< Ἔξοδος 27 >
1 καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων πέντε πήχεων τὸ μῆκος καὶ πέντε πήχεων τὸ εὖρος τετράγωνον ἔσται τὸ θυσιαστήριον καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ
Και θέλεις κάμει θυσιαστήριον εκ ξύλου σιττίμ, πέντε πηχών το μήκος και πέντε πηχών το πλάτος· τετράγωνον θέλει είσθαι το θυσιαστήριον· και το ύψος αυτού τριών πηχών·
2 καὶ ποιήσεις τὰ κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν ἐξ αὐτοῦ ἔσται τὰ κέρατα καὶ καλύψεις αὐτὰ χαλκῷ
και θέλεις κάμει τα κέρατα αυτού επί των τεσσάρων γωνιών αυτού· τα κέρατα αυτού θέλουσιν είσθαι εκ του αυτού και θέλεις περικαλύψει αυτό με χαλκόν.
3 καὶ ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ
Και θέλεις κάμει τους στακτοδόχους λέβητας αυτού και τα πτυάρια αυτού και τας λεκάνας αυτού και τας κρεάγρας αυτού και τα πυροδόχα αυτού· χάλκινα θέλεις κάμει πάντα τα σκεύη αυτού.
4 καὶ ποιήσεις αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ἐπὶ τὰ τέσσαρα κλίτη
Και θέλεις κάμει δι' αυτό χαλκίνην εσχάραν δικτυωτής εργασίας· και επί του δικτύου θέλεις κάμει τέσσαρας κρίκους χαλκίνους επί των τεσσάρων γωνιών αυτού.
5 καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου
Και θέλεις θέσει αυτήν υπό την περιοχήν του θυσιαστηρίου κάτωθεν, ώστε το δίκτυον να ήναι μέχρι του μέσου του θυσιαστηρίου.
6 καὶ ποιήσεις τῷ θυσιαστηρίῳ φορεῖς ἐκ ξύλων ἀσήπτων καὶ περιχαλκώσεις αὐτοὺς χαλκῷ
Και θέλεις κάμει μοχλούς διά το θυσιαστήριον, μοχλούς εκ ξύλου σιττίμ, και θέλεις περικαλύψει αυτούς με χαλκόν·
7 καὶ εἰσάξεις τοὺς φορεῖς εἰς τοὺς δακτυλίους καὶ ἔστωσαν οἱ φορεῖς κατὰ τὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό
και οι μοχλοί θέλουσι τεθή εντός των κρίκων και θέλουσιν είσθαι οι μοχλοί επί των δύο πλευρών του θυσιαστηρίου, διά να βαστάζωσιν αυτό.
8 κοῖλον σανιδωτὸν ποιήσεις αὐτό κατὰ τὸ παραδειχθέν σοι ἐν τῷ ὄρει οὕτως ποιήσεις αὐτό
Κοίλον σανιδωτόν θέλεις κάμει αυτό, καθώς εδείχθη εις σε επί του όρους· ούτω θέλουσι κάμει.
9 καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ εἰς τὸ κλίτος τὸ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης μῆκος ἑκατὸν πηχῶν τῷ ἑνὶ κλίτει
Και θέλεις κάμει την αυλήν της σκηνής· από το νότιον μέρος προς μεσημβρίαν θέλουσιν είσθαι παραπετάσματα διά την αυλήν εκ βύσσου κεκλωσμένης, το μήκος εκατόν πηχών διά το εν πλευρόν.
10 καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες αὐτῶν ἀργυραῖ
Και οι είκοσι στύλοι αυτής και τα είκοσι υποβάσια τούτων θέλουσιν είσθαι χάλκινα· τα άγκιστρα των στύλων και αι ζώναι αυτών αργυρά.
11 οὕτως τῷ κλίτει τῷ πρὸς ἀπηλιώτην ἱστία ἑκατὸν πηχῶν μῆκος καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι χαλκαῖ καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων καὶ αἱ βάσεις αὐτῶν περιηργυρωμέναι ἀργύρῳ
Και ομοίως κατά το βόρειον πλευρόν κατά μήκος θέλουσιν είσθαι παραπετάσματα, μήκος εκατόν πηχών, και οι είκοσι στύλοι αυτών και τα είκοσι αυτών χάλκινα υποβάσια· τα δε άγκιστρα των στύλων και αι ζώναι αυτών αργυρά.
12 τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πηχῶν στῦλοι αὐτῶν δέκα καὶ αἱ βάσεις αὐτῶν δέκα
Και διά το πλάτος της αυλής κατά το δυτικόν πλευρόν θέλουσιν είσθαι παραπετάσματα πεντήκοντα πηχών· στύλοι αυτών δέκα και υποβάσια αυτών δέκα.
13 καὶ εὖρος τῆς αὐλῆς τὸ πρὸς νότον ἱστία πεντήκοντα πήχεων στῦλοι αὐτῶν δέκα καὶ αἱ βάσεις αὐτῶν δέκα
Και το πλάτος της αυλής κατά το ανατολικόν πλευρόν το προς ανατολάς θέλει είσθαι πεντήκοντα πηχών.
14 καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί στῦλοι αὐτῶν τρεῖς καὶ αἱ βάσεις αὐτῶν τρεῖς
Και τα παραπετάσματα του ενός μέρους της πύλης θέλουσιν είσθαι δεκαπέντε πηχών· στύλοι αυτών τρεις και υποβάσια αυτών τρία.
15 καὶ τὸ κλίτος τὸ δεύτερον δέκα πέντε πηχῶν τῶν ἱστίων τὸ ὕψος στῦλοι αὐτῶν τρεῖς καὶ αἱ βάσεις αὐτῶν τρεῖς
Και εις το άλλο μέρος θέλουσιν είσθαι παραπετάσματα δεκαπέντε πηχών· στύλοι αυτών τρεις και υποβάσια αυτών τρία.
16 καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυμμα εἴκοσι πηχῶν τὸ ὕψος ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ στῦλοι αὐτῶν τέσσαρες καὶ αἱ βάσεις αὐτῶν τέσσαρες
Διά δε την πύλην της αυλής θέλει είσθαι καταπέτασμα είκοσι πηχών, εκ κυανού και πορφυρού και κοκκίνου και βύσσου κεκλωσμένης, κατεσκευασμένον με εργασίαν κεντητού· στύλοι αυτών τέσσαρες και υποβάσια τούτων τέσσαρα.
17 πάντες οἱ στῦλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωμένοι ἀργυρίῳ καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ
Πάντες οι στύλοι κύκλω της αυλής θέλουσιν είσθαι εζωσμένοι με άργυρον, τα άγκιστρα αυτών αργυρά και τα υποβάσια αυτών χάλκινα.
18 τὸ δὲ μῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ’ ἑκατόν καὶ εὖρος πεντήκοντα ἐπὶ πεντήκοντα καὶ ὕψος πέντε πηχῶν ἐκ βύσσου κεκλωσμένης καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ
Το μήκος της αυλής θέλει είσθαι εκατόν πηχών και το πλάτος εκατέρωθεν πεντήκοντα και το ύψος πέντε πηχών, εκ βύσσου κεκλωσμένης, και τα υποβάσια αυτών χάλκινα.
19 καὶ πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ
Πάντα τα σκεύη της σκηνής διά πάσαν την υπηρεσίαν αυτής και πάντες οι πάσσαλοι αυτής και πάντες οι πάσσαλοι της αυλής θέλουσιν είσθαι χάλκινοι.
20 καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαίων ἄτρυγον καθαρὸν κεκομμένον εἰς φῶς καῦσαι ἵνα κάηται λύχνος διὰ παντός
Και συ πρόσταξον τους υιούς Ισραήλ να φέρωσι προς σε καθαρόν έλαιον από ελαίας κοπανισμένας διά το φως, διά να καίη πάντοτε ο λύχνος.
21 ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔξωθεν τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ’ ἑσπέρας ἕως πρωὶ ἐναντίον κυρίου νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν παρὰ τῶν υἱῶν Ισραηλ
Εν τη σκηνή του μαρτυρίου έξωθεν του καταπετάσματος, το οποίον είναι έμπροσθεν του μαρτυρίου, ο Ααρών και οι υιοί αυτού θέλουσι διαθέσει αυτόν αφ' εσπέρας έως πρωΐ έμπροσθεν του Κυρίου· τούτο θέλει είσθαι νόμος παντοτεινός εις τους υιούς Ισραήλ κατά τας γενεάς αυτών.