< Ἔξοδος 26 >

1 καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσμένης καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου χερουβιμ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς
“你要用十幅幔子做帐幕。这些幔子要用捻的细麻和蓝色、紫色、朱红色线制造,并用巧匠的手工绣上基路伯。
2 μῆκος τῆς αὐλαίας τῆς μιᾶς ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ μία ἔσται μέτρον τὸ αὐτὸ ἔσται πάσαις ταῖς αὐλαίαις
每幅幔子要长二十八肘,宽四肘,幔子都要一样的尺寸。
3 πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀλλήλων ἐχόμεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας καὶ πέντε αὐλαῖαι ἔσονται συνεχόμεναι ἑτέρα τῇ ἑτέρᾳ
这五幅幔子要幅幅相连;那五幅幔子也要幅幅相连。
4 καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς μιᾶς ἐκ τοῦ ἑνὸς μέρους εἰς τὴν συμβολὴν καὶ οὕτως ποιήσεις ἐπὶ τοῦ χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συμβολῇ τῇ δευτέρᾳ
在这相连的幔子末幅边上要做蓝色的钮扣;在那相连的幔子末幅边上也要照样做。
5 πεντήκοντα ἀγκύλας ποιήσεις τῇ αὐλαίᾳ τῇ μιᾷ καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ μέρους τῆς αὐλαίας κατὰ τὴν συμβολὴν τῆς δευτέρας ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀλλήλαις εἰς ἑκάστην
要在这相连的幔子上做五十个钮扣;在那相连的幔子上也做五十个钮扣,都要两两相对。
6 καὶ ποιήσεις κρίκους πεντήκοντα χρυσοῦς καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρᾳ τοῖς κρίκοις καὶ ἔσται ἡ σκηνὴ μία
又要做五十个金钩,用钩使幔子相连,这才成了一个帐幕。
7 καὶ ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς ἕνδεκα δέρρεις ποιήσεις αὐτάς
“你要用山羊毛织十一幅幔子,作为帐幕以上的罩棚。
8 τὸ μῆκος τῆς δέρρεως τῆς μιᾶς ἔσται τριάκοντα πήχεων καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέρρεως τῆς μιᾶς μέτρον τὸ αὐτὸ ἔσται ταῖς ἕνδεκα δέρρεσι
每幅幔子要长三十肘,宽四肘;十一幅幔子都要一样的尺寸。
9 καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτὸ καὶ τὰς ἓξ δέρρεις ἐπὶ τὸ αὐτό καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς
要把五幅幔子连成一幅,又把六幅幔子连成一幅,这第六幅幔子要在罩棚的前面折上去。
10 καὶ ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς μιᾶς τῆς ἀνὰ μέσον κατὰ συμβολὴν καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς συναπτούσης τῆς δευτέρας
在这相连的幔子末幅边上要做五十个钮扣;在那相连的幔子末幅边上也做五十个钮扣。
11 καὶ ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν καὶ συνάψεις τὰς δέρρεις καὶ ἔσται ἕν
又要做五十个铜钩,钩在钮扣中,使罩棚连成一个。
12 καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ταῖς δέρρεσιν τῆς σκηνῆς τὸ ἥμισυ τῆς δέρρεως τὸ ὑπολελειμμένον ὑποκαλύψεις τὸ πλεονάζον τῶν δέρρεων τῆς σκηνῆς ὑποκαλύψεις ὀπίσω τῆς σκηνῆς
罩棚的幔子所余那垂下来的半幅幔子,要垂在帐幕的后头。
13 πῆχυν ἐκ τούτου καὶ πῆχυν ἐκ τούτου ἐκ τοῦ ὑπερέχοντος τῶν δέρρεων ἐκ τοῦ μήκους τῶν δέρρεων τῆς σκηνῆς ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν ἵνα καλύπτῃ
罩棚的幔子所余长的,这边一肘,那边一肘,要垂在帐幕的两旁,遮盖帐幕。
14 καὶ ποιήσεις κατακάλυμμα τῇ σκηνῇ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ ἐπικαλύμματα δέρματα ὑακίνθινα ἐπάνωθεν
又要用染红的公羊皮做罩棚的盖;再用海狗皮做一层罩棚上的顶盖。
15 καὶ ποιήσεις στύλους τῇ σκηνῇ ἐκ ξύλων ἀσήπτων
“你要用皂荚木做帐幕的竖板。
16 δέκα πήχεων ποιήσεις τὸν στῦλον τὸν ἕνα καὶ πήχεος ἑνὸς καὶ ἡμίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός
每块要长十肘,宽一肘半;
17 δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνὶ ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ οὕτως ποιήσεις πᾶσι τοῖς στύλοις τῆς σκηνῆς
每块必有两榫相对。帐幕一切的板都要这样做。
18 καὶ ποιήσεις στύλους τῇ σκηνῇ εἴκοσι στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς βορρᾶν
帐幕的南面要做板二十块。
19 καὶ τεσσαράκοντα βάσεις ἀργυρᾶς ποιήσεις τοῖς εἴκοσι στύλοις δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ
在这二十块板底下要做四十个带卯的银座,两卯接这块板上的两榫,两卯接那块板上的两榫。
20 καὶ τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον εἴκοσι στύλους
帐幕第二面,就是北面,也要做板二十块
21 καὶ τεσσαράκοντα βάσεις αὐτῶν ἀργυρᾶς δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ
和带卯的银座四十个;这板底下有两卯,那板底下也有两卯。
22 καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ μέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους
帐幕的后面,就是西面,要做板六块。
23 καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων
帐幕后面的拐角要做板两块。
24 καὶ ἔσται ἐξ ἴσου κάτωθεν κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τῶν κεφαλίδων εἰς σύμβλησιν μίαν οὕτως ποιήσεις ἀμφοτέραις ταῖς δυσὶν γωνίαις ἔστωσαν
板的下半截要双的,上半截要整的,直顶到第一个环子;两块都要这样做两个拐角。
25 καὶ ἔσονται ὀκτὼ στῦλοι καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ δέκα ἕξ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀμφότερα τὰ μέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί
必有八块板和十六个带卯的银座;这板底下有两卯,那板底下也有两卯。
26 καὶ ποιήσεις μοχλοὺς ἐκ ξύλων ἀσήπτων πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς μέρους τῆς σκηνῆς
“你要用皂荚木作闩:为帐幕这面的板作五闩,
27 καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ κλίτει τῆς σκηνῆς τῷ δευτέρῳ καὶ πέντε μοχλοὺς τῷ στύλῳ τῷ ὀπισθίῳ τῷ κλίτει τῆς σκηνῆς τῷ πρὸς θάλασσαν
为帐幕那面的板做五闩,又为帐幕后面的板做五闩。
28 καὶ ὁ μοχλὸς ὁ μέσος ἀνὰ μέσον τῶν στύλων διικνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος
板腰间的中闩要从这一头通到那一头。
29 καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίῳ καὶ τοὺς δακτυλίους ποιήσεις χρυσοῦς εἰς οὓς εἰσάξεις τοὺς μοχλούς καὶ καταχρυσώσεις τοὺς μοχλοὺς χρυσίῳ
板要用金子包裹,又要做板上的金环套闩;闩也要用金子包裹。
30 καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει
要照着在山上指示你的样式立起帐幕。
31 καὶ ποιήσεις καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου νενησμένης ἔργον ὑφαντὸν ποιήσεις αὐτὸ χερουβιμ
“你要用蓝色、紫色、朱红色线,和捻的细麻织幔子,以巧匠的手工绣上基路伯。
32 καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ τεσσάρων στύλων ἀσήπτων κεχρυσωμένων χρυσίῳ καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ
要把幔子挂在四根包金的皂荚木柱子上,柱子上当有金钩,柱子安在四个带卯的银座上。
33 καὶ θήσεις τὸ καταπέτασμα ἐπὶ τοὺς στύλους καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσματος τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ διοριεῖ τὸ καταπέτασμα ὑμῖν ἀνὰ μέσον τοῦ ἁγίου καὶ ἀνὰ μέσον τοῦ ἁγίου τῶν ἁγίων
要使幔子垂在钩子下,把法柜抬进幔子内;这幔子要将圣所和至圣所隔开。
34 καὶ κατακαλύψεις τῷ καταπετάσματι τὴν κιβωτὸν τοῦ μαρτυρίου ἐν τῷ ἁγίῳ τῶν ἁγίων
又要把施恩座安在至圣所内的法柜上,
35 καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσματος καὶ τὴν λυχνίαν ἀπέναντι τῆς τραπέζης ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ μέρους τῆς σκηνῆς τὸ πρὸς βορρᾶν
把桌子安在幔子外帐幕的北面;把灯台安在帐幕的南面,彼此相对。
36 καὶ ποιήσεις ἐπίσπαστρον ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσμένου καὶ βύσσου κεκλωσμένης ἔργον ποικιλτοῦ
“你要拿蓝色、紫色、朱红色线,和捻的细麻,用绣花的手工织帐幕的门帘。
37 καὶ ποιήσεις τῷ καταπετάσματι πέντε στύλους καὶ χρυσώσεις αὐτοὺς χρυσίῳ καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις χαλκᾶς
要用皂荚木为帘子做五根柱子,用金子包裹。柱子上当有金钩;又要为柱子用铜铸造五个带卯的座。”

< Ἔξοδος 26 >