματα τὰ λοιπὰ ἐπὶ τὸν λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν
εξ εκ των ονομάτων αυτών επί του ενός λίθου και τα λοιπά εξ ονόματα επί του άλλου λίθου, κατά τας γενέσεις αυτών·
11 ἔργον λιθουργικῆς τέχνης γλύμμα σφραγῖδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασιν τῶν υἱῶν Ισραηλ
με εργασίαν λιθογλύφου κατά την γλυφήν της σφραγίδος, θέλεις εγχαράξει τους δύο λίθους με τα ονόματα των υιών Ισραήλ· θέλεις εναρμόσει αυτούς εις χρυσούς οικίσκους.
12 καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν ὤμων τῆς ἐπωμίδος λίθοι μνημοσύνου εἰσὶν τοῖς υἱοῖς Ισραηλ καὶ ἀναλήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ μνημόσυνον περὶ αὐτῶν
Και θέλεις θέσει τους δύο λίθους επί των επωμίδων του εφόδ, λίθους μνημοσύνης εις τους υιούς Ισραήλ· και ο Ααρών θέλει βαστάζει τα ονόματα αυτών ενώπιον του Κυρίου επί των δύο ώμων αυτού εις μνημόσυνον.
13 καὶ ποιήσεις ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ
Και θέλεις κάμει οικίσκους χρυσούς·
14 καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ καταμεμιγμένα ἐν ἄνθεσιν ἔργον πλοκῆς καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγμένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς παρωμίδας αὐτῶν ἐκ τῶν ἐμπροσθίων
και δύο αλύσεις εκ καθαρού χρυσίου επί των άκρων· εργασίαν πλεκτήν θέλεις κάμει αυτάς, και θέλεις συνάψει τας πλεκτάς αλύσεις με τους οικίσκους.
15 καὶ ποιήσεις λογεῖον τῶν κρίσεων ἔργον ποικιλτοῦ κατὰ τὸν ῥυθμὸν τῆς ἐπωμίδος ποιήσεις αὐτό ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ποιήσεις αὐτό
Και θέλεις κάμει το περιστήθιον της κρίσεως εντέχνου εργασίας· κατά την εργασίαν του εφόδ θέλεις κάμει αυτό· εκ χρυσίου, κυανού, και πορφυρού και κοκκίνου και βύσσου κεκλωσμένης θέλεις κάμει αυτό·
16 τετράγωνον ἔσται διπλοῦν σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος
τετράγωνον θέλει είσθαι διπλούν· μιας σπιθαμής το μήκος αυτού και μιας σπιθαμής το πλάτος αυτού.
17 καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων ἔσται σάρδιον τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς
Και θέλεις εναρμόσει εις αυτό λίθους, τέσσαρας σειράς λίθων· σειρά σαρδίου, τοπαζίου και σμαράγδου θέλει είσθαι πρώτη σειρά·
18 καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις
και η δευτέρα σειρά, άνθραξ, σάπφειρος και αδάμας·
19 καὶ ὁ στίχος ὁ τρίτος λιγύριον ἀχάτης καὶ ἀμέθυστος
και η τρίτη σειρά, λιγύριον, αχάτης και αμέθυστος·
20 καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκαλυμμένα χρυσίῳ συνδεδεμένα ἐν χρυσίῳ ἔστωσαν κατὰ στίχον αὐτῶν
και η τετάρτη σειρά, βηρύλλιον και όνυξ και ίασπις· ενηρμοσμένοι θέλουσιν είσθαι εις τους χρυσούς οικίσκους αυτών·
21 καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτῶν γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς
και οι λίθοι θέλουσιν είσθαι με τα ονόματα των υιών Ισραήλ, δώδεκα, κατά τα ονόματα αυτών, κατά την γλυφήν της σφραγίδος· έκαστος με το όνομα αυτού θέλουσιν είσθαι κατά τας δώδεκα φυλάς
22 καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ
Και θέλεις κάμει επί το περιστήθιον αλύσεις κατά τα άκρα, πλεκτής εργασίας εκ χρυσίου καθαρού.
Και θέλεις κάμει επί το περιστήθιον δύο κρίκους χρυσούς, και θέλεις περάσει τους δύο κρίκους εις τα δύο άκρα του περιστηθίου.
Και θέλεις περάσει τας δύο πλεκτάς αλύσεις χρυσάς εις τους δύο κρίκους, τους εις τα άκρα του περιστηθίου.
Και τα άλλα δύο άκρα των δύο πλεκτών αλύσεων θέλεις συνάψει με τους δύο οικίσκους και θέλεις βάλει αυτούς εις τας επωμίδας του εφόδ έμπροσθεν αυτού.
Και θέλεις κάμει δύο κρίκους χρυσούς και θέλεις βάλει αυτούς επί των δύο άκρων του περιστηθίου εις το χείλος αυτού, το οποίον είναι κατά το μέρος του εφόδ έσωθεν·
και θέλεις κάμει δύο άλλους κρίκους χρυσούς, και θέλεις βάλει αυτούς εις τα δύο πλάγια του εφόδ κάτωθεν, προς το εμπροσθινόν μέρος αυτού, αντικρύ της άλλης ενώσεως αυτού, άνωθεν της κεντητής ζώνης του εφόδ.
Και θέλουσι δένει το περιστήθιον διά των κρίκων αυτού εις τους κρίκους του εφόδ με ταινίαν εκ κυανού, διά να ήναι άνωθεν της κεντητής ζώνης του εφόδ και διά να μη ήναι το περιστήθιον κεχωρισμένον από του εφόδ.
29 καὶ λήμψεται Ααρων τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους εἰσιόντι εἰς τὸ ἅγιον μνημόσυνον ἔναντι τοῦ θεοῦ καὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς κροσσούς τὰ ἁλυσιδωτὰ ἐπ’ ἀμφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις καὶ τὰς δύο ἀσπιδίσκας ἐπιθήσεις ἐπ’ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κατὰ πρόσωπον
Και ο Ααρών θέλει βαστάζει τα ονόματα των υιών Ισραήλ εν τω περιστηθίω της κρίσεως επί της καρδίας αυτού, όταν εισέρχηται εις το άγιον, εις μνημόσυνον ενώπιον του Κυρίου διαπαντός.
30 καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν καὶ ἔσται ἐπὶ τοῦ στήθους Ααρων ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ οἴσει Ααρων τὰς κρίσεις τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ στήθους ἐναντίον κυρίου διὰ παντός
Και θέλεις βάλει εις το περιστήθιον της κρίσεως το Ουρίμ και το Θουμμίμ, και θέλουσιν είσθαι επί της καρδίας του Ααρών, όταν εισέρχηται ενώπιον του Κυρίου· και ο Ααρών θέλει βαστάζει την κρίσιν των υιών Ισραήλ επί της καρδίας αυτού ενώπιον του Κυρίου διαπαντός.
31 καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον
Και θέλεις κάμει τον ποδήρη του εφόδ όλον εκ κυανού.
32 καὶ ἔσται τὸ περιστόμιον ἐξ αὐτοῦ μέσον ᾤαν ἔχον κύκλῳ τοῦ περιστομίου ἔργον ὑφάντου τὴν συμβολὴν συνυφασμένην ἐξ αὐτοῦ ἵνα μὴ ῥαγῇ
Και θέλει είσθαι εις την κορυφήν αυτού άνοιγμα κατά το μέσον αυτού· θέλει έχει ταινίαν υφαντήν κύκλω του ανοίγματος αυτού, καθώς είναι το άνοιγμα του θώρακος, διά να μη σχίζηται.
33 καὶ ποιήσεις ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ τὸ αὐτὸ δὲ εἶδος ῥοίσκους χρυσοῦς καὶ κώδωνας ἀνὰ μέσον τούτων περικύκλῳ
Και θέλεις κάμει επί των κρασπέδων αυτού ρόδια εκ κυανού και πορφυρού και κοκκίνου επί των κρασπέδων αυτού κύκλω· και κώδωνας χρυσούς μεταξύ αυτών κύκλω·
34 παρὰ ῥοίσκον χρυσοῦν κώδωνα καὶ ἄνθινον ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ
χρυσούν κώδωνα και ρόδιον, χρυσούν κώδωνα και ρόδιον, επί των κρασπέδων του ποδήρους κύκλω.
35 καὶ ἔσται Ααρων ἐν τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι ἵνα μὴ ἀποθάνῃ
Και θέλει είσθαι επί του Ααρών διά να λειτουργή· και ο ήχος αυτού θέλει είσθαι ακουστός, όταν εισέρχηται εις το άγιον ενώπιον του Κυρίου και όταν εξέρχηται, διά να μη αποθάνη.
36 καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος ἁγίασμα κυρίου
Και θέλεις κάμει πέταλον εκ χρυσίου καθαρού και θέλεις εγχαράξει επ' αυτό, ως χάραγμα σφραγίδος, ΑΓΙΑΣΜΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ.
37 καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσμένης καὶ ἔσται ἐπὶ τῆς μίτρας κατὰ πρόσωπον τῆς μίτρας ἔσται
Και θέλεις βάλει αυτό επί κυανής ταινίας, διά να ήναι επί της μίτρας· εις το έμπροσθεν μέρος της μίτρας θέλει είσθαι.
38 καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων καὶ ἐξαρεῖ Ααρων τὰ ἁμαρτήματα τῶν ἁγίων ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ παντὸς δόματος τῶν ἁγίων αὐτῶν καὶ ἔσται ἐπὶ τοῦ μετώπου Ααρων διὰ παντός δεκτὸν αὐτοῖς ἔναντι κυρίου
Και θέλει είσθαι επί του μετώπου του Ααρών, διά να σηκόνη ο Ααρών την ανομίαν των αγίων πραγμάτων, τα οποία οι υιοί του Ισραήλ θέλουσιν αγιάζει εις πάσας αυτών τας αγίας προσφοράς· και θέλει είσθαι διαπαντός επί του μετώπου αυτού, διά να ήναι δεκταί ενώπιον του Κυρίου.
39 καὶ οἱ κόσυμβοι τῶν χιτώνων ἐκ βύσσου καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις ἔργον ποικιλτοῦ
Και θέλεις υφάνει τον χιτώνα εκ βύσσου και θέλεις κάμει μίτραν εκ βύσσου και θέλεις κάμει ζώνην εργασίας κεντητού.
40 καὶ τοῖς υἱοῖς Ααρων ποιήσεις χιτῶνας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιμὴν καὶ δόξαν
Και διά τους υιούς του Ααρών θέλεις κάμει χιτώνας και θέλεις κάμει δι' αυτούς ζώνας και μιτρίδια θέλεις κάμει δι' αυτούς προς δόξαν και τιμήν.
41 καὶ ἐνδύσεις αὐτὰ Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ μετ’ αὐτοῦ καὶ χρίσεις αὐτοὺς καὶ ἐμπλήσεις αὐτῶν τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς ἵνα ἱερατεύωσίν μοι
Και θέλεις ενδύσει αυτά τον Ααρών τον αδελφόν σου και τους υιούς αυτού μετ' αυτού, και θέλεις χρίσει αυτούς και θέλεις καθιερώσει αυτούς και αγιάσει αυτούς, διά να ιερατεύωσιν εις εμέ.
42 καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι ἀσχημοσύνην χρωτὸς αὐτῶν ἀπὸ ὀσφύος ἕως μηρῶν ἔσται
Και θέλεις κάμει εις αυτούς λινά περισκελή, διά να σκεπάζωσι την γύμνωσιν της σαρκός αυτών· από της οσφύος μέχρι των μηρών θέλουσι φθάνει·
43 καὶ ἕξει Ααρων αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ θυσιαστήριον τοῦ ἁγίου καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁμαρτίαν ἵνα μὴ ἀποθάνωσιν νόμιμον αἰώνιον αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν
και θέλουσιν είσθαι επί του Ααρών και επί των υιών αυτού, όταν εισέρχωνται εις την σκηνήν του μαρτυρίου ή όταν πλησιάζωσιν εις το θυσιαστήριον διά να λειτουργήσωσιν εν τω αγίω, διά να μη φέρωσιν εφ' εαυτούς ανομίαν και αποθάνωσι τούτο θέλει είσθαι νόμος παντοτεινός εις αυτόν και εις το σπέρμα αυτού μετ' αυτόν.