< Ἔξοδος 16 >
1 ἀπῆραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς τὴν ἔρημον Σιν ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου
Εσηκώθησαν δε από Αιλείμ· και ήλθον πάσα η συναγωγή των υιών Ισραήλ εις την έρημον Σιν, την μεταξύ Αιλείμ και Σινά, την δεκάτην πέμπτην ημέραν του δευτέρου μηνός αφού εξήλθον εκ γης Αιγύπτου.
2 διεγόγγυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ Ααρων
Και εγόγγυζε πάσα η συναγωγή των υιών Ισραήλ κατά του Μωϋσέως και κατά του Ααρών εν τη ερήμω.
3 καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ
Και είπον προς αυτούς οι υιοί Ισραήλ, Είθε να απεθνήσκομεν υπό της χειρός του Κυρίου εν τη γη της Αιγύπτου, ότε εκαθήμεθα πλησίον των λεβήτων του κρέατος και ότε ετρώγομεν άρτον εις χορτασμόν· διότι εξηγάγετε ημάς εις την έρημον ταύτην, διά να θανατώσητε με την πείναν πάσαν την συναγωγήν ταύτην.
4 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τῆς ἡμέρας εἰς ἡμέραν ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ
Και είπε Κύριος προς τον Μωϋσήν, Ιδού, θέλω βρέξει εις εσάς άρτον εξ ουρανού· και θέλει εξέρχεσθαι ο λαός και συνάγει καθ' ημέραν το αρκούν της ημέρας, διά να δοκιμάσω αυτούς, αν θέλωσι περιπατεί εις τον νόμον μου ή ουχί·
5 καὶ ἔσται τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν τὸ καθ’ ἡμέραν εἰς ἡμέραν
την δε έκτην ημέραν ας ετοιμάζωσιν εκείνο το οποίον ήθελον εισαγάγει, και ας ήναι διπλάσιον του όσον συνάγουσι καθ' ημέραν.
6 καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου
Και είπον ο Μωϋσής και ο Ααρών προς πάντας τους υιούς Ισραήλ, Το εσπέρας θέλετε γνωρίσει ότι ο Κύριος εξήγαγεν υμάς εκ γης Αιγύπτου·
7 καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ θεῷ ἡμεῖς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ’ ἡμῶν
και το πρωΐ θέλετε ιδεί την δόξαν του Κυρίου, διότι ήκουσε τους γογγυσμούς σας εναντίον του Κυρίου· επειδή ημείς τι είμεθα, ώστε να γογγύζητε καθ' ημών;
8 καὶ εἶπεν Μωυσῆς ἐν τῷ διδόναι κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γογγυσμὸν ὑμῶν ὃν ὑμεῖς διαγογγύζετε καθ’ ἡμῶν ἡμεῖς δὲ τί ἐσμεν οὐ γὰρ καθ’ ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν ἀλλ’ ἢ κατὰ τοῦ θεοῦ
Και είπεν ο Μωϋσής, Τούτο θέλει γείνει, όταν ο Κύριος δώση εις εσάς το εσπέρας κρέας να φάγητε και το πρωΐ άρτον εις χορτασμόν· διότι ήκουσε Κύριος τους γογγυσμούς σας τους οποίους γογγύζετε κατ' αυτού· και τι είμεθα ημείς; οι γογγυσμοί σας δεν είναι καθ' ημών, αλλά κατά του Κυρίου.
9 εἶπεν δὲ Μωυσῆς πρὸς Ααρων εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ προσέλθατε ἐναντίον τοῦ θεοῦ εἰσακήκοεν γὰρ ὑμῶν τὸν γογγυσμόν
Και είπεν ο Μωϋσής προς τον Ααρών, Ειπέ προς πάσαν την συναγωγήν των υιών Ισραήλ, Πλησιάσατε έμπροσθεν του Κυρίου· διότι ήκουσε τους γογγυσμούς σας.
10 ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ
Και ενώ ελάλει ο Ααρών προς πάσαν την συναγωγήν των υιών Ισραήλ, έστρεψαν το πρόσωπον προς την έρημον, και ιδού, η δόξα του Κυρίου εφάνη εν τη νεφέλη.
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Και ελάλησε Κύριος προς τον Μωϋσήν, λέγων,
12 εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ισραηλ λάλησον πρὸς αὐτοὺς λέγων τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν
Ήκουσα τους γογγυσμούς των υιών Ισραήλ· λάλησον προς αυτούς, λέγων, Το εσπέρας θέλετε φάγει κρέας, και το πρωΐ θέλετε χορτασθή από άρτου, και θέλετε γνωρίσει ότι εγώ είμαι Κύριος ο Θεός σας.
13 ἐγένετο δὲ ἑσπέρα καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς
Και το εσπέρας ανέβησαν ορτύκια και εσκέπασαν το στρατόπεδον· και το πρωΐ καθ' όλα τα πέριξ του στρατοπέδου ήτο στρώμα δρόσου.
14 καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς
Και αφού το στρώμα της δρόσου ανέβη, ιδού, επί το πρόσωπον της ερήμου ήτο λεπτόν τι στρογγύλον, λεπτόν ως πάχνη επί της γης.
15 ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ τί ἐστιν τοῦτο οὐ γὰρ ᾔδεισαν τί ἦν εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς οὗτος ὁ ἄρτος ὃν ἔδωκεν κύριος ὑμῖν φαγεῖν
Και ότε είδον οι υιοί Ισραήλ, είπον προς αλλήλους, Τι είναι τούτο; διότι δεν ήξευρον τι ήτο. Και ο Μωϋσής είπε προς αυτούς, Ούτος είναι ο άρτος, τον οποίον ο Κύριος σας δίδει διά να φάγητε·
16 τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε
ούτος είναι ο λόγος τον οποίον προσέταξεν ο Κύριος, Συνάξατε εξ αυτού έκαστος όσον χρειάζεται διά να φάγη, εν γομόρ κατά κεφαλήν, κατά τον αριθμόν των ψυχών σας· λάβετε έκαστος διά τους ομοσκήνους αυτού.
17 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον
Και έκαμον ούτως οι υιοί Ισραήλ, και συνήγαγον άλλος πολύ και άλλος ολίγον.
18 καὶ μετρήσαντες τῷ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν
Και ότε εμέτρησαν με το γομόρ, όστις είχε συνάξει πολύ, δεν ελάμβανε πλειότερον· και όστις είχε συνάξει ολίγον, δεν ελάμβανεν ολιγώτερον· έκαστος ελάμβανεν όσον εχρειάζετο εις αυτόν διά τροφήν.
19 εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς μηδεὶς καταλιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωί
είπε δε προς αυτούς ο Μωϋσής, Ας μη αφίνη εξ αυτού μηδείς υπόλοιπον έως πρωΐ.
20 καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀλλὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωί καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν καὶ ἐπικράνθη ἐπ’ αὐτοῖς Μωυσῆς
Πλην δεν υπήκουσαν εις τον Μωϋσήν· αλλά αφήκαν τινές υπόλοιπον εξ αυτού έως πρωΐ, και εγέννησε σκώληκας και εβρώμησε· και εθυμώθη εναντίον αυτών ο Μωϋσής.
21 καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί ἕκαστος τὸ καθῆκον αὐτῷ ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος ἐτήκετο
Και συνήγον αυτό καθ' εκάστην πρωΐαν, έκαστος όσον εχρειάζετο διά τροφήν αυτού· και ότε ο ήλιος εθέρμαινε, διελύετο.
22 ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ δύο Γομορ τῷ ἑνί εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήγγειλαν Μωυσεῖ
Την δε έκτην ημέραν συνήγαγον τροφήν διπλασίαν, δύο γομόρ δι' ένα· και ήλθον πάντες οι άρχοντες της συναγωγής και ανήγγειλαν τούτο προς τον Μωϋσήν.
23 εἶπεν δὲ Μωυσῆς πρὸς αὐτούς τοῦτο τὸ ῥῆμά ἐστιν ὃ ἐλάλησεν κύριος σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον ὅσα ἐὰν πέσσητε πέσσετε καὶ ὅσα ἐὰν ἕψητε ἕψετε καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί
Ο δε είπε προς αυτούς, Τούτο είναι το οποίον είπε Κύριος· Αύριον είναι σάββατον, ανάπαυσις αγία εις τον Κύριον· ψήσατε ό, τι έχετε να ψήσητε και βράσατε ό, τι έχετε να βράσητε· και παν το περισσεύον εναποταμιεύσατε εις εαυτούς διά να φυλάττηται έως πρωΐ.
24 καὶ κατελίποσαν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί καθάπερ συνέταξεν αὐτοῖς Μωυσῆς καὶ οὐκ ἐπώζεσεν οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ
Και εναπεταμίευσαν αυτό έως πρωΐ, καθώς προσέταξεν ο Μωϋσής· και δεν εβρώμησεν ουδέ έγεινε σκώληξ εν αυτώ.
25 εἶπεν δὲ Μωυσῆς φάγετε σήμερον ἔστιν γὰρ σάββατα σήμερον τῷ κυρίῳ οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ
Και είπεν ο Μωϋσής, Φάγετε αυτό σήμερον· διότι σήμερον είναι σάββατον εις τον Κύριον· σήμερον δεν θέλετε ευρεί αυτό εν τη πεδιάδι·
26 ἓξ ἡμέρας συλλέξετε τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα ὅτι οὐκ ἔσται ἐν αὐτῇ
εξ ημέρας θέλετε συνάγει αυτό· εν τη εβδόμη όμως ημέρα, τω σαββάτω, εν ταύτη δεν θέλει ευρίσκεσθαι.
27 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι καὶ οὐχ εὗρον
Τινές δε εκ του λαού εξήλθον την εβδόμην ημέραν διά να συνάξωσι, πλην δεν εύρον.
28 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου
Και είπε Κύριος προς τον Μωϋσήν, Έως πότε δεν θέλετε να φυλάττητε τας εντολάς μου και τους νόμους μου;
29 ἴδετε ὁ γὰρ κύριος ἔδωκεν ὑμῖν τὴν ἡμέραν ταύτην τὰ σάββατα διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ
ίδετε ότι ο Κύριος έδωκεν εις εσάς το σάββατον, διά τούτο την έκτην ημέραν σας δίδει άρτον δύο ημερών· καθίσατε έκαστος εις τον τόπον αυτού· ας μη εξέρχεται μηδείς εκ του τόπου αυτού την εβδόμην ημέραν.
30 καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ
Και έκαμε κατάπαυσιν ο λαός την εβδόμην ημέραν.
31 καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτοῦ Μαν ἦν δὲ ὡς σπέρμα κορίου λευκόν τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι
Και εκάλεσεν ο οίκος του Ισραήλ το όνομα αυτού Μάν· ήτο δε όμοιον με σπόρον κοριάνδρου λευκόν· και η γεύσις αυτού ως πλακούντιον με μέλι.
32 εἶπεν δὲ Μωυσῆς τοῦτο τὸ ῥῆμα ὃ συνέταξεν κύριος πλήσατε τὸ γομορ τοῦ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν ἵνα ἴδωσιν τὸν ἄρτον ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ ὡς ἐξήγαγεν ὑμᾶς κύριος ἐκ γῆς Αἰγύπτου
Και είπεν ο Μωϋσής, Ούτος είναι ο λόγος τον οποίον προσέταξεν ο Κύριος· Γεμίσατε εξ αυτού εν γομόρ, διά να φυλάττηται εις τας γενεάς σας, διά να βλέπωσι τον άρτον με τον οποίον έθρεψα υμάς εν τη ερήμω, αφού εξήγαγον υμάς εκ γης Αιγύπτου.
33 καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων λαβὲ στάμνον χρυσοῦν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομορ τοῦ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν
Και είπεν ο Μωϋσής προς τον Ααρών, Λάβε μίαν στάμνον, και βάλε εν αυτή εν γομόρ πλήρες από μάννα, και θες αυτήν έμπροσθεν του Κυρίου, διά να φυλάττηται εις τας γενεάς σας.
34 ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ καὶ ἀπέθετο Ααρων ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν
Και έθεσεν αυτήν ο Ααρών έμπροσθεν του Μαρτυρίου, διά να φυλάττηται, καθώς προσέταξεν ο Κύριος εις τον Μωϋσήν.
35 οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα ἕως ἦλθον εἰς γῆν οἰκουμένην τὸ μαν ἐφάγοσαν ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης
Και έτρωγον οι υιοί Ισραήλ το μάννα τεσσαράκοντα έτη, εωσού ήλθον εις γην κατοικουμένην· έτρωγον το μάννα, εωσού ήλθον εις τα όρια της γης Χαναάν.
36 τὸ δὲ γομορ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν
Το δε γομόρ είναι το δέκατον του εφά.