< Ἔξοδος 25 >
1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
2 εἰπὸν τοῖς υἱοῖς Ισραηλ καὶ λάβετέ μοι ἀπαρχὰς παρὰ πάντων οἷς ἂν δόξῃ τῇ καρδίᾳ καὶ λήμψεσθε τὰς ἀπαρχάς μου
Ειπέ προς τους υιούς Ισραήλ να φέρωσι προς εμέ προσφοράν· παρά παντός ανθρώπου προαιρουμένου εν τη καρδία αυτού θέλετε λάβει την προσφοράν μου.
3 καὶ αὕτη ἐστὶν ἡ ἀπαρχή ἣν λήμψεσθε παρ’ αὐτῶν χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν
Και αύτη είναι η προσφορά, την οποίαν θέλετε λάβει παρ' αυτών· χρυσίον και αργύριον και χαλκός,
4 καὶ ὑάκινθον καὶ πορφύραν καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας
και κυανούν και πορφυρούν και κόκκινον και βύσσος και τρίχες αιγών,
5 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα
και δέρματα κριών κοκκινοβαφή και δέρματα θώων και ξύλον σιττίμ,
έλαιον διά το φως, αρώματα διά το έλαιον του χρίσματος και διά το ευώδες θυμίαμα,
7 καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη
λίθοι ονυχίται και λίθοι διά να εντεθώσιν εις το εφόδ και εις το περιστήθιον.
8 καὶ ποιήσεις μοι ἁγίασμα καὶ ὀφθήσομαι ἐν ὑμῖν
Και ας κάμωσιν εις εμέ αγιαστήριον, διά να κατοικώ μεταξύ αυτών.
9 καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα ἐγώ σοι δεικνύω ἐν τῷ ὄρει τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς οὕτω ποιήσεις
Κατά πάντα όσα εγώ δεικνύω προς σε, κατά το παράδειγμα της σκηνής, και κατά το παράδειγμα πάντων των σκευών αυτής, ούτω θέλετε κάμει.
10 καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος
Και θέλουσι κατασκευάσει κιβωτόν εκ ξύλου σιττίμ· δύο πηχών και ημισείας το μήκος αυτής, και μιας πήχης και ημισείας το πλάτος αυτής, και μιας πήχης και ημισείας το ύψος αυτής·
11 καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ ἔξωθεν καὶ ἔσωθεν χρυσώσεις αὐτήν καὶ ποιήσεις αὐτῇ κυμάτια στρεπτὰ χρυσᾶ κύκλῳ
και θέλεις περικαλύψει αυτήν με καθαρόν χρυσίον, έσωθεν και έξωθεν θέλεις περικαλύψει αυτήν, και επ' αυτής θέλεις κάμει χρυσήν στεφάνην κύκλω.
12 καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον
Και θέλεις χύσει δι' αυτήν τέσσαρας κρίκους χρυσούς και θέλεις βάλει αυτούς εις τας τέσσαρας γωνίας αυτής· δύο μεν κρίκους εις την μίαν πλευράν αυτής, δύο δε κρίκους εις την άλλην πλευράν αυτής.
13 ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ
Και θέλεις κάμει μοχλούς εκ ξύλου σιττίμ, και θέλεις περικαλύψει αυτούς με χρυσίον·
14 καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς
και θέλεις εισάξει τους μοχλούς εις τους κρίκους των πλευρών της κιβωτού, διά να βαστάζηται η κιβωτός δι' αυτών·
15 ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι
εν τοις κρίκοις της κιβωτού θέλουσι μένει οι μοχλοί· δεν θέλουσι μετακινείσθαι απ' αυτής.
16 καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια ἃ ἂν δῶ σοι
και θέλεις θέσει εν τη κιβωτώ τα μαρτύρια τα οποία θέλω δώσει εις σε.
17 καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαροῦ δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος
Και θέλεις κάμει ιλαστήριον εκ χρυσίου καθαρού· δύο πηχών και ημισείας το μήκος αυτού, και μιας πήχης και ημισείας το πλάτος αυτού.
18 καὶ ποιήσεις δύο χερουβιμ χρυσᾶ τορευτὰ καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου
Και θέλεις κάμει δύο χερουβείμ εκ χρυσίου· σφυρήλατα θέλεις κάμει αυτά, επί των δύο άκρων του ιλαστηρίου·
19 ποιηθήσονται χερουβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ χερουβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου καὶ ποιήσεις τοὺς δύο χερουβιμ ἐπὶ τὰ δύο κλίτη
και κάμε εν χερούβ επί του ενός άκρου, και εν χερούβ επί του άλλου άκρου· εκ του ιλαστηρίου θέλεις κάμει τα χερουβείμ επί των δύο άκρων αυτού·
20 ἔσονται οἱ χερουβιμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν χερουβιμ
και θέλουσιν εκτείνει τα χερουβείμ επάνωθεν τας πτέρυγας, επικαλύπτοντα με τας πτέρυγας αυτών το ιλαστήριον· και τα πρόσωπα αυτών θέλουσι βλέπει το εν προς το άλλο· προς το ιλαστήριον θέλουσιν είσθαι τα πρόσωπα των χερουβείμ.
21 καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια ἃ ἂν δῶ σοι
Και θέλεις επιθέσει το ιλαστήριον επί της κιβωτού άνωθεν· και θέλεις θέσει εν τη κιβωτώ τα μαρτύρια, τα οποία θέλω δώσει εις σέ·
22 καὶ γνωσθήσομαί σοι ἐκεῖθεν καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ισραηλ
και εκεί θέλω γνωρισθή προς σέ· και επάνωθεν του ιλαστηρίου, εκ του μέσου των δύο χερουβείμ, των επί της κιβωτού του μαρτυρίου, θέλω λαλήσει προς σε περί πάντων όσα θέλω προστάξει εις σε να είπης προς τους υιούς Ισραήλ.
23 καὶ ποιήσεις τράπεζαν χρυσίου καθαροῦ δύο πήχεων τὸ μῆκος καὶ πήχεος τὸ εὖρος καὶ πήχεος καὶ ἡμίσους τὸ ὕψος
Και θέλεις κάμει τράπεζαν εκ ξύλου σιττίμ· δύο πηχών το μήκος αυτής, και μιας πήχης το πλάτος αυτής, το δε ύψος αυτής μιας πήχης και ημισείας·
24 καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ
και θέλεις περικαλύψει αυτήν με χρυσίον καθαρόν, και θέλεις κάμει εις αυτήν χρυσήν στεφάνην κύκλω.
25 καὶ ποιήσεις αὐτῇ στεφάνην παλαιστοῦ κύκλῳ καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ
Και θέλεις κάμει εις αυτήν χείλος κύκλω μιας παλάμης το πλάτος και θέλεις κάμει επί το χείλος αυτής στεφάνην χρυσήν κύκλω.
26 καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις τοὺς δακτυλίους ἐπὶ τὰ τέσσαρα μέρη τῶν ποδῶν αὐτῆς
Και θέλεις κάμει εις αυτήν τέσσαρας κρίκους χρυσούς και θέλεις βάλει τους κρίκους επί τας τέσσαρας γωνίας, τας επί των τεσσάρων ποδών αυτής·
27 ὑπὸ τὴν στεφάνην καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν
οι κρίκοι θέλουσιν είσθαι υπό το χείλος θήκαι των μοχλών, διά να βαστάζηται η τράπεζα.
28 καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτοὺς χρυσίῳ καθαρῷ καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα
Και θέλεις κάμει τους μοχλούς εκ ξύλου σιττίμ, και θέλεις περικαλύψει αυτούς με χρυσίον, διά να βαστάζηται η τράπεζα δι' αυτών.
29 καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς καὶ τὰς θυίσκας καὶ τὰ σπονδεῖα καὶ τοὺς κυάθους ἐν οἷς σπείσεις ἐν αὐτοῖς χρυσίου καθαροῦ ποιήσεις αὐτά
Και θέλεις κάμει τους δίσκους αυτής και τους θυμιαματοδόχους αυτής και τα σπονδεία αυτής και τας λεκάνας αυτής, διά να γίνωνται δι' αυτών αι σπονδαί· εκ χρυσίου καθαρού θέλεις κάμει αυτά.
30 καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διὰ παντός
Και θέλεις θέσει επί της τραπέζης άρτους προθέσεως ενώπιόν μου διαπαντός.
31 καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ τορευτὴν ποιήσεις τὴν λυχνίαν ὁ καυλὸς αὐτῆς καὶ οἱ καλαμίσκοι καὶ οἱ κρατῆρες καὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται
Και θέλεις κάμει λυχνίαν εκ χρυσίου καθαρού· σφυρήλατον θέλεις κάμει την λυχνίαν· ο κορμός αυτής και οι κλάδοι αυτής, αι λεκάναι αυτής, οι κόμβοι αυτής και τα άνθη αυτής, θέλουσιν είσθαι εν σώμα μετ' αυτής.
32 ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους αὐτῆς τοῦ ἑνὸς καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου
Και θέλουσιν εξέρχεσθαι εξ κλάδοι εκ των πλαγίων αυτής· τρεις κλάδοι της λυχνίας εκ του ενός πλαγίου, και τρεις κλάδοι της λυχνίας εκ του άλλου πλαγίου·
33 καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυίσκους ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτὴρ καὶ κρίνον οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας
εις τον ένα κλάδον θέλουσιν είσθαι τρεις λεκάναι αμυγδαλοειδείς, εις κόμβος και εν άνθος· και εις τον άλλον κλάδον τρεις λεκάναι αμυγδαλοειδείς, εις κόμβος και εν άνθος· ούτω θέλει γείνει εις τους εξ κλάδους, τους εξερχομένους εκ της λυχνίας.
34 καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυίσκους ἐν τῷ ἑνὶ καλαμίσκῳ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα αὐτῆς
Και εις την λυχνίαν θέλουσιν είσθαι τέσσαρες λεκάναι αμυγδαλοειδείς, οι κόμβοι αυτών και τα άνθη αυτών.
35 ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας
Και θέλει είσθαι εις κόμβος υπό τους δύο κλάδους εξ αυτής, και εις κόμβος υπό τους δύο κλάδους εξ αυτής, και εις κόμβος υπό τους δύο κλάδους εξ αυτής, εις τους εξ κλάδους τους εξερχομένους εκ της λυχνίας.
36 οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαροῦ
Οι κόμβοι αυτών και οι κλάδοι αυτών θέλουσιν είσθαι εν σώμα μετ' αυτής· το όλον αυτής εν σφυρήλατον εκ χρυσίου καθαρού.
37 καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά καὶ ἐπιθήσεις τοὺς λύχνους καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου
Και θέλεις κάμει τους λύχνους αυτής επτά· και θέλουσιν ανάπτει τους λύχνους αυτής, διά να φέγγωσιν έμπροσθεν αυτής,
38 καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις
Και τα λυχνοψάλιδα αυτής και τα υποθέματα αυτής θέλουσιν είσθαι εκ χρυσίου καθαρού.
39 πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ
Εξ ενός ταλάντου χρυσίου καθαρού θέλει κατασκευασθή αυτή και πάντα ταύτα τα σκεύη.
40 ὅρα ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει
Και πρόσεχε να κάμης κατά τον τύπον αυτών τον δειχθέντα εις σε επί του όρους.